1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

θεότητι τὰ μὴ μετέχοντα τῆς θεότητος οὐ συντάττεται. Πῶς οὖν ἐν τῷ γεγεννηκότι ὁ γεγεννημένος; καὶ πάλιν ὁ γεννήτωρ ἐν τῷ γεννήματι; πῶς οὗτος ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ; Ὅτι καὶ αὐτὸς τοιοῦτός ἐστιν οἷος κἀκεῖνος, κἀκεῖνος οἷος οὗτος. Οὕτω καὶ ἓν τὰ δύο, τῷ μὴ διαλλάττειν, μηδὲ ἀπεσχοινίσθαι, μηδὲ καθ' ἕτερον εἶδος καὶ ξένον χαρακτῆρα νοεῖσθαι τὸν Υἱὸν, ἀλλ' εἶναι Θεὸν, ὥσπερ καὶ ὁ Πατήρ. Ἐπεὶ καὶ εἰπόντος αὐτοῦ· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ἠγανάκτουν οἱ Ἰουδαῖοι λέγοντες, «Ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Καὶ ὁ Σωτὴρ ἀπε κρίνατο βεβαιῶν τὸ εἰρημένον ὑπ' αὐτῶν, ὡς οὐδὲν ἄλλο ἢ τοῦτο δεδηλωκὼς ἐν τῷ φάσκειν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» τὸ εἶναι καὶ αὐτὸν Θεὸν Υἱὸν ὄντα Θεοῦ· «Εἰ ἐκείνους θεοὺς εἶπε, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆ ναι ἡ Γραφή· ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, Ὅτι βλασφημεῖς· ὅτι εἶπον, ὅτι Υἱὸς Θεοῦ εἰμι; εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ θέ λητε πιστεύειν, τοῖς ἔργοις πιστεύετε· ἵν' εἰ δῆτε, καὶ γινώσκητε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Οὐκοῦν ἐν τῷ Πατρὶ τὸν Υἱὸν εἶναι, καὶ τὸν Πατέρα ἐν τῷ Υἱῷ, τοῦτό ἐστι καὶ οὐδὲν ἕτερον, τὸν Υἱὸν εἶναι Θεοῦ τὸν ἐκ τοῦ Θεοῦ γεγεννημένον, Θεὸν ὄντα κατὰ τὴν φύσιν, ὅπερ ὁ Πατὴρ, καὶ δεικνύντα τὸ πατρῷον εἶδος ἐν ἑαυτῷ, καὶ δεικνύμενον ἐπὶ τῆς πατρικῆς ὑποστάσεως. Εἷς οὖν, καὶ εἷς, καὶ ἡ δυὰς οὐ μεμέρισται τῇ φύσει, ἀνενδεὴς οὖσα τῇ τελειότητι, ὅλον μὲν τὸ πλή ρωμα τῆς θεότητος ὁ Πατὴρ, ὡς Πατὴρ, ὅλον δὲ τὸ πλήρωμα τῆς θεότητος ὁ Υἱὸς, ὡς Υἱός. Ἐπειδὴ δι' ἀμφοτέρων ἓν εἶδος νοεῖται, ὁλοκλήρως ἐν ἀμφο τέροις δεικνύμενον. Μηδεὶς ἀρνείσθω τὴν φανερω θεῖσαν ἐν τῷ κόσμῳ ζωήν· «Ἥτις ἦν,» φησὶ, «πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν.» Καὶ πρὸ τῆς φανερώσεως τοῦτο ἔδοξεν εἶναι, ἡνίκα πεφανέρωται. Γεγέννηται γὰρ ἀϊδίως, καὶ ὑπάρχει μετὰ τοῦ ἰδίου Πατρός. Μηδεὶς ἀρνούμενος τὰ τρία τὴν μονάδα εὑ ρίσκειν νομιζέτω· ἀλλ' ἐν τῇ Τριάδι νοείτω τὸ ἓν, ἔχων τὸ κεφάλαιον τῆς πίστεως ἐν τῷ βαπτίσματι, καὶ ἐν ταῖς τρισὶν ἁγίαις σφραγῖσι, δι' ὧν εἰς σωτηρίαν ἀναγεγέννηται, μεμνημένος τοῦ Ἀποστό λου λέγοντος· «Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα·» μεμνημένος τοῦ λέγοντος Πατρός· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε,» τοῦ τε Υἱοῦ μαρτυροῦντος, ὅτι ἦν πρὸ τοῦ κόσμου παρὰ τῷ Πατρὶ, τὴν δόξαν ἔχων τὴν τῆς θεότητος· «∆όξασόν με γὰρ,» φησὶ, 28.112 «Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί·» τὴν μὲν κατὰ ἄνθρωπον δόξαν αἰτῶν, τὴν δὲ κατὰ Θεὸν ἔχων πρὸ τοῦ κόσμου μαρτυρῶν. Εἶχε δὲ τὴν δόξαν ὢν καὶ ὑπάρ χων· οὐδὲ γὰρ ὁ μὴ ὢν δεδόξασται. Εἰ δὲ ἦν, καὶ γεγέννητο· οὐ γάρ ἐστιν υἱὸς μὴ γεγεννημένος· ἀλλ' εἰ γεγέννηται, φησὶν, ἐκτός ἐστι τοῦ γεννήσαν τος, καὶ διῄρηται· ἀδιαίρετον δὲ χρὴ εἶναι Λόγον ὄντα ἐν Θεῷ, καὶ μὴ φαινόμενον ἔξω τοῦ Θεοῦ. Ποῦ γὰρ ἂν καὶ φανείη ἐκτὸς, πάντα τοῦ Θεοῦ πεπληρω κότος, κατὰ τὸ γεγραμμένον· «Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος;» Τοιαύταις φαντασίαις ἀναιρεῖν ἐπιχειροῦσι τὴν γέννησιν τοῦ Υἱοῦ, καὶ τὴν ἀπὸ τοῦ Πατρὸς ἀΐδιον πρόοδον, καὶ τὴν μετὰ τοῦ Πατρὸς ὕπαρξιν, καὶ τὸ τελείως μὲν ὑφεστάναι Πατέρα καθ' ἑαυτὸν, τελείως καὶ τὸν Υἱὸν καθ' ἑαυτὸν ὑφεστάναι. Μαθέτωσαν οὖν, ὅτι μὴ νοοῦσι, «μήτε ἃ λέγουσι, μήτε περὶ ὧν διαβε βαιοῦνται,» τόπῳ Θεὸν περιγράφοντες, καὶ τὸν Υἱὸν αὖ πάλιν ἐν ἑτέρῳ φανταζόμενοι τόπῳ, καὶ μεμε ρίσθαι, τὸν μὲν ἐκεῖ, τὸν δὲ ἐνθάδε νομίζοντες, ἐὰν γεγεννημένος καὶ πεφηνὼς καθ' ἑαυτὸν ἀπὸ τοῦ Πατρὸς ὁ Υἱὸς ὁμολογῆται. «Τίς τόπος τῆς κατα παύσεώς μου;» φησὶν ὁ Θεὸς διὰ τοῦ προφήτου. «Ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι,» Σολομὼν λέγει πρὸς τὸν Θεόν· τεκμηρίῳ με γίστῳ πείθων τοὺς ἀνθρώπους ὁ Θεὸς, ὅτι μηδεὶς αὐτοῦ τόπος δεκτικός. «Ἡ γὰρ χείρ μου,» φησὶν, «ἐποίησε ταῦτα πάντα.» Οὐ τοίνυν περιέχει τὰ ποιήματα τὸν πεποιηκότα, ὃς καὶ πρὸ