Fragmenta in Joannem

 ἐκοινώνει καὶ διὰ τοῦτο Ἠλίας ἐκλήθη πρὸς τοῦ κυρίου τελευταίαν ἐσφαλμένην αὐτῷ προτείνουσιν ἐρώτησιν αὖθις τοῦτον ἐρωτῶντες, ὅπερ καὶ πρῶτον ἠρώ των

 πλήρωσις οὖσα θεότητος ἐν ἡμῖν. 13 Jο 3, 19 Τὸ φῶς ἀφ' ἑαυτοῦ ἦλθεν μηδενὸς πονήσαντος εἰς τὸ εὑρεῖν αὐτό. 14 Jο 3, 19 Ἀναπολόγητοί εἰσιν οἱ ἀγαπήσαντ

 οὐκ ἐπήγγελται λόγῳ, τῷ ἔργῳ δὲ ἐπιδείκνυσιν· τοῦτο γὰρ ἦν τῇ οἰκονομίᾳ πρέπον, οὐχ ὥσπερ τότε πρὸς τὸν Μωυσέα ἐλέγετο μὴ χεὶρ τοῦ κυρίου οὐκ ἐξαρκέσ

 πῶς τὸ πολὺ μεῖζον τῆς περιτομῆς τὴν ὅλου τοῦ ἀνθρωπίνου σώματος ἴασιν αἰτιᾶσθε ὡς οὐκ ὀφείλουσαν ἐν ἀργείας καιρῷ πράττεσθαι; 36 Jο 7, 28 Εἰσάγει τὰς

 δεξάμενοι τοῖς πάθεσιν ἐναποθνῄσκουσιν. 42 Jο 8,22-23 Καίτοι εἰ ἔμελλεν ἑαυτὸν ἀναιρεῖν κατὰ τὴν δυσσεβῆ αὐτῶν ὑπόνοιαν, ἐδύναντο ὁτεδήποτε καὶ αὐτοὶ

 ἕνεκά τινος ἁμαρτίας τὴν τυφλότητα γενέσθαι φησίν, ἀλλ' ἕνεκα δόξης θεοῦ μελλούσης ὑπὲρ τοῦ γνωσθῆναι θεοῦ δύναμιν διὰ τῆς παραδόξως γενομένης ἀναβλέψ

 56 Jο 10, 1-6 Θαυμασίῳ προκαλύμματι τῇ παραβολῇ σκέπει τὰ δηλούμενα πρὸς τοὺς οὐκ ἀξίους ἐπιγινώσκειν τοῖς ἀξίοις καταλιπὼν τὴν ἐπίγνωσιν. δύναμις δὲ

 κύριος, ἵνα μὴ πρὸ τῆς ἁμαρτίας ἀπολλυώμεθα, τὴν τοιαύτην ἐπιστασίαν ἀναδεξάμενος καὶ ἀπέθανεν τῇ ἁμαρτίᾳ δι' ἡμᾶς. ἐκεῖνοι δὲ ἔκδοτα τῇ ἁμαρτίᾳ τὰ πρ

 μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται, ὥστε μέχριπερ ἂν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτὸ γενέσθαι· ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τό

 ἐξουσίαν· οὐ γὰρ ποσὶ βαδίζων ἐξῆλθεν· ἀφῄρηται γὰρ τῆς κινήσεως τὴν ἐξουσίαν ὡς μηδεμίαν δύνασθαι ἐπιδείξασθαι ὑποψίαν τῶν ἀγνωμόνων ἀνατρέποντα σοφί

 τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83

 ἀναχωρήσεως ταῦτα εἴρηται τῷ κυρίῳ καὶ μετὰ τούτους τοὺς λόγους ἀνακεχώρηκε οὓς ἐπαναλαμβάνων ὁ Ἰωάννης προϊστορεῖ τεθεωρηκότως τε τῶν πιστευόντων καὶ

 ἀνεξίκακον ὁ κύριος ἐπέδειξεν θεῖον ὂν ἑκάτερον παρ' αὐτοῦ, τὸ μὲν γνωστικὸν ἐν τῷ τὸν προδότην ἑωρακέναι καὶ τῷ λόγῳ χωρίζειν αὐτὸν ἀπὸ τῶν σῳζομένων

 100 Jο 14, 5-6 Ἀλήθειαν μὲν ἑαυτὸν λέγει διὰ τὸ τέλειον καὶ ἀκριβὲς τῆς ἀρετῆς, ζωὴν δὲ διὰ τὸ διαρκὲς καὶ αἰώνιον τῆς ὑπάρξεως, τοῦς δὲ ἐν ἀρετῇ βεβι

 ταραχὴν ἐκδύσης. ἐπειδὴ οὖν βέβαια καὶ ἀναφαίρετα τὰ τῆς ψυχῆς ἀγαθά, βέβαιος ἡ

 σφραγιζομένην ἡμῖν τὴν θείαν ὑπεροχὴν οἰκείως θεῷ νοεῖν καὶ μὴ κατὰ τὴν ἀνθρωπίνην ταπεινότητα, ἐπεὶ καὶ πᾶς ὁ περὶ θεοῦ λόγος τοιοῦτος ἐσχημάτισται σ

