1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

τούτων ἦν, καὶ τούτοις παρέχει τὸ εἶναι, καὶ αὐτῇ τῇ δυνάμει τοῦ πε ποιηκότος ἐπιστηρίζεται. ∆ιό φησι Παῦλος· «Ἐξ οὗ τὰ πάντα, καὶ δι' οὗ τὰ πάντα, καὶ εἰς ὃν τὰ πάντα·» καὶ πάλιν· «Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κι νούμεθα, καὶ ἐσμέν.» Ἄνελε δή μοι τὸν ἐν τόπῳ ἐστηριγμένον, ὅτε διανοῇ περὶ Θεοῦ, καὶ τοῦ Λόγου, καὶ τοῦ Πνεύματος· ἄνελε τοπικοὺς χωρισμοὺς, καὶ μὴ ἀλλαχοῦ τὸν Πα τέρα ὄντα, ἀλλαχοῦ δὲ τὸν Υἱὸν ἐκπέμπειν ἐκ τοῦ γεννᾷν ὑποπτεύσῃς. Οὗτοι γὰρ οἱ ψευδεῖς, μᾶλλον δὲ καὶ ἄθεοι λογισμοὶ, περὶ τὴν ὕπαρξιν τοῦ Υἱοῦ σε σκανδαλίζουσι. Συνεξήρνηται δέ σοι μετὰ τοῦ Υἱοῦ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τοῦ ὑφ' ἑνὸς προ κατέχεσθαι πάντα τοῦ Πατρός. Μὴ ζητεῖτε μέγεθος τόπου τοσοῦτον, ὃς δυνήσεται χωρῆσαι μέγεθος Θεοῦ· οὐ γάρ ἐστι τὸ ἀμέτρητον ἐπὶ τῷ μεμετρημένῳ, ἀλλὰ σπιθαμῇ μὲν αὐτοῦ μετρεῖ τὸν οὐρανὸν, ὡς ὁ προφήτης παραβολικῶς ἑρμηνεύει· μεμέτρηκε δὲ καὶ 28.113 τὸ ὕδωρ τῇ χειρὶ, καὶ τὴν γῆν πᾶσαν δρακί. Ὧ δ' οὕτως ἐλάχιστα πάντα, ὡς ἡ προφητικὴ παρα βολὴ μετρίως ὑποδείκνυσι, πῶς ἂν τῇ μικρᾷ καὶ ἐλα χίστῃ κτίσει συμπαρεκτείνεσθαι δόξειεν; Οὐ συμ παρεκτεινόμενος τοῖς πᾶσι πεπλήρωκε τὰ πάντα ὁ Θεός· σωματικὸν γὰρ τοῦτο, ὥσπερ εἰ τὸν ἀέρα φαίη πεπληρωκέναι τις τὸν μεταξὺ γῆς καὶ οὐρανοῦ· ἀλλ' ὡς δύναμις συνέχει τὰ πάντα· δύναμις γὰρ ἀσώμα τος, ἀόρατος, οὐ κυκλοῦσα, οὐ κυκλουμένη. Τὸ αὐτὸ δὲ καὶ περὶ τοῦ Υἱοῦ, καὶ περὶ τοῦ ἁγίου Πνεύ ματος· διὰ γὰρ Υἱοῦ καὶ ἐν Πνεύματι τὰ πάντα ὁ Θεὸς καὶ συνεστήσατο, καὶ συνέχων διαφυλάττει. Ἀσεβὲς τοίνυν καὶ ζητεῖν καὶ ἐννοεῖν τὸ ποῦ πο τέ ἐστιν ὁ Θεὸς, ἢ ὁ Λόγος τίνα τόπον εἴληχεν, ἢ τὸ Πνεῦμα τίνα οἴκησιν ἐκληρώσατο. Εἰ δὲ διὰ τοῦτο τὸν Υἱὸν οὐκ εἶναί τις οὐδὲ γεγεννῆσθαι λέγοι, ὅτι τόπος αὐτοῦ τῆς οὐσίας ἀνεπινόητος καὶ ἀνεύρητος, ὁ τοιοῦτος οὐδὲ τὸν Πατέρα φαίη εἶναι καθάπαξ, οὐδ' ὑπάρχειν Θεόν· ἐπεὶ μηδὲ τόπος τις εὑρίσκεται Θεοῦ. «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός.» Ἄφρονες ὡς ἀληθῶς οἱ τοιοῦτοι, κεναῖς