ἄνθος, εὑρί σκεται τοῦτο παρὰ πολλοῖς τὸ ὄνομα· "ἅγιον" γὰρ "ἁγίων" ὁ ∆ανιὴλ αὐτὸν ὀνομάζει. καὶ ὁ Ἠσαΐας· "ῥάβδον ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐξ αὐτῆς" καὶ αὐτὸς δὲ ὁ κύριος περὶ ἑαυτοῦ λέγει ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων· "ἐγὼ ἄνθος πεδίου, κρίνον τῶν κοιλάδων". 17 Mt 3, 2 Βασιλεία τῶν οὐρανῶν ἡ διὰ πίστεως δικαίωσις καὶ ὁ διὰ πνεύ ματος ἁγιασμός· διὸ καὶ ἀλλαχοῦ· "ἡ βασιλεία" τῶν οὐρανῶν "ἐντὸς ὑμῶν ἐστιν". 18 Mt 3, 6 Τὸ Ἰωάννου βάπτισμα οὐ παρεῖχε ἄφεσιν ἁμαρτιῶν, ἀλλ' ἐδίδασκε τοὺς ἀνθρώπους προστρέχειν τῷ βαπτίσματι διὰ τὰς ἁμαρτίας. 19 Mt 3, 7 Ὡς νομομαθέστεροι τῶν ἄλλων ὕστερον προσῆλθον τῷ Ἰωάννῃ οὓς καλεῖ γεννήματα ἐχιδνῶν διὰ τὸ ὁμοιότροπον· ὥσπερ γὰρ ἐκεῖνα, ὅτε μέλλει εἰς φῶς ἐξιέναι, διαρρήγνυσιν τὴν τῆς μητρὸς νηδὺν καὶ νεκρὰν αὐτὴν καταλείποντα ἄπεισιν, τὸν αὐτὸν τρόπον καὶ οὗτοι νεκρὰν ὥσπερ οὖσαν τὴν ἑαυτῶν μητέρα, τὴν Ἰερουσαλήμ, κατέλειψαν καὶ διεσῴζοντο ἐκ τῆς χριστοκτονίας, δι' ἣν ὑπέμειναν τὰ ἀνήκεστα κακὰ τέως ὑπὸ Ῥωμαίων, ἣν καλεῖ μέλλουσαν ὀργήν. 20 Mt 3, 8-9 Φαίη δ' ἄν τις καρποὺς μετανοίας εἶναι προηγουμένως μὲν τὴν εἰς Χριστὸν πίστιν, πρὸς δὲ ταύτῃ καὶ τὴν εὐαγγελικὴν πολιτείαν τὴν "ἐν καινότητι" οὖσαν "ζωῆς" καὶ ἀπηλλαγμένην τῆς τοῦ γράμματος παχύ τητος. μὴ τοίνυν, φησίν, τὰς εἰωθυίας προβάλλεσθε προφάσεις ὅτι δύνα ται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τοῦ Ἀβραάμ, ἐπήγαγεν. 21 Mt 3, 9 Ὥσπερ γὰρ τὴν γυναῖκα τοῦ Λὼτ ἀπελίθωσεν, οὕτως δυνατὸν αὐτῷ καὶ ἐκ λίθων ἀνθρώπους ποιῆσαι, ὥσπερ καὶ τὸν Ἀδὰμ ἐκ γῆς πρό τερον. 24 Mt 3, 10 Ἀξίνην φησὶν τὸν Χριστὸν τὸν "τομώτερον μαχαίρας διστόμου" τὸν μέλλοντα ἐκκόπτειν τοὺς ἀπίστους Ἰουδαίