Fragmenta in Joannem

 ἐκοινώνει καὶ διὰ τοῦτο Ἠλίας ἐκλήθη πρὸς τοῦ κυρίου τελευταίαν ἐσφαλμένην αὐτῷ προτείνουσιν ἐρώτησιν αὖθις τοῦτον ἐρωτῶντες, ὅπερ καὶ πρῶτον ἠρώ των

 πλήρωσις οὖσα θεότητος ἐν ἡμῖν. 13 Jο 3, 19 Τὸ φῶς ἀφ' ἑαυτοῦ ἦλθεν μηδενὸς πονήσαντος εἰς τὸ εὑρεῖν αὐτό. 14 Jο 3, 19 Ἀναπολόγητοί εἰσιν οἱ ἀγαπήσαντ

 οὐκ ἐπήγγελται λόγῳ, τῷ ἔργῳ δὲ ἐπιδείκνυσιν· τοῦτο γὰρ ἦν τῇ οἰκονομίᾳ πρέπον, οὐχ ὥσπερ τότε πρὸς τὸν Μωυσέα ἐλέγετο μὴ χεὶρ τοῦ κυρίου οὐκ ἐξαρκέσ

 πῶς τὸ πολὺ μεῖζον τῆς περιτομῆς τὴν ὅλου τοῦ ἀνθρωπίνου σώματος ἴασιν αἰτιᾶσθε ὡς οὐκ ὀφείλουσαν ἐν ἀργείας καιρῷ πράττεσθαι; 36 Jο 7, 28 Εἰσάγει τὰς

 δεξάμενοι τοῖς πάθεσιν ἐναποθνῄσκουσιν. 42 Jο 8,22-23 Καίτοι εἰ ἔμελλεν ἑαυτὸν ἀναιρεῖν κατὰ τὴν δυσσεβῆ αὐτῶν ὑπόνοιαν, ἐδύναντο ὁτεδήποτε καὶ αὐτοὶ

 ἕνεκά τινος ἁμαρτίας τὴν τυφλότητα γενέσθαι φησίν, ἀλλ' ἕνεκα δόξης θεοῦ μελλούσης ὑπὲρ τοῦ γνωσθῆναι θεοῦ δύναμιν διὰ τῆς παραδόξως γενομένης ἀναβλέψ

 56 Jο 10, 1-6 Θαυμασίῳ προκαλύμματι τῇ παραβολῇ σκέπει τὰ δηλούμενα πρὸς τοὺς οὐκ ἀξίους ἐπιγινώσκειν τοῖς ἀξίοις καταλιπὼν τὴν ἐπίγνωσιν. δύναμις δὲ

 κύριος, ἵνα μὴ πρὸ τῆς ἁμαρτίας ἀπολλυώμεθα, τὴν τοιαύτην ἐπιστασίαν ἀναδεξάμενος καὶ ἀπέθανεν τῇ ἁμαρτίᾳ δι' ἡμᾶς. ἐκεῖνοι δὲ ἔκδοτα τῇ ἁμαρτίᾳ τὰ πρ

 μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται, ὥστε μέχριπερ ἂν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτὸ γενέσθαι· ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τό

 ἐξουσίαν· οὐ γὰρ ποσὶ βαδίζων ἐξῆλθεν· ἀφῄρηται γὰρ τῆς κινήσεως τὴν ἐξουσίαν ὡς μηδεμίαν δύνασθαι ἐπιδείξασθαι ὑποψίαν τῶν ἀγνωμόνων ἀνατρέποντα σοφί

 τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83

 ἀναχωρήσεως ταῦτα εἴρηται τῷ κυρίῳ καὶ μετὰ τούτους τοὺς λόγους ἀνακεχώρηκε οὓς ἐπαναλαμβάνων ὁ Ἰωάννης προϊστορεῖ τεθεωρηκότως τε τῶν πιστευόντων καὶ

 ἀνεξίκακον ὁ κύριος ἐπέδειξεν θεῖον ὂν ἑκάτερον παρ' αὐτοῦ, τὸ μὲν γνωστικὸν ἐν τῷ τὸν προδότην ἑωρακέναι καὶ τῷ λόγῳ χωρίζειν αὐτὸν ἀπὸ τῶν σῳζομένων

 100 Jο 14, 5-6 Ἀλήθειαν μὲν ἑαυτὸν λέγει διὰ τὸ τέλειον καὶ ἀκριβὲς τῆς ἀρετῆς, ζωὴν δὲ διὰ τὸ διαρκὲς καὶ αἰώνιον τῆς ὑπάρξεως, τοῦς δὲ ἐν ἀρετῇ βεβι

 ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ

 σφραγιζομένην ἡμῖν τὴν θείαν ὑπεροχὴν οἰκείως θεῷ νοεῖν καὶ μὴ κατὰ τὴν ἀνθρωπίνην ταπεινότητα, ἐπεὶ καὶ πᾶς ὁ περὶ θεοῦ λόγος τοιοῦτος ἐσχημάτισται σ

