1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

Παῦλος πρὸς Γαλάτας διισχυρίζεται. Ἀλλ' εἰ καὶ ἄνθρωπος ὁμώνυμος ἡμῖν, δεύτερος ἄνθρωπος, καὶ οὐχ οἷος ὁ πρότερος γηγενὴς, καὶ ὁ μὲν ψυχὴ ζῶσα, ὁ δὲ Πνεῦμα ζωοποιοῦν. 28.120 Ταῦτα γὰρ θεῖά τε καὶ ἀποστολικὰ ῥήματά τε καὶ δόγματα, καὶ τὰ ἔργα τῇ θεότητι μαρτυρεῖ μετ' ἐξουσίας οὐρανίου πραττόμενα, ὅτε κελεύει μὲν στοιχείοις, ἐπιτιμᾷ δὲ πνεύμασι, δυνάμει δὲ πηρώσεις ἀποκαθίστησι, καὶ θελήματι νόσους ἰᾶται, καὶ λέγει τὴν ἐξουσίαν, καὶ οὐκ ἀποκρύπτεται, καὶ καταργεῖται δι' αὐτοῦ θάνατος, φωτίζεται δὲ ζωὴ καὶ ἀφθαρσία, καὶ δημιουργεῖται δεύτερον ἡ φθαρεῖσα τῶν ἀνθρώπων φύσις, καὶ κόσμος ἀνακαινοῦται διὰ τῆς παρουσίας αὐτοῦ, καὶ κτίσις ἀναφαίνεται καινὴ διὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ, μεταμορφουμένου μὲν τοῦ σώματος τῆς ταπεινώσεως ἡμῶν εἰς συμμορφίαν τοῦ σώματος τῆς δόξης αὐτοῦ· τῆς δὲ κτίσεως ὅλης ἐλευθερουμένης ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ὅτι δὲ ὁ σαρκωθεὶς Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ὁ Πατὴρ οὐκ ἔστιν, οὐδ', ὡς ἐκεῖνοι φαῖεν, ὁ μόνος Θεὸς, ἅπασαι μαρτυροῦσιν αἱ θεῖαι Γραφαὶ, Υἱὸν τοῦ Θεοῦ τὸν παραγεγονότα κηρύττουσαι, καὶ περὶ Πατρὸς ἀεὶ διαλεγόμενον ἐπιδεικνύουσαι, παρὰ Πατρὸς ἐληλυθέναι φάσκοντα, καὶ πρὸς Πατέρα ἀπιέναι. Καὶ οὐδὲν δεῖ μηκύνειν παρατιθέμενον μαρτυρίας· πάντα γὰρ, ὡς εἰπεῖν, τὰ Εὐαγγέλια, καὶ αἱ τῶν ἀποστόλων γραφαὶ εἰς τοῦτο συντείνουσιν. Ἄλλας τε Ἑλληνικὰς ἡμῖν ἀντιλογίας κινοῦσι, καὶ τὰς ἐξ Ἰουδαίων βλασφημίας ἐπιφέρουσι, χλευάζοντες τὸ μυστήριον τῆς ἀποστολῆς τοῦ Λόγου καὶ σαρκώσεως. Εἰ γὰρ ἀποστέλλεται, καὶ καταβαίνει, φασὶν, οὐκ ἔσται μετὰ τοῦ ἀποστέλλοντος, οὐδὲ τῷ ἄνω μένοντι σύνεστι. Μαθέτωσαν δὴ τὸ ἄνω καὶ τὸ ἐν ὕψει μὴ σωματικῶς ἀκούειν μόνον, ἀλλὰ δή τι καινότερον ἐνθυμείσθωσαν. Τὸ γὰρ, «Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος,» καὶ τὸ, «Ὑψώσω σε, Κύριε,» καὶ τὸ, «Αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας,» οὐκ ἐν τόπῳ τινὶ καὶ μετεώρῳ τὸν Κύριον ὄντα παρίστησιν, οὐδ' ὑπὸ ἀνθρώπων μετεωριζόμενον ὑπογράφει τὸν Θεὸν, οὐδ' ὑπὸ τῶν· ἄλλων τῶν ὑμνούντων αὐτὸν, ἀλλὰ τὸ μεγαλοπρεπὲς τῆς ἀοράτου θεότητος ὕψος καλεῖ. Καὶ ὁ λέγων· «Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων,» οὐ τόπον οἰκήσεως ἀποκληροῖ τῷ Κυρίῳ τὸν οὐρανὸν, ἀνθρώποις δὲ τὴν γῆν· ἀλλὰ τὴν ὑπεροχὴν τοῦ Θεοῦ καὶ μεγαλοπρέπειαν ἐπιδείκνυσιν. Ὅταν οὖν τὸ μὲν σεμνὸν καὶ μεγαλοπρεπὲς ἐπουράνιον εἶναι λέγηται, τούτῳ δὲ ἀντικειμένως τὸ ταπεινὸν γηΐνως τε καὶ ἐπὶ γῆς εἶναι λέγηται, κατάβασις εὑρίσκεται τοῦ Λόγου ἡ ἐκ τῆς ἀσωμάτου μεγαλοπρεπείας εἰς τὸ τοῦ σώματος εὐτελὲς ἐπίδοσις, ἐπιδεδωκότος ἑαυτὸν εἰς σωματικὴν μόρφωσιν διὰ φιλανθρωπίαν καὶ τὴν τοῦ παντὸς σωτήριον πρόνοιαν. Ἀπεσταλμένος τε κατὰ τοῦτο νοηθήσεται, ὅτι ἀῤῥήτῳ βουλήσει τοῦ ἀσωμάτου Πατρὸς σώματι δέδω 28.121 κεν ἑαυτόν. Μὴ τοίνυν αἱ σωματικαὶ φωναὶ, τουτέστιν ἡ κατάβασίς τε καὶ ἀποστολὴ πρὸς ἄρνησιν τῆς σαρκώσεως αὐτοῦ προσαγέσθωσαν, ὅτι μὴ καταβαίνει τοπικῶς μηδὲ ἀποστέλλεται Θεός· ἀλλ' ἀκουέτωσαν τοῦ Ἀποστόλου φράζοντος τὸ πρᾶγμα, καὶ ἅμα τῶν τοιούτων ὁμοιώσεων, ὅτε φησίν· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος.» Τοῦτο ἦν τὸ καταβῆναι, τοῦτο τὸ ἀποσταλῆναι εἰς ἔνδυμα ταπεινότερον τῆς ἀξίας αὐτοῦ, ὑπόβασις ἡ τῆς ἀνθρωπίνης μορφῆς ἐπαμφίασις, κατὰ τὸ βούλημα τοῦ Πατρὸς ἐπιτελουμένη. Εἰ δὲ τόπῳ καὶ σώματι ὁ Λόγος μὴ περιγράφεται, οὐκ ἀποσπασθήσεται τοῦ ἀσωμάτου Πατρὸς διὰ τὴν πρὸς σῶμα ἀνάκρασιν· δέδεκται γὰρ αὐτὸν τὸ σῶμα βουληθέντα, ὡς πεφύκει ἡ σαρκίνη φύσις Θεὸν ὑποδέξασθαι. Μένει δὲ οὐδὲν ἔλαττον ἐπὶ τῆς ἑαυτοῦ φύσεως, ἢ καὶ πρὸ τῆς σαρκώσεως. Ὥστε ἡ ἐξ οὐρανοῦ κατάβασις οὐκ ἦν μετάβασις ἐξ οὐρανοῦ, οὐδὲ ἡ ἀποστολὴ χωρισμὸς ἀπὸ τοῦ πέμποντος Πατρός.