Commentarii in Matthaeum

 καλεῖ τοῦ ἀμυήτως ἔχοντος πρὸς αὐτήν, ἄρα οὐδὲ πρὸς ἄλλον τινὰ ἔχει ὑποψίας ἔννοιαν ἡ παρθένος. 8 Mt 1, 21 εἰ λαὸν ἔχει καὶ πρὸ τοῦ γεννηθῆναι ἐκ Μαρί

 ἄνθος, εὑρί σκεται τοῦτο παρὰ πολλοῖς τὸ ὄνομα· ἅγιον γὰρ ἁγίων ὁ ∆ανιὴλ αὐτὸν ὀνομάζει. καὶ ὁ Ἠσαΐας· ῥάβδον ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐξ αὐ

 ᾐτεῖτο· ἀμετανόητος γάρ, ἀλλ' ἵνα εἰς κενοδοξίαν ἑλκύσῃ τὸν Χριστόν. ὅπερ εἰδὼς ὁ σωτὴρ οὐχ ὑπήκουσεν αὐτοῦ. 32 Mt 4, 3-4 Εἰς φιλοδοξίας πάθος θέλων ἑ

 φιλοποιοῦντες αὐτῷ. μακάριοι οἱ τοιοῦτοι ὡς μιμησάμενοι τὸν υἱὸν τοῦ θεοῦ· υἱοὶ γὰρ κληθήσονται ἀθανασίας μετασχόντες ἤτοι συμβασιλεύσουσι τῷ Χριστῷ ἐ

 ὅπερ ὁ Λουκᾶς σαφηνίσας λεπτὸν ὠνόμασεν. ἡμεῖς δὲ ἀπαλλαγῶμεν καὶ τοῦ ἐχθροῦ καὶ ἐκδικη τοῦ, ἤγουν τοῦ διαβόλου, ἕως ἐσμὲν ἐν τῇ ὁδῷ ταύτῃ, καὶ τῶν

 61 Mt 5, 31 Ὁ τὴν σώφρονα ἐκβάλλων δίδωσιν αὐτῇ ἄδειαν ἄλλῳ γαμηθῆναι, ὅπερ ἐστὶν εἶδος μοιχείας ὡσανεὶ μὴ λυθείσης συζυγίας· οὐ γὰρ τὰ ῥεπούδια παρὰ

 6, 14 ∆ύναται καὶ ὁ Ἰησοῦς ὡς θεὸς ἀφιέναι ἁμαρτίας, ἀλλ' ὡς ἔτι ἀτελέσι τοῖς μαθηταῖς οὔπω τὸν περὶ τῆς ἰδίας θεότητος παρέδωκε λόγον καθαρῶς. 74 Mt

 καταδικάζου σιν· λέγουσι γὰρ ἔσθ' ὅτε περί τινος· ὁ δεῖνα σκληρός, ἀπάνθρωπος, αἰσχροκερδής, φιλάργυρος, ὠμός, ἀνόητος, εἶτα ταῦτα περιτιθέντες ἑτέ ρο

 τὸ δὲ ὀρνίθιον τὸ ζῶν ἔξω τῆς πόλεως εἰς τὸ πεδίον ἐξαπέστειλεν. ἐπιτήρει οὖν, ὅπως διὰ τῶν εἰρημένων ὁλο κλήρως ἡμῖν ζωγραφεῖται Χριστός· διὰ μ

 διαβόλου καθελὼν τυραννίδα. ἦλθες, φασίν, πρὸ καιροῦ· ᾔδεσαν γὰρ ἐν τῷ λόγῳ, ὅτι καὶ ἔμελλεν ἥξειν ὁ Χριστὸς καὶ ὅτι αὐτὸς ἔχει αὐτοὺς κρῖναι. εἰ δὲ κ

