Fragmenta in epistulam ad Romanos

 Rom 1,18 Ὡς τὸ τοῦ θεοῦ ὄνομά τε καὶ σέβας εἰς τὰ τοῦ θεοῦ μετενεγκόντες δημιουργήματα. εἶτα καὶ ἑρμηνεύει ὅπως. εἰ γὰρ ἡ ὁρατὴ κτίσις τὸν ἀόρατον ἱκα

 Χριστοῦ πίστεως εἰς πάντας διαβαίνουσα τοὺς πιστεύοντας καὶ πᾶσιν ἐναναπαυομένη.

 τὰ παρὰ θεοῦ. ὁ δὲ ἐλπίσας εἰς θεὸν οὐκ αἰσχυνθήσεται· εὐδοκεῖ γὰρ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. συναιτία ἄρα τῶν ἐλπιζομένων ἀγαθῶν ἡ θλίψις

 εἰς τὸν αἰῶνα. καὶ ταῦτα μὲν διὰ τοῦ Ἡσαίου. διὰ δὲ τοῦ Ἰερεμίου τὴν καινὴν διαθήκην ἐπαγγελόμενος ὁ θεός· αὕτη, φησίν, ἡ διαθήκη ἣν διαθήσομαι πρὸς α

 θάνατον ἀποκρύπτουσα, καὶ οὐκέτι τεθνεῶτα ὁρῶμεν Χριστόν, ἀλλὰ ζῶντα καὶ συνεδρεύοντα τῷ πατρί, καὶ ὑπὲρ ἀνθρώπων πρεσβεύοντα κατὰ τὸ ἀνθρώπινον καθ'

 ἔλεος δὲ οὐδὲν ἀλλ' ὠμότητα πᾶσαν κατὰ 68 τῶν Ἰσραηλιτῶν ὁ Φαραὼ δέδειχεν. ἀφῄρηκεν οὖν τὸν ἔλεον τοῦ μὴ παρεσχηκότος τοῦτον ἑτέροις, ὥσπερ ἐκ τῶν ἐνα

 παρέχει τοῖς πιστεύουσιν μεταδιδοὺς τῆς ἁγίας δικαιοσύνης, τέλος νόμου Χριστός, καὶ εἰς Χριστὸν ὁ νόμος παρεσκεύαζεν δεικνὺς τοῦτον ὄντα πλήρωμα μὲν ἑ

 ἀπροφάσιστοι μὴ πιστεύσαντες γένοιντο. εἰ μὴ ἦλθον γάρ, φησί, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· οὐδὲ γὰρ οὐδὲ τὴν βραχεῖαν ἣν εἶχον ἔτι πρὸς τὸ

 καταφορᾶς καὶ ἀναισθησίας χώραν δέδωκεν, ἐπιτείνοντι τὰς ἀγνωσίας ἀεὶ καὶ τὰς σκοτώσεις· θεὸς γὰρ 73 οὐκ ἐνεργεῖ τὸ κακόν, ὅτι ἐκ στόματος κυρίου οὐκ

 Rom 11, -21 Τὸ δὲ ἀντὶ τῶν ἐξαιρεθέντων ἐντεθῆναι, φησί, μηδενὶ ὑπερηφανίας αἴτιον, ἀλλὰ φόβου γενέσθω λογιζέσθω γὰρ ὅτι κατὰ χάριν διὰ πίστεως ἐνετέθ

 θεὸς ἠρέσκετο, ἀλλ' ἔτι τοῦτο μόνον χωρούντων τῶν παιδαγωγουμένων ἠνέχετο· οὐ γάρ πω τὸ τοιοῦτο πρᾶξιν εἶχεν ἀγαθοῦ, ἀλλὰ κώλυσιν κακοῦ, ἡ δὲ ἀποχὴ το

 ὑστερήματα τῶν ἁγίων ὀνομάζει ὁ Παῦλος, πολυτρόπως τῆς διακονίας λεγομένης σωματικῶς τε καὶ πνευματικῶς.

 ἀδελφὸς κἂν ὀνομάζηται. ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, φησίν, ᾖ πόρνος ἢ εἰδωλολάτρης ἢ πλεονέκτης ἢ λοί δορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσ

 ἀξίων. οὐ γάρ, εἰ θεός ἐστιν, φέρει τι μὴ ἀρέσκον ἑαυτῷ- οὐδὲν γὰρ εἰς τὸ καθάψασθαι θεοῦ καὶ λυπῆσαι θεὸν ἰσχύσειεν ἄν, ἵνα δὴ καὶ λέγωμεν ὡς οὐκ ἤρε

Rom 1,18 Ὡς τὸ τοῦ θεοῦ ὄνομά τε καὶ σέβας εἰς τὰ τοῦ θεοῦ μετενεγκόντες δημιουργήματα. εἶτα καὶ ἑρμηνεύει ὅπως. εἰ γὰρ ἡ ὁρατὴ κτίσις τὸν ἀόρατον ἱκανὴ δεικνύναι, καταλιπόντες δὲ τοῦτο οἱ ἄνθρωποι τὰ δημιουργήματα ἐθεοποίησαν, ἐν ἀδικίᾳ κατέσχον τοῦ θεοῦ τὴν ἀλήθειαν, ἀφ' ὧν δεῖ γνῶναι τὸν θεὸν πλανηθέντες.

Rom 1,19 Οὐκ οὐσία τούτου ἡ ἐνεργοῦσα, ὥσπερ ἑτέρωθί φησιν· ἀφθάρτῳ ἀοράτῳ μόνῳ σοφῷ θεῷ, ἀλλ' αἱ ταύτης ἐνέργειαι ἀόρατοι οὖσαι φύσει καὶ μηδενὶ μηδέποτε γινόμεναι καταφανεῖς, ἀλλὰ διὰ τῆς κτίσεως ἐνδεικνύμεναι.

Rom 1,21 Μάταιος ἄρα τοῦ μὴ ὄντος ὡς ὄντος φαντασία, μηδενὸς ὄντος περὶ τὸν θεὸν ὁμοιώματος τῶν παρὰ τούτοις προσκυνουμένων. ἐκ τῆς οὖν ἄφρονος ἑαυτῶν διανοίας καὶ σκότος ταῖς ψυχαῖς ἑαυτῶν ἐπεισήγαγον. Rom 1,32 Ἐνταῦθα πάλιν τὸ ἀναίτιον τοῦ θεοῦ καὶ τὸ ὑπαίτιον τοῦ ἀνθρώ που, καὶ τὸ δίκαιον τῆς ἐπιφερομένης κρίσεως. ταῦτα γὰρ δρῶσιν, οὐκ ἀγνοοῦντες ὅτι παρὰ θεῷ κριτῇ κολάσεώς ἐστιν ἄξια· δῆλοι γάρ εἰσιν οὐκ ἀγνοοῦντες τὸ τοιοῦτον ἐπειδὰν κρίνωσιν, καὶ θανάτῳ τοὺς τὰ τοιαῦτα ποιοῦντας μετέρχονται. ὅταν οὖν καὶ οἱ φαῦλοι τὴν τοῦ καλοῦ γνῶσιν ἔχοντες φαίνωνται, καὶ χρώμενοί γε αὐτῇ, ἐπειδὰν μὴ ταῖς ἡδοναῖς παρατρέπωνται, μαρτυροῦσι τῇ δημιουργίᾳ τοῦ θεοῦ ὅτι καλή· ὅπερ καὶ ὁ Ἐκκλησιαστὴς ἐπιθεωρήσας φησίν, ὅτι ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον εὐθῆ· καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς. τῶν δὲ ἀνθρώπων οἱ μὲν ἀρχηγοὶ πρὸς τὸ κακόν, οἱ δὲ ἀκολουθηταὶ τοῦ κακοῦ, ἀμφότεροι δὲ πονηροί, καὶ ὁ κατάρξας καὶ ὁ συνδραμών. τοῦ δὲ ποιεῖν τὸ συνευδοκεῖν 60 χεῖρον τίθησι κατὰ τὸ λεγόμενον· εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ. ὁ μὲν γὰρ ποιῶν, μεθύων τῷ πάθει, ἡττᾶται τῆς πράξεως, ὁ δὲ συνευδοκῶν, ἐκτὸς ὢν τοῦ πάθους, πονηρίᾳ χρώμενος, συντρέχει τῷ κακῷ. τὸ οὖν οὐ μόνον, ἀλλὰ καὶ συνευδοκοῦσιν, ἐπιτάσεώς ἐστιν, τούτους μέντοι αἰτιᾶται ὡς ἑκάτερα ποιοῦντας.

Rom 2,1 Περὶ θεοῦ διαλεγόμενος, ἀποδώσει, φησί, κατὰ τὰ ἔργα αὐτοῦ, κατὰ τὸ εἰρημένον τῷ ψαλμωδῷ· ὁ δὲ σωτὴρ περὶ αὐτοῦ τοῦτο λέγει φάσκων· τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. ὅταν οὖν ὅπερ ὡμολόγηται εἶναι θεοῦ, τοῦτο υἱοῦ φαίνηται ὄν, κοινωνία τῆς φύσεως δείκνυται καὶ ἀληθὴς υἱότης.

Rom 2,10 Καλῶς δὲ πάλιν ἐνταῦθα Ἰουδαίῳ τε πρῶτόν φησι, δευ τέρως δὲ Ἕλληνι· οἱ γὰρ πλησιέστερον τοῦ δεσπότου καὶ τῶν ἐπι τιμήσεων ὑπὲρ τοὺς ἄλλους τιμῶνται καὶ τῶν τιμῶν ὑπὲρ τοὺς ἄλλους ἀπολαύουσιν. Rom 2,13 ∆ικαίωσιν δὲ οὐ τὴν τελείαν τὴν κατὰ Χριστόν· περὶ γὰρ ἐκείνης, ὅταν φησίν· ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ.

Rom 2,14 Εἰ καὶ τῆς ἀκροάσεως τῆς τοῦ νόμου, φησίν, ἀπολέλειπται τὰ ἔθνη, ἀλλ' ἐὰν κατὰ τὸν φυσικὸν νοῦν ἐπιτελῇ τὰ τοῦ νόμου βουλήματα, νόμον ἔχει τὴν φύσιν.

Rom 2,16 Ἄνθρωποι γὰρ τῶν φανερῶν κάθηνται δικασταὶ μόνων, κρίσιν δὲ τῶν ἀποκεκρυμμένων ὡς θεὸς ποιεῖται· ἄνθρωπος γάρ, φησίν, ὄψεται εἰς πρόσωπον, ὁ δὲ θεὸς εἰς καρδίαν· ὥστε Χριστοῦ κρίνοντος θεὸν εἶναι τὸν κριτήν. 61

Rom 3,3 Ὁμολογείσθω, φησί, τὸ τοῦ θεοῦ βέβαιον καὶ ἀληθὲς πανταχοῦ, ἄνθρωποι δὲ ἀβέβαιοι καὶ ψευδεῖς ἐλεγχέσθωσαν, ἵνα νικᾷ ταῖς εὐεργεσίαις ὁ θεὸς ὑπὲρ τὴν ἀξίαν τῶν ἀνθρώπων τὰ παρ' ἑαυτοῦ χαριζόμενος. καὶ ἐπειδὰν κρίνηται πρὸς πᾶσαν σάρκα κατὰ τὸ γεγραμμένον ἀναμφισβήτητον, ** ἢ τὰ πάντα μὲν αὐτὸν παρεσχηκέναι κατὰ τὴν ἀγαθότητα τὴν ἑαυτοῦ καὶ ὑπὲρ τὴν ἀνθρώπων ἀξίαν, τοὺς δὲ ἀνθρώπους μὴ παρεσχηκέναι αὐτῷ τὰ μὴ προσήκοντα.

Rom 3,21 Οὐ κατ' ἐναντίωσιν τὴν πρὸς νόμον, ἀλλὰ κατὰ προσθήκην ἀγαθοῦ καὶ δωρεὰν θεοῦ, ἵνα μηκέτι ἐν ἀνθρωπίνῃ δικαιοσύνῃ κρινώμεθα τῇ πάντως ἐξελεγχομένῃ, ἀλλὰ τῇ παρὰ θεοῦ δικαιοσύνῃ τελειωθῶμεν· αὕτη δέ ἐστιν ἡ διὰ τῆς

2