 λεγομένων ἔπεισι θεῷ, ἀλλ' ἀνθρωπίνως μέν, ὡς ἔφην, οἱ λόγοι, θείως δὲ παρὰ τοῖς εὐσεβοῦσι νοοῦνται καὶ οὐ ῥανθήσεται τὸ ἀναλλοίωτον καὶ ἄτρεπτον τῆς

 τοῦ θαρσεῖν ἐπικουρία· οὐ γὰρ ἐκ τῆς ὑμετέρας ἀνδρείας τὸ θαρσεῖν ἔσται βεβαίως ποτέ, ὅτι μηδὲν ἐν ἀνθρώπῳ στερρὸν καὶ ἄτρεπτον ἀγαθόν, ἀλλ' ἐκ τῆς ἐμ

 ἐπὶ τὴν τῆς θεότητος δήλωσιν μᾶλλον ἡ τούτου ῥέπει γραφὴ ἅτε τῆς ἀνθρωπότητος ἱκανῶς προεγνωσμένης, λέγει δὲ τὰ μὲν ἀνθρώπινα μᾶλλον ἐξ ἐπιδρομῆς,

 Ματθαίου φωνή, ἣν ἀπεμνημόνευσεν εἰπόντος τοῦ κυρίου· οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθ

 αὐτὰ πᾶσιν ἀνθρώποις ἀποθνῄσκειν ἔδειξε τὴν παραλλαγὴν ἐν τούτῳ, ἐν τῷ μὴ σκορπισθῆναι τὴν τῶν ὀστέων ἁρμονίαν αὐτοῦ.

 ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ. πολλὰ μὲν οὖν παραλελειμμένα ὑπὸ Ἰωάννου γέγραπται πρὸς τῶν λοιπῶν εὐαγγελιστῶν, πολλὰ δὲ κἀκ

ἐκοινώνει καὶ διὰ τοῦτο Ἠλίας ἐκλήθη πρὸς τοῦ κυρίου τελευταίαν ἐσφαλμένην αὐτῷ προτείνουσιν ἐρώτησιν αὖθις τοῦτον ἐρωτῶντες, ὅπερ καὶ πρῶτον ἠρώ των εἰ ὁ προφήτης ἐστίν, ἕτερόν τι παρὰ τὸν προφήτην οἰόμενοι τὸν Χριστόν. ἐκεῖνοι μὲν οὖν ἡμάρτανον διαιροῦντες ἀπὸ Χριστοῦ τὸν προφή την. ὁ δὲ βαπτιστὴς κα λῶς ἀπεκρίνατο μὴ εἶναι ὁ προφήτης ταὐτὸ λέ γων, ὃ καὶ πρῶτον ἀπε κρίνατο φάσκων οὐκ εἰ μὶ ὁ Χριστός, εἰ καὶ σαφῶς οὐκ ἐδίδασκεν αὐ τούς, ὅτι ταὐτό ἐστιν ὁ Χριστὸς

καὶ ὁ προφήτης. 5 Jο 1, 25-27 Κωλυτικῶς λέγουσι τῷ Ἰωάννῃ τὸ τί οὖν βαπτίζεις, εἰ μὴ τάδε τυγχάνεις οὐκ εἰδότες, ὅτι οὐδὲ ὁ Χριστὸς αὐτὸς ὢν ὁ προφήτης ἐβάπτιζεν, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ. Ἠλίας τε ἐπὶ τοῦ Ἀχαὰβ οὐδὲ τὰ τοῦ θυσιαστηρίου ξύλα δεόμενα λουτροῦ ἐβάπτισεν, τοῖς δὲ ἱερεῦσιν τοῦτο ποιεῖν προσέταξεν. πρὸς μὲν οὖν τὸ τί οὖν βαπτίζεις παρίστησιν ὁ Ἰωάννης τὸ ἴδιον βάπτισμα σωματικόν, πρὸς δὲ τὸ εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς δοξολογίαν τῆς προηγουμένης οὐσίας Χριστοῦ λέγων, ὅτι ἀόρατός ἐστι τῇ θεότητι παρὼν παντὶ τῷ κόσμῳ. ἐλέγχει τε αὐτῶν τὴν εὐτελῆ περὶ Χριστοῦ ὑπόληψιν καὶ ἑνοῖ τὸν "ἐν ἀρχῇ" λόγον τῇ ἐνανθρωπήσει αὐτοῦ συνάπτων τὸ ὃν ὑμεῖς οὐκ οἴδατε τῷ ὀπίσω μου ἐρχόμενος, τήν τε ὑπεροχὴν Χριστοῦ πρὸς ἑαυτὸν δηλοῖ διὰ τοῦ οὐκ εἰμὶ ἄξιος, μέσος δ' ἂν εἴη τοῦ παντὸς κόσμου, οὗ διήκει κατὰ τὰς λογικὰς φύσεις, ἢ ἡμῶν, ὧν ἐν μέσῳ τὸ ἡγεμονικόν, ἔνθα καὶ ὁ ἐν ἑκάστῳ λόγος. εἰ δὲ τὸ μέσος ὑμῶν ἕστηκεν οὐκ αἰσθητόν, οὐδὲ τὸ ὀπίσω μου ἐρχόμενος. εἰπὼν δὲ τὰ περὶ τῆς οὐσίας τοῦ λόγου συνάπτει καὶ τὰ τῆς ἐπιδημίας ὀπίσω αὐτοῦ ἐρχόμενον αὐτὸν εἰπών.