 ἐὰν προσ τρέχῃ βέβηλος ἁγίῳ, δεῖ αὐτὸν ἀποστρέφεσθαι κατὰ τό· οὐ βδελύξῃ Ἰδουμαῖον οὐδὲ Αἰγύπτιον. ἀλλ' ἐπὶ Χριστοῦ οὐδὲν τοιοῦτον δεῖ ἐννο εῖν τοῦ

 τὰ οὐκ ὄντα αὐτοῦ, ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτὸν καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς· ἅπαντας μὲν γὰρ τοὺς ἐ

 Πόλεις δὲ τοῦ Ἰσραήλ φησι καὶ τῶν πιστῶν τὰ συστήματα, ἅτινα ἕως τῆς συντελείας τοῦ αἰῶνός εἰσιν καὶ οὐ παύονται οἱ διδάσκον τες καὶ οἱ διδασκόμενοι ἕ

 μᾶλλον ἐκ θεοῦ. Ὁ μὲν Ἰωάννης γεννητὸς ἦν γυναικός, οἱ δέ γε τὴν πίστιν προσ ηκάμενοι γεννητοὶ μὲν οὐκέτι χρη ματίζουσι γυναικῶν, ἀλλ' ἐκ θεοῦ ἐγεννή

 ἐν ὅλῃ καρδίᾳ μου. ἀλλ' οἱ διεστραμμένοι τὸν νοῦν· ἰδού, φασίν, χάριν ὁμολογεῖ τῷ πατρί, εἶτα πῶς οὐκ ἐλάττων ἐστὶν αὐτοῦ; πρὸς τοῦτο φαίη τις ἂν τῶν

 παρὰ τὴν πρώτην διαθήκην ἐστὶν ἡ καινὴ ἡ διὰ Ἰερεμίου προκηρυχθεῖσα, δεῖ πάντως καὶ νόμοις οὐχὶ τοῖς ἀρχαίοις κεχρῆσθαι, ἀλλὰ τοῖς καινοῖς. ἀλλ' οἱ Φα

 ποιῆσαι. τοῦτο δὲ ἔλεγον ὡς μὴ δυναμένου αὐτοῦ ποιῆσαί τι τῶν θεοπρεπῶν τυφλώττοντες τῇ διανοίᾳ· τὸ γὰρ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν καὶ νε κροὺς ἐγεῖραι

 ἐσχηκόσι σπινθῆρα φωτὸς νοητοῦ, εἰς ἀσύνετον δὲ τρα πεῖσι γνῶσιν σβεσθήσεται καὶ αὐτὸ τὸ μικρὸν ὃ ἔχουσι σέλας, ὅπερ πεπόνθασιν Ἰουδαῖοι εἰς Χριστὸν μ

 θαλασσουργικὸν ἔχοντες ἐπιτήδευμα χαλῶσι τὸ λίνον οὐ δια κρίνοντες, ἀλλ' ὅπερ ἂν τοῖς βρόχοις ἐναποληφθῇ, τοῦτο πάντη καὶ πάν τως ἕλκουσιν εἰς γῆν, οὕ

 πνευματικὴν καὶ σπερματίζειν καὶ τοὺς λοιποὺς δι δάσκειν δυνάμενον καὶ ἀναμετρεῖν εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ ἰσχῦον. 180 Mt 14, 2

 αὐτοὺς ἀσυνέτους ὁ κύριός φησι περὶ τὸ σῶμα στρεφο μένους, ὥσπερ οἱ Φαρισαῖοι, καὶ μηδέπω διαβαίνοντας ἐπὶ τὸν ἔσω ἄνθρωπον. βρώματα οὖν, φησίν, σώματ

 περιπεσεῖν ἀσθενείαις καί τι τοιοῦ τον ἐννενοηκότας εἰπεῖν· πῶς ἀρνήσεταί τις ἑαυτόν; ἢ πῶς ἀπολέσας τὴν ἑαυτοῦ ψυχὴν εὑρήσει αὐτήν; τί δὲ τοῖς τοῦτο

