καλεῖ τοῦ ἀμυήτως ἔχοντος πρὸς αὐτήν, ἄρα οὐδὲ πρὸς ἄλλον τινὰ ἔχει ὑποψίας ἔννοιαν ἡ παρθένος. 8 Mt 1, 21 εἰ λαὸν ἔχει καὶ πρὸ τοῦ γεννηθῆναι ἐκ Μαρίας καὶ σῴζει, δῆλον ὅτι ὡς θεός. 9 Mt 1, 24 Μετὰ τὴν μνηστείαν συνέλαβεν, ἵνα δόξῃ ἐξ αὐτοῦ κεκυηκέναι καὶ ἵνα ἐξ αὐτοῦ γενεαλογηθῇ καὶ σχῇ καὶ κηδεμόνα ἐν ταῖς ἐπιβουλαῖς. 10 Mt 2, 3-6 Οὐχ ἡ τῶν μάγων φωνὴ ἐτάραξεν αὐτόν, ἀλλὰ τὸ θρυλεῖσθαι παρὰ πάντων τῶν νομομαθῶν καὶ τοῖς τῶν προφητῶν πιστευόντων λό γοις· οἱ γὰρ μάγοι βασιλέα ἐζήτουν, οἱ δὲ Ἰουδαῖοι Χριστὸν ἐφήμιζον τετέχθαι. διὸ ἐάσας τοὺς μάγους, καλέσας δὲ τοὺς Ἰουδαίους ἠρώτα ποῦ ὁ Χριστὸς γεννᾶται, ὃν νῦν ὑμεῖς φημίζετε ἀκούσαντες τῶν μάγων. καὶ οἱ τῆς ἀληθείας ἐχθροὶ καὶ ἄκοντες λέγουσιν τὴν ἀλήθειαν καὶ τὴν προφητείαν ἑρμηνεύουσιν εἰκῇ πᾶσαν· οὐ γὰρ προσέθηκαν τὸ ἑξῆς. πρέσβεις δὲ καλεῖ τοὺς μάγους, ἐπειδὴ τρόπον τινὰ ἦλθον πρὸς τὸν βασιλέα τοῦ Ἰσραήλ, ἵνα πρεσβεύσωνται καὶ γένηται εἰρήνη μεταξὺ αὐτῶν καὶ τῶν Ἰσραηλιτῶν καὶ γένηται τῶν ἐθνῶν καὶ Ἰουδαίων "μία ποίμνη, εἷς ποιμὴν" ἀμφοτέρων. τί δὲ τοῦτο ἦν, ὅτι αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς-ἀπὸ τῶν περάτων τῆς οἰκουμένης ἔρχονται ὀψόμενοι τὴν φάτνην. 11 Mt 2, 6 Ἰσραὴλ πρῶτος ὁ Ἰακὼβ ἐκλήθη, ὅτε ἑώρακε τὴν κλίμακα καὶ τοὺς ἀγγέλους ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπ' αὐτὸν δι' αὐτῆς καὶ προσεπάλαισε τῷ ὀφθέντι αὐτῷ καὶ πρὸς αὐτοῦ ἤκουσεν· "οὐκέτι τὸ ὄνομά σου Ἰακώβ, ἀλλὰ Ἰσραήλ". τούτῳ δὲ τῷ ὀνόματι ἅπας ὁ τῶν Ἰουδαίων ἐκλήθη λαὸς ὡς ἐξαιρέτῳ τε καὶ θείῳ καὶ ἀπὸ τῶν ἄλλων ἐθνῶν διαστέλλοντι αὐτούς. ἔστι δὲ Ἰσραὴλ νοῦς ὁρῶν τὸν θεόν. διὸ καὶ ἡ ἐξ ἐθνῶν ἐκκλησία Ἰσραὴλ ὠνομάσθη οὐ κατὰ σάρκα, ἀλλὰ κατὰ θείαν χάριν. 12 Mt 2, 7-11 Πότερον δὲ ἅμα τῷ γεννηθῆναι κατέλαβον καὶ ἐν σπαργάνοις ἐθεά σαντο τὸν Χριστὸν οἱ μάγοι ἢ ἐν οἰκίᾳ μετὰ τῆς μητρὸς καθεζόμενον; ἀληθέστερον οἶμαι τὸ ἐν σπαργάνοις. διὸ καί, ὡς ἀνωτέρω εἴπομεν, ὁ ἀστὴρ πρὸ τῆς τοῦ κυρίου γεννήσεως ἐφάνη. ἐκ τούτου δὲ δῆλον, ὅτι προέλαβε καὶ τὴν τῶν μάγων ἄφιξιν. 13 Mt 2, 9 Ἔστη ὁ ἀστὴρ πῆγμα ἓν ἀκίνη τον, ἵνα οἱ μάγοι μηκέτι προβῶσιν· οὐ μὴν κατελθὼν ἐξ οὐρανοῦ ἔστη ἐπὶ γῆς, οὔτε ἐπάνω τοῦ οἴκου ἐστήριξεν ἑαυτὸν ἔθος ἔχων οὐ κατὰ τὴν τῶν ἄλλων κίνησιν ποιεῖ σθαι τὴν πορείαν, ἀλλὰ ξένον τινὰ δρόμον ποιούμενος καὶ ἄλλοτε ἐν ἄλλοις φαινόμενος κλίμασιν τότε μόνον ἔστη ἀκίνητος. Ἀκίνητος ἦν ὁ ἀστὴρ καὶ ἑστη κώς, ἀλλ' οὐ τὸν οὐρανὸν κατα λιπὼν πλησίον τῆς γῆς ἐπορεύετο οὐδ' ἐπὶ τῆς οἰκίας ἐστήρικτο· οὐ γὰρ τὴν αὐτὴν κίνησιν τοῖς λοιποῖς ἄστροις ἐποιεῖτο, ἀλλὰ ξένην τινὰ καὶ ἀλλόκοτον. 14 Mt 2, 20 Οὐκέτι φησίν, φεῦγε, ἀλλὰ πορεύου, ἄνεσιν μετὰ τὸν πειρασμὸν αἰνιττόμενος· τὴν ψυχὴν δὲ τοῦ παιδίου εἰπὼν τὴν δόξαν Ἀπολι ναρίου ἀνατρέπει σάρκα λέγοντος εἰληφέναι τὸν κύριον ἄνουν καὶ ἄψυχον. ἐν μέντοι τῇ οἰκονομικῇ τοῦ Χριστοῦ καθόδῳ εἰς Αἴγυπτον καὶ τῇ ἐκεῖθεν αὖθις εἰς Ἰουδαίαν ἀναστροφῇ ἀνακεφαλαιοῦται τὴν αἰχμαλω σίαν τοῦ λαοῦ ὁ θεὸς καὶ λυτροῦται αὐτὸν ἐξ ἐπιβουλῆς ἐπὶ τὰ ἴδια πάλιν ἀνάγων. 15 Mt 2, 23 Πλὴν ἐπισημήνασθαι ἄξιον, ὅτι ἡ Ναζαρὲτ ἐν τοῖς τῆς Ἰου δαίας ἔκειτο τέρμασιν, εἰς ἣν κατ οικήσας Χριστὸς δηλοῖ, ὅτι διὰ τὸ τῶν Ἰουδαίων μιαιφόνον ἔμελλε τὴν Ἰουδαίαν καταλιπεῖν καὶ ἐπὶ τὰ ἔθνη μετελθεῖν ἕνεκεν τοῦ τοῖς φιλομαθέσιν ἀφορμὴν δεδωκέναι τῆς εἰς Χριστὸν πίστεως. Ἐν τοῖς ἐσχάτοις τῆς Ἰουδαίας ἔκειτο ἡ Ναζαρέτ. καταλιπὼν δὲ ὁ Χριστὸς τὴν Ἰουδαίαν καὶ ἀπελ θὼν εἰς Ναζαρὲτ ἀριδήλως ἐδή λωσεν ὡς Ἰουδαίους καταλείψει καὶ ἐπὶ τὰ ἔθνη μεταβιβάσει τὸ σέβας. ἅμα δὲ καὶ τοῖς φιλομαθέσιν αἰτίαν δώσει τοῦ πιστεῦσαι εἰς αὐ τόν. 16 Mt 2, 23 Εἰ δὲ ὁ Ναζωραῖος ἅγιος ἑρμηνεύεται ἢ κατά τινας