6 Jο 2, 4 Οὐκ ὀξέως ὁ κύριος εἰς τὴν ἐν φανερῷ τῶν σημείων κατεργασίαν

χωρεῖ, ἐπεὶ μηδὲ εἰς ἐμφανὲς ἤδη κηρύττειν μηδὲ εἰς τὸ κοινὸν ἤδη διδασκάλου τάξιν ἀνείληφεν· προσιόντας γὰρ ὡς διδασκάλῳ καὶ μεταδιώκοντας ὡς σωτῆρα τυγχάνειν τῶν ἰάσεων ἐχρῆν, ὅτι καὶ πρέπει τὸν δεόμενον ἐπὶ τὸ πληρωτικὸν τῆς ἐνδείας χωρεῖν. λέγει τοίνυν μὴ παρεῖναι τὴν ὥραν αὐτοῦ τὴν εἰς τὰ σημεῖα τὴν

κατὰ λόγον δηλαδὴ καὶ κατὰ τὸ πρέπον. 7 Jο 2, 4-5 Οἶδεν ἡ μήτηρ πειθήνιον ὡς υἱὸν αὐτῇ γινόμενον τὸν κύριον. καὶ δὴ καὶ ἡ ἀπόκρισις τοῦτο ἐπεδείξατο τί ἐμοὶ καὶ σοί, γύναι· ὡς γὰρ δυσωπεῖν δυνάμενος τοῦτο ἀπεκρίνατο, οἷον ἦν τὸ τοῦ θεοῦ πρὸς Μωυσέα· "ἔασόν με" ὡς δυνάμενον δηλαδὴ δυσωπῆσαι καὶ πεῖσαι. εἰδυῖα δὴ καὶ πιστικῶς πρὸς αὐτὴν διακείμενον καὶ ἐκ τῆς ἀποκρίσεως ὁρῶσα πρὸς τὴν ἀξίωσιν

ἐγγὺς ἐπι νεύοντα τοῖς διακόνοις ἐπιτάττει ποιεῖν ὃ κελεύει. 8 Jο 2, 13-16 Κατ' ἀλληγορίαν τοὺς δι' αἰσχροκέρδειαν ἐληλυθότας ἐπὶ τὸ τοκίζειν τὰ τοῦ θεοῦ λόγου ὄντα ἀργύριον, ἔτι μὴν καὶ πωλοῦντας τὰ τοῦ πνεύματος χαρίσματα περιστερὰς ὠνομασμένα διὰ τὸ οἰκειότητα ἔχειν πρὸς τὸ καταβὰν ἐν εἴδει περιστερᾶς ἐπὶ τοῦ σωτῆρος ἅγιον πνεῦμα ἐκβάλλει τῆς τοῦ θεοῦ ἐκκλησίας. εὖ δὲ καὶ τὸ εἰπεῖν ἐκ σχοινίων ὑπὸ τοῦ Ἰησοῦ τὸ φραγέλλιον γεγονέναι, ᾧ πάντας ἐδίωξεν· ἐπειδὴ γὰρ δι' ὧν πλέκει τις τὸ σχοινίον, ἐν τῷ ἁμαρτάνειν κολάζεται. εἰκότως τοῦτο γέγραπται· σχοινία γὰρ τὰ ἁμαρτή ματα λέγεται.

9 Jο 3, 5 Ἀναβιβάζει πρὸς τὴν ἀληθινὴν αὐτὸν ἔννοιαν ὁ κύριος τῇ χάριτι τὴν

ἀναγέννησιν ἀνατιθείς, ἥτις ἐπιτελεῖται δι' ὑπουργίας μὲν ὕδατος τὸ σῶμα καθαίροντος ἀπὸ τῶν ἀνθρωπίνων καὶ τῶν ἐκ κακίας ῥύπων, δι' ἐνεργείας δὲ πνεύματος τὴν ψυχὴν ἁγιάζοντος καὶ πληροῦντος θεότητι, οὗ δὴ κατοικήσαντος νῦν ἐν ἡμῖν ὥσπερ ἀρραβῶνός τινος καὶ ἀπαρχῆς, ἡ τελείως ἥξει βασιλεία τοῦ θεοῦ

2