 καὶ ἔδει τὸν τοῦ δαιμονῶντος πατέρα λυπούμενον ἀπελθεῖν οὐ τε τυχηκότα τῆς φιλοτιμίας, ἅτε οὐκ ἀμώμητον ποιησάμενον τὴν πρόσοδον, ἀλλὰ τοῦ χοροῦ τῶν ἀ

 τῶν λυπηρῶν καὶ πλείω τούτων αἰσθάνονται ἢ τῶν ἡδίστων. 211 Mt 17, 24 καὶ πανούργως ἐρωτῶσι τὸν Πέτρον. ἐπειδή, φησίν, ἔθος ἔχει τοῖς τοῦ Μωσέως ἀντιπ

 μεταφοιτώντων τῶν ἅπαξ ἐκκλινάντων πρὸς ἔφεσιν ἀρετῆς, χρὴ δεδιέναι τὰς τῶν ἁγίων φωνάς, κἂν μὴ πολλοί τινες εἶεν οἱ διορίζοντες· πεπληροφόρηκε γὰρ κα

 τοῦ καταγνωσθῆναι λόγον, τίς οὐκ ἂν εὐθύνοι τὸ λοιπὸν τὴν ἐφ' ἑνὶ παρά βασιν οὐδὲ φυγών; οὐδὲ γὰρ ἂν διαδρῴη τὸ κατὰ νοῦν ἁμαρτεῖν καὶ ὁ σφόδρα νηφάλι

 χρόνους, καὶ ὅτι τινὲς ἐνάρετοι ηὑρέθησαν, τινὲς δὲ κατεφρόνησαν διὰ μωρίαν τοῦ μέλλοντος αἰῶνος. ἐπὶ τέλει δὲ τοῦ βίου, ὅ ἐστιν ἑσπέρα (ὁ γὰρ ἀπὸ τῆς

 ὢν φύσει καὶ υἱὸς τοῦ πατρὸς γέγονεν ἄνθρωπος καὶ ἦλθεν ἐν ὀνόματι κυρίου ὁ κύριος καλούμενος. οὗτος οὖν ὡς φύσει θεὸς εὐλογημένος λέγεται, τοῦτ' ἔστι

 Ἰουδαίων ἐκβληθέντων ἐκ τοῦ ναοῦ σὺν ταῖς τυπικαῖς θυσίαις οἱ τυφλοὶ καὶ χωλοὶ θεραπεύονται οἱ τύπον ἔχοντες τῶν ἐθνῶν. μαθέτωσαν μέντοι καὶ οἱ πωλοῦν

 ὁδὸς καὶ ἡ πρὸς τὸ πνεῦμα κοινωνία, δι' ὧν τις κτᾶται τὴν τῶν οὐρανῶν βασιλείαν. 244 Mt 21, 42 Ταύτην τεθαύμακε τὴν γωνίαν ἤτοι τῶν δύο λαῶν τὴν εἰς τ

 ἦλθον εἰς μέσον καὶ νομομαθής τις ἄγαν παρ' αὐτοῖς νομιζόμενος ἐρωτᾷ ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ, οἰηθεὶς ὅτι μέλλει μὲν τὰ Μω σέως παραγράφεσθαι, π

 αὐτῶν γεγονότες ὁμολογοῦντες, ὅτι οἱ προφῆται γεγόνασι σεπτοὶ καὶ τίμιοι, περιήρμοσαν αὐτοῖς τοὺς στεφάνους ἤτοι τὰ μνημεῖα τιμὴν ἀπονείμαντες τὴν τοῖ

 νοητὴν ἔχει τὴν διὰ πίστεως θέαν· ὅταν γὰρ εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν καὶ πιστεύσωσι τῷ Χριστῷ, τότε οἱ μετὰ ταῦτα πιστεύσαντες Ἰουδαῖοι ὁρῶσι τὸ

 τὴν ἀφήγησιν καὶ ἐξακρι βοῦν ὅτι μάλιστα πειρᾶσθαι λεπτῶς. εἰ δὲ δή τι βούλοιντο τῶν ἐπέκεινα μέτρου τοῦ κατὰ σφᾶς αὐτοὺς πε ριττῶς ἀναμαθεῖν, καταστέ

 γὰρ ὁ τοιοῦτος τῆς τοῦ δεσπότου βασιλείας ὁλοκλήρου μέτοχος· τοῦτο γὰρ δηλοῖ τὸ ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. οὐ λέγει τίς ἐστιν ο

 280 Mt 25, 1-13 Παρθένοις παρεικάζει τοὺς τῶν λαῶν ἡγουμένους· ἄσπιλον δεῖ εἶναι τὸν ἱερουργὸν ψυχῇ τε καὶ σώματι καθὼς καὶ ὁ Παῦλός φησιν, ἵνα ᾖ ἁγί

 ἐργασίας ὁ παρὼν καιρός, ὁ δὲ μέλλων ἀνταποδόσεως. 281 Mt 25, 6-9 Αἱ ψυχαὶ ἀμελοῦσαι τῆς ἀρετῆς μαραίνονταί τε καὶ οἱονεὶ κατα σβέννυνται καὶ εἰς παρα

 μακαρίου ∆αβὶδ ᾐτιᾶτο λέγων· σὺ δέ, ἄνθρωπε ἰσό ψυχε, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα. καὶ πάλιν· ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτε

 τῶν σεβομένων αὐτὸν ἐνιέντος ψυχαῖς καὶ ἀναλόγως τοῖς ἑκάστου μέτροις διανέμοντος· ὅτι δὲ ἐν εὐφροσύναις ἐσόμεθα νοηταῖς, ὁ θεῖος ἡμᾶς ∆αβὶδ πληροφορή

 ∆ώδεκα εἶπε λεγεῶνας· ἀντὶ ὑμῶν λέγων τῶν δώδεκα μαθητῶν, ὥστε οὐ τῆς ὑμῶν ἐπικουρίας δέομαι· οὐ γὰρ κέχρημαι τῇ ἐξουσίᾳ, ἀλλ' ἐκδίδωμι ἐμαυτὸν τοῖς Ἰ

 προαπηγγελμένα· ὁ μὲν γάρ φησιν· οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ. ὁ δέ· καθὼς ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου

 ἀνανεώσασθαι, εἰ καὶ ὁ πρότερος ὡς ὁ εἷς τῶν λῃστῶν παρ ητήσατο, οὐκ ἔχομεν λέγων βασιλέα εἰ μὴ Καίσαρα καὶ τὸ αἷμα τὸ ἀθῷον ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴ

 κατὰ τῶν πεπαρ ωνηκότων εἰς αὐτόν. τὸ δὲ ῥαγῆ ναι τὰς πέτρας τὰς τῶν ἐθνικῶν ψυχὰς ἀνεωχθῆναι δηλοῖ εἰς τὸ παραδέχεσθαι τὴν τοῦ Χριστοῦ πίστιν. οἱ δὲ

 κηρύγμασι καὶ περιέπουσι τὸν υἱὸν αἱ τῶν ἄνω πνευμάτων στρατιαὶ ὡς τῶν ὅλων δεσπότην καὶ κύριον καὶ ὅτε γέγονε σάρξ, τοῦτ' ἔστιν ἄνθρωπος. 318 Mt 28,

τὴν ἀφήγησιν καὶ ἐξακρι βοῦν ὅτι μάλιστα πειρᾶσθαι λεπτῶς. εἰ δὲ δή τι βούλοιντο τῶν ἐπέκεινα μέτρου τοῦ κατὰ σφᾶς αὐτοὺς πε ριττῶς ἀναμαθεῖν, καταστέλλειν ἡσυχῆ καὶ μεταπείθειν εὖ μάλα πολυπραγμονεῖν ἑλέσθαι τὰ πρε πωδέστερα καὶ δρᾶν ἐπὶ τούτων τὰ δι' ὧν ἂν γένοιντο διαφανεῖς καὶ ἐκπρεπεστάτην ἔχοντες τὴν ἐξ ἔργων ἀγαθῶν φαιδρότητα παρὰ θεῷ. ἑλο μένους τοιγαροῦν οὐκ οἶδ' ὅπως τὰ ὑπὲρ μέτρον οἰκετικὸν ἐρέσθαι τε καὶ μαθεῖν, ἠρεμεῖν ἀναπείθει λογισμοῖς ἀναγκαίοις ἐκδυσωπῶν, ὅτι μηδὲ ἀγγέλοις ἀπεκάλυψεν ὁ πατὴρ μηδ' αὐτῷ τῷ υἱῷ καθί στησιν γνώριμον, εἴπερ τις εἴη ψι λὸς καὶ κατ' αὐτοὺς ἄνθρωπος ἐπὶ γῆς καὶ οὐκ ἔχων φύσει τὸ εἶναι θεός. Ἔθος ἦν τῷ σωτῆρι Χριστῷ τοιοῦτόν τι δρᾶν ἐπὶ τοῖς ἁγίοις μά λιστα μαθηταῖς, εἰ διαπυνθάνοιντό τι τῶν ὅσα ἦν φιλομαθείας μὲν ἔχοντα δόξαν, ὑψηλοτέρας γε μὴν ἐρεύνης ἀπηλλαγμένα, χαρίζεσθαι τὴν ἀφήγησιν καὶ ἐξακριβοῦν ὅτι μάλιστα πειρᾶσθαι λεπτῶς. εἰ δὲ δή τι βούλοιντο τῶν ἐπέκεινα μέ τρου τοῦ κατὰ σφᾶς αὐτοὺς περιτ τῶς ἀναμαθεῖν, περιστέλλειν ἡσυχῆ καὶ μεταπείθειν εὖ μάλα πολυπραγ μονεῖν ἑλέσθαι τὰ πρεπωδέστερα. ἐπειδὴ οὖν τὰ ὑπὲρ αὐτοὺς ἤθελον μανθάνειν οἱ μαθηταί, σκήπτεται χρησίμως τὸ μὴ εἰδέναι καθὸ ἄν θρωπος καί φησι μηδὲ αὐτοὺς εἰδέναι τοὺς κατὰ τὸν οὐρανὸν ἁγίους ἀγγέλους, ἵνα μὴ λυπῶνται ὡς μὴ θαρρηθέντες τὸ μέτριον. καὶ ὅρα πῶς ἠρεμεῖν ἀναπείθει λογι σμοῖς οἰκείοις καὶ ἐκδυσωπεῖ, ὅτι μηδὲ ἀγγέλοις ἀπεκάλυψεν ὁ πατὴρ μηδὲ αὐτῷ τῷ υἱῷ καθίστατο γνώ ριμον. 274 Mt 24, 36 Εἰ καὶ ἡ συντέλεια δήλη ἦν, τί οὐκ ἂν ἐποίησαν; εἰ ὁ υἱὸς σοφία ἐστὶν τοῦ πατρὸς καὶ εἰ, ἃ οἶδεν αὐτός, οὐκ οἶδεν ἡ σοφία, εὑρίσκεται πάλιν αὐτὸς ἀγνοῶν ἢ ὅτι ἡ φύσις αὐτοῦ βελτίων ἐστὶν τῆς σοφίας αὐτοῦ, καὶ εὑρίσκεται σύνθετος καὶ ἀνόμοιος ἑαυτῷ ὁ ἁπλοῦς θεός· πλὴν οὐ τὸ ἀγνοεῖν καὶ εἰδέναι ποιεῖ τῆς οὐσίας διαφορὰν ὥσπερ οὐδὲ ἐπ' ἀν θρώπων, ἀλλὰ πάθος ἐστὶν τὸ τῆς ἀγνοίας, ὅπερ οὐκ ἔχει ὁ υἱός, ἀλλὰ θεός ἐστιν φύσει καὶ κατὰ τοὺς αἱρετικοὺς πάθους ἀνεπίδεκτος. εἰ δὲ πάντα τὰ τοῦ υἱοῦ τοῦ πατρός ἐστιν καὶ πάντα τὰ τοῦ πατρὸς τοῦ υἱοῦ, ἢ ἀμφότεροι ἀγνοοῦσιν ἢ οἶδεν ὁ πατὴρ καὶ ὁ υἱὸς οἶδεν ὡς ἔχων τοῦ πατρὸς πάντα κατὰ φύσιν αὐτῷ ὄντα· οὐ γὰρ περὶ τῆς δεσποτείας τῶν κτισμάτων τοῦτό φησιν· πλὴν ἡνίκα ὀνομάζει ἡ γραφὴ πατέρα, τὸ σύμ παν τῆς ἐν ἁγίᾳ τριάδι νοουμένης καὶ προσκυνουμένης θεότητος ση μαίνει. 275 Mt 24, 40 Ὅρα, ὅτι εἰς δύο τάγματα διαι ρεῖ ὁ λόγος τοὺς ἀνθρώπους, εἴς τε τῶν σῳζομένων καὶ τῶν ἀπολλυ μένων. καὶ τοὺς μὲν σῳζομένους λέγει παραλαμβάνεσθαι, τοὺς δὲ ἀπολλυμένους ἀφίεσθαι ἤγουν ἀποδοκιμάζεσθαι. ἀγρὸν δὲ νοη τέον ὧδε τὸν κόσμον, ἔνθα "ὁ" μὲν "εἰς τὸ πνεῦμα σπείρων θερίζει ζωὴν αἰώνιον, ὁ" δὲ "εἰς τὴν σάρκα, φθοράν". ταῖς δὲ ἀληθούσαις παρ εικάζει τοὺς διδασκάλους, οἵτινες τρόπον τινὰ ἀπολεπτύνοντες τὰς γραφικὰς ἐννοίας εὐπαράδεκτα καὶ εὐνόητα τοῖς ἀνθρώποις τὰ θεῖα λόγια προτιθέασιν· καὶ γὰρ νόμος κελεύων μὴ λαμβάνεσθαι εἰς ἐνέ χυρον μύλον ἢ ἐπιμύλιον, ἵνα μὴ τὰ τῆς τροφῆς ἐργαλεῖα λαβών τις ἐμποδίσῃ τοῖς τρεφομένοις δι' αὐ τῶν, αἰνιγματωδῶς τοὺς διδασκά λους ὑποσημαίνει. Εἰς δύο τάγματα διαιρεῖ τοὺς ἀνθρώπους ὁ κύριος, εἴς τε τὸ τῶν σῳζομένων καὶ εἰς τὸ τῶν ἀπολλυ μένων· καὶ τὸ μὲν τῶν σῳζομένων παραλαμβάνεσθαι λέγει, τοὺς δὲ ἀσεβεῖς ἀφίεσθαι, ὅ ἐστιν ἀποδοκιμάζεσθαι. ταῖς δὲ ἀλη θούσαις τοὺς διδασκάλους παρ εικάζει ὡς λεπτύνοντας τὰς γραφὰς καὶ εὐπαραδέκτους καὶ εὐνοήτους τοῖς ἀνθρώποις ποιοῦντας· καὶ γὰρ ὁ νόμος μὴ λαμβάνεσθαι εἰς ἐνέχυρον μύλον κωλύει ἢ ἐπιμύλιον, ὅπως μὴ τὰ τῆς τροφῆς ἐργαλεῖα λαβών τις ἐμποδὼν γένηται τοῖς τρεφο μένοις. διὸ καὶ αἰνιγματωδῶς ὁ σωτὴρ τοὺς διδασκάλους ὑποση μαίνει. 276 Mt 24, 45-47 Πιστὸς μὲν εἰς διδασκαλίας, φρόνιμος δὲ εἰς ἔργον καὶ τῶν ὁμοδούλων ταμίας ἐπιεικέστατος· ἔσται