 λεγομένων ἔπεισι θεῷ, ἀλλ' ἀνθρωπίνως μέν, ὡς ἔφην, οἱ λόγοι, θείως δὲ παρὰ τοῖς εὐσεβοῦσι νοοῦνται καὶ οὐ ῥανθήσεται τὸ ἀναλλοίωτον καὶ ἄτρεπτον τῆς

 τοῦ θαρσεῖν ἐπικουρία· οὐ γὰρ ἐκ τῆς ὑμετέρας ἀνδρείας τὸ θαρσεῖν ἔσται βεβαίως ποτέ, ὅτι μηδὲν ἐν ἀνθρώπῳ στερρὸν καὶ ἄτρεπτον ἀγαθόν, ἀλλ' ἐκ τῆς ἐμ

 ἐπὶ τὴν τῆς θεότητος δήλωσιν μᾶλλον ἡ τούτου ῥέπει γραφὴ ἅτε τῆς ἀνθρωπότητος ἱκανῶς προεγνωσμένης, λέγει δὲ τὰ μὲν ἀνθρώπινα μᾶλλον ἐξ ἐπιδρομῆς,

 Ματθαίου φωνή, ἣν ἀπεμνημόνευσεν εἰπόντος τοῦ κυρίου· οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθ

 αὐτὰ πᾶσιν ἀνθρώποις ἀποθνῄσκειν ἔδειξε τὴν παραλλαγὴν ἐν τούτῳ, ἐν τῷ μὴ σκορπισθῆναι τὴν τῶν ὀστέων ἁρμονίαν αὐτοῦ.

 ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ. πολλὰ μὲν οὖν παραλελειμμένα ὑπὸ Ἰωάννου γέγραπται πρὸς τῶν λοιπῶν εὐαγγελιστῶν, πολλὰ δὲ κἀκ

λεγομένων ἔπεισι θεῷ, ἀλλ' ἀνθρωπίνως μέν, ὡς ἔφην, οἱ λόγοι, θείως δὲ παρὰ τοῖς εὐσεβοῦσι νοοῦνται καὶ οὐ ῥανθήσεται τὸ ἀναλλοίωτον καὶ ἄτρεπτον τῆς τοῦ θεοῦ δόξης ἐν ταῖς ὑμετέραις ὑπονοίαις διὰ τὸ ἀκούειν αὐτὸν ἀνθρώπων λαλούντων. οὕτω τοίνυν οὐδὲ ἐπὶ τοῦ πνεύματος τὸ ἀκούειν καὶ τὸ λαμβάνειν προσθήκην τινὰ δέξεται γνώσεως οὐδὲ μεταβολῆς ἐπὶ τὴν ἀναλλοίωτον τοῦ πνεύματος οὐσίαν. 121

Jο 16, 17- Τὴν εἰς οὐρανοὺς ἀνάληψιν αἰνιττόμενος τοῖς λοιποῖς, τοῖς δὲ οὔπω δῆλον τὸ λεγόμενον, ὀκνοῦσι δὲ ἐρωτᾶν. ὅθεν σκοποῦσιν αὐτοὶ καθ' ἑαυτοὺς καὶ δια λαλοῦσιν ἡσυχῇ. ἦν δὲ οὐκ ἀνάγκη πυνθάνεσθαι λόγῳ τοῦ καὶ πρὸ ἐρωτήσεως ἐπισταμένου τὴν ἐν καρδίᾳ ζήτησιν αὐτῶν (ἀκούει δὲ Χριστὸς τῶν ἐν καρδίᾳ νοημάτων πρὸ τῶν ἐν χείλεσιν ῥημάτων) καὶ ὡς ἐρωτήσασιν αὐτοῖς καὶ προτεί νασιν τὴν ζήτησιν ἀποκρίνεται ἐνδεικνύμενος αὐτοῖς καὶ διὰ τούτου τὴν θεό τητα πρὸς βεβαιότητα τῆς πίστεως· ζητεῖτε γάρ, φησίν, περὶ τοῦ λόγου τοῦ μετὰ βραχὺ μὲν δηλοῦντος τὴν ἐμὴν ἀναχώρησιν, μετὰ βραχὺ δὲ πάλιν τὴν ἐπάνοδον ἔσεσθαι. ἔσται τοῦτο οὕτως. εἴρηται καὶ διὰ λύπης ἀνάγκη τὴν χαρὰν ὑμῖν ἐπιφανῆναι καὶ χαρήσεται μὲν ἡ ἀδικία πρὸς ὀλίγον ὡς δὴ κεκρατηκυῖα, ἐπεὶ δ' ἂν ἐγὼ τὸ πάθος ὑπέλθω· ὑμεῖς δὲ λυπηθήσεσθε ὡς οὐκέτι τὸν σωτῆρα ἔχοντες. μεταβολὴ δὲ ἐπακολουθήσει ταχεῖα τῷ πράγματι καὶ ὑμεῖς ἐκ τῆς τοῦ θανάτου λύπης τὴν τῆς

ἀναστάσεως χαρὰν κομιεῖσθε. 122 Jο 16, -22 Λυπηρὸν μὲν τοῖς μαθηταῖς ἡ μέλλουσα ἀναχώρησις αὐτοῦ, τερπνὸν δὲ ἡ ἀνάστασις· ἑκατέρα δὲ ἐν βραχεῖ καιρῷ γίνεται. ὅμοιόν τι ταῖς τῶν γυναικῶν ὠδῖσι τὸ πρᾶγμα φανήσεται· ὡς γὰρ ὠδίνει μὲν γυνὴ πρὸ τοῦ τοκετοῦ, ἀπὸ δὲ τῶν ὠδίνων ὁ τοκετὸς καὶ τὸ ἐπίπονον εἰς τέρψιν καταλήγει καὶ ἡ τέρψις ἀναιρεῖ τῆς λύπης τὴν μνήμην, οὕτως ἀποβήσεται ὑμῖν ἐπὶ τοῦ καινοῦ καὶ θαυμασίου τούτου τοκετοῦ· νῦν γὰρ ὡς ἀληθῶς ἄνθρωπος εἰς τὸν κόσμον γεννᾶται ἐκ παραδόξων ὠδίνων καὶ λύπην μὲν ὑμῖν αἱ περὶ τὸ πάθος ὠδῖνες προσοίσουσιν, χαρὰν δὲ ἡ μετὰ τὸ πάθος ἀνάστασις, χαρὰν οὐδαμῶς ἔτι μετα βαλλομένην οὐδὲ ἀφαιρετὴν ὑπὸ ἀνθρώπου ἤ τινος ἄλλου, ὅτε διὰ τῆς ἀναστά σεως τοῦ νέου ἀνθρώπου νέοι καταστάντες εἰς τὴν πρὸς θεὸν ἥξετε παρρησίαν· χαρήσεσθε γάρ, ὅταν ἴδητε ξένον τῷ κόσμῳ παιδίον ἀποτεχθέν, ἄφθαρτόν τε καὶ ἀνώλεθρον, ἑαυτὸν δὲ δηλονότι φησίν. 123 Jο 16,25 Παραβολικοὶ καὶ δι' ὁμοιώσεων οἱ περὶ θεοῦ λόγοι, ἐν οἷς παραβάλλεται θεὸς ἀνθρώπῳ λαλοῦντι καὶ υἱὸς ἀκούοντι καὶ πνεῦμα ὡσαύτως ὡς ἀκοῦον καὶ λόγους λαμβάνον. ἀφομοιοῦνται πατὴρ καὶ υἱὸς ὡς ἐρχόμενοι πρὸς ἀνθρώ πους καὶ κατοικοῦντες ἐν ἀνθρώποις· λαλιὰ γὰρ καὶ ἀκοὴ καὶ πορεία καὶ κατοίκησις καὶ ὅσα τοιαῦτα σωματικῶς ἔχει τὰς ὁμοιότητας. οὐχ οἷόν τε δὲ ἀνθρώπους ἑτέρως ἀκούειν ἢ οὕτως. ἔσται δέ φησι καιρός, ὅτε μὴ διὰ τῶν ὁρατῶν ὁμοιώσεων, ἀλλὰ διὰ τῆς ἀοράτου δόξης θεοῦ ἀκούσεσθε καὶ γνώσεσθε, ὅτε δηλαδὴ τελειωθέντες ἐν πνεύματι πρὸς θεοῦ γνῶσιν οἰκείως διατεθήσεσθε, καὶ τότε θεία τις ἡ τοῦ κυρίου πρὸς ὑμᾶς ὁμιλία γενήσεται σαφὴς καὶ οὐ δι' ἐπι καλύμματος ποιουμένη τὴν περὶ πατρὸς διδασκαλίαν.124 Jο 16,32 Ἀλλὰ καὶ τὸ νῦν ἀξιόπιστον, φησίν, αὐτίκα σαλευθήσεται καὶ οἱ λέγοντες πιστεύειν φεύξεσθε μικρὸν ὕστερον κινηθείσης ὑμῶν ὑπὸ τοῦ φόβου τῆς πίστεως. καὶ τοῦτο, φησίν, οὐκ ἐμοὶ χαλεπόν, ἀλλ' ὑμῖν· ὑμεῖς γὰρ τοῦ διδασκάλου μονωθήσεσθε καὶ τὸν σωτῆρα ἀπολείψετε, ἐγὼ δὲ τοῦ πατρὸς οὐ μονωθήσομαι· οὐδὲν γὰρ τὸ μεταξὺ διαχωρίζον ἐμὲ καὶ τὸν πατέρα. 125 Jο 16,33 Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. μέλλων ἀπιέναι, φησίν, ἀναγκαίως διὰ τῶν νῦν εἰρημένων καθίστημι τὰς ψυχὰς ὑμῶν εἰς τὸ μὴ ταράσσεσθαι, ἀλλὰ τῇ πίστει πρὸς τὰς περιστάσεις ἀντέχειν· πολλὰ μὲν γὰρ παρ' ἀνθρώποις τὰ θλίβοντα, μεγάλη δὲ παρὰ τοῦ νενικηκότος τὰς θλίψεις ἡ

18