φαντασίαις ἑαυτοὺς παραλογιζόμενοι· νηπίων καὶ παντάπασιν ἀνοήτων τὰ ῥήματα, ὀφθαλμῷ λαμβάνεσθαι τὸ ἀσώματον καὶ τόπῳ περιλαμβάνεσθαι βουλομένων. ∆ῶμεν δὲ αὐτοῖς βραχείας τινὰς εἰκόνας ἐκ τῶν ἐνδεχομένων ἀσωμάτων, τινῶν ἐπιμνησθέντες πραγμάτων, ἃ δὴ καθ' ἡμᾶς ὄντα, καὶ ἐπὶ τῆς κτί σεως φαίνεται, εἴ πως δυνηθεῖεν διὰ τούτων ἀναβαίνοντες ἐννοῆσαί πως τὸ ἀσώματον τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· καὶ μηκέτι φαντάζεσθαι τόπους αὐτῶν, μηδὲ τοπικὰς διαιρέσεις τῆς Τριάδος ἐπινοεῖν. Ἀσώματος καὶ πνευματικὸς ὢν ὁ νόμος, ἔστιν ἐν τῇ τοῦ νομομαθοῦς διανοίᾳ· ἐν τῇ αὐτῇ δὲ καὶ οἱ προφῆται, Εὐαγγέλια καὶ ἀπόστολοι· καὶ εἴρηται περὶ τῶν νομικῶν καὶ προφητικῶν λόγων «Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας·» καὶ ὁ Σωτὴρ τὸν ἔχοντα παλαιὰ καὶ καινὰ ῥήματα ἐπὶ τῆς ἑαυτοῦ διανοίας ἐοικέναι φησὶν ἀν θρώπῳ οἰκοδεσπότῃ, ὅστις προφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Ἐδέχετο δὲ ὁ Μωϋσέως νοῦς σοφίαν τε πᾶσαν Αἰγυπτιακὴν, καὶ τὴν ἐκ τοῦ Θεοῦ δοθεῖσαν αὐτῷ. Καὶ ∆ανιὴλ, σύνεσιν πᾶσαν τὴν Χαλδαίων ὑποδεξάμενος, ἐχώρει καὶ τὰ ποικίλα τῆς θείας σοφίας νοήματα, ὅπερ σημαίνει δι' Ἰεζεχιὴλ ὁ Θεός· «Μὴ σὺ σοφώτερος εἶ τοῦ ∆ανιήλ; πᾶν κρύφιον οὐχ ὑπεδείχθη σοι.» Ἀναρίθμητος δὲ ἡ τοῦ Σολο μῶνος φρόνησις, καὶ τὸ χύμα τῆς καρδίας αὐτοῦ, 28.116 ὡς ἄμμος, ἡ παρὰ τὴν θάλασσαν. Τὸ δὲ τοσοῦτον πλῆθος τῶν σοφιῶν περὶ μίαν ὁρῶντες διάνοιαν, ἐνθυμείσθωσαν αὐτὰς οὐκ οὔσας ἐν τόπῳ. Πόσος γὰρ ἂν τῷ μεγέθει γενόμενος ἄνθρωπος, ἐξήρκεσεν εἰς τὴν τοσούτων ὑποδοχὴν, εἰ τόποις μεμερισμένοις τῶν θεωρημάτων ἕκαστα εἶχεν; Ὅταν οὖν τὰ ἐνταῦθα πνευματικὰ μὴ δέηται πλειόνων τόπων πλείονα ὄντα, ἀλλὰ περὶ τὸν ἕνα καὶ τὸν αὐτὸν στρέφηται νοῦν, ἐννοήσωμεν καὶ τὰ ὑπὲρ ἡμᾶς, καὶ καθ' ἑαυτὰ ὄντα ἀσώματα, τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα μὴ τόπων δεόμενα, μηδὲ τόποις διαιρούμενα· καὶ μὴ διὰ τοῦτο ἀνύπαρκτον ἢ τὸν Πατέρα τις, ἢ τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα τὸ ἅγιον ὑποτίθεσθαι τολμάτω· ὅτι μηδὲ ἔστι τόπον ἀφορίζειν καὶ