1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

κηρυσσομένην, ὡς Μονογενοῦς παρὰ Πατρός· οὐχ ὡς Πατρὸς αὐτοῦ ὄντος, οὐδ' ὡς τοῦ Πατρὸς ἅμα τῷ Λόγῳ πεφηνότος, ὥσπερ ὁ ἄν θρωπος ἅμα τῷ ἑαυτοῦ φαίνεται λόγῳ, καὶ οὐκ ἔστι φανῆναι τὸν λόγον, εἰ μὴ καὶ ὁ λαλῶν αὐτὸν παρείη καὶ φθέγγοιτο. Τίσιν οὖν πιστεύομεν; Πότερον τοῖς εὐαγγελιζομένοις ἡμῖν Υἱὸν παρὰ Πατρὸς ἐπι δεδημηκότα, ἢ τοῖς ἓν πρόσωπον ἅμα τῷ Λόγῳ τὸν Πατέρα φάσκουσιν εἶναι; Εἰ γὰρ ἓν πρόσωπον, πῶς τὸ μὲν ἀποστέλλει, τὸ δὲ ἀποστέλλεται, καὶ θεωρεῖται διὰ σαρκός; «Θεὸν» γὰρ «οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο,» καὶ παραγεγονὼς αὐτὸς φθέγ γεται τῇ ἁγίᾳ φωνῇ, παρέχων τὴν ἑαυτοῦ θεωρίαν, καὶ διὰ ταύτης τὴν τοῦ Πατρὸς ἐπίγνωσιν ὑποτι θέμενος· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» οὐχ ἑαυτὸν εἶναι τὸν Πατέρα φάσκων, πῶς γὰρ, τὸν ἀόρατον; ἀλλὰ τοιοῦτον οἷον τὸν Πατέρα· προειρήκει γάρ· «Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε,» τὴν δυάδα τῶν προσώπων ἄντικρυς ἡμῖν ἐξηγούμενος, ἀπαραλλάκτῳ γνωριζομένην θεό τητι. ∆ιόπερ ὁ τῆς τοῦ Υἱοῦ καταξιούμενος θεωρίας οὐκ ἀπεστέρηται τῆς τοῦ Πατρός. Οὐ γὰρ ἀλλοῖον ὁ γεννήτωρ ἐγέννα, ἀλλὰ τοιοῦτον οἷος αὐτός. Εἰ γοῦν ἕν τι μόνον εἶναι πρᾶγμα νομίζεις, δύο δὲ ὄντα κατὰ ἀλήθειαν, ἀγνοεῖς τὸν Πατέρα καὶ τὸν Υἱόν. Τίς οὖν σοι πρὸς τὴν ἐκκλησιαστικὴν διδασκαλίαν ἐστὶ κοι νωνία; Πῶς δὲ τὰς τοῦ δεσπότου δέξῃ φωνὰς, «Ἐγὼ, φησὶ, καὶ ὁ Πατὴρ ἕν ἐσμεν;» Καὶ πάλιν περὶ τοῦ Πατρὸς διαλεγόμενος, «Παρ' αὐτοῦ εἰμι,» φησὶ, «κἀκεῖνος ἐμὲ ἀπέστειλε·» προστίθησι δὲ καὶ τὸ τρίτον· «Ἐγὼ,» φησὶ, «παρακαλέσω τὸν Πατέρα μου, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν.» Ὅταν οὖν περὶ μὲν ἑαυτοῦ λέγῃ τὸ, «Ἐγώ,» περὶ δὲ τοῦ Πατρὸς, «Ἐκεῖνος,» περὶ δὲ τοῦ Πνεύματος, 28.101 «ἄλλος·» πῶς οὐκ ἀποστασία σαφὴς ἀρνεῖσθαι τὰ τρία, καὶ μόνον εἶναι λέγειν τὸν φάσκοντα· «Οὐκ εἰμὶ μόνος, ὅτι ὁ πέμψας με Πατὴρ μετ' ἐμοῦ ἐστι.» Χρῆται δὲ καὶ νομικῇ φωνῇ, καὶ διὰ ταύτης δύο παρίστησιν ὄντας αὐτόν τε καὶ τὸν Πατέρα· «Ἐν τῷ νόμῳ, γάρ φησι, τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν· Ἐγὼ,» φησὶν, «εἰμὶ ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.» Ἰδοὺ γὰρ δύο πρόσωπα, καὶ εἰ μὴ λέγεις δύο εἶναι κατὰ ἀλήθειαν, τοῦτο λέ γων οὐδὲ τὴν μαρτυρίαν ἐᾷς συνίστασθαι οὖσαν ἀλη θινήν. Τοῦτο γὰρ πιστοῦται τὴν μαρτυρίαν, τὸ μὴ ὑφ' ἑνὸς γίνεσθαι μόνου, ἀλλ' ὑπὸ δύο. Καὶ γὰρ με μαρτύρηκεν ὁ Πατὴρ ἐξ οὐρανοῦ λέγων· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός·» καὶ Υἱὸς Θεοῦ εἶναι ὁ μονογενὴς Υἱὸς μαρτυρεῖ, καὶ τῷ Πατρὶ διείλεκται σαφῶς ἐν ἀκοαῖς ἀνθρώπων λέγων· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναὶ ὁ Πατήρ· ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου.» Ἀλλὰ τί πρὸς ταῦτα ἀπολογοῦνται οἱ τῆς Ἰουδαίων ἀρνήσεως ὑπηρέται, ὑπὲρ τοῦ μὴ σαφῶς ἐλέγχεσθαι τοῖς Εὐαγγελίοις ἀντιπράττοντες τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ οὕτως δύο ὑποστάσεις φαίνεσθαι, ἕνα τὸν Πατέρα Θεὸν, ἕτερον δὲ τὸν Υἱὸν ἄνθρωπον; Φεῦ τῆς ἀσεβείας! Καὶ τί τοῦτο διαφέρει τῆς Σαμοσατέως ἀπο λογίας; εἰπάτωσαν δὲ πῶς ἄνθρωπος περὶ ἑαυτοῦ ταῦτα φθέγγεσθαι τολμᾷ. «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα;» Πῶς δὲ ὁ εὐαγγελιστὴς περὶ αὐτοῦ ταῦτα φθεγγομένου μαρτυρεῖ, ὅτι Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ; Οὐκ ἄνθρωπος ἴσος τῷ Θεῷ, ἀλλ' ὁ ἐκ τοῦ Θεοῦ Θεὸς ἴσα ἕξει τῷ γεγεννηκότι κατὰ τὴν φύσιν, ὡς καὶ Παῦλος μαρ τυρεῖ, οὐ περὶ τῆς ἐνανθρωπήσεως, ἀλλὰ τὰ πρὸ τῆς ἐνανθρωπήσεως ἐξηγούμενος· «Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ.» Ἴσμεν καὶ ἀνθρωπίνως πολλάκις τὸν Σωτῆρα φθεγ γόμενον· ἀλλ' οὐχ ὅτε φησίν· «Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.» Οὐ γὰρ ἄνθρωπος ὁ πεμφθεὶς εἰς τὸν κό σμον, ὁ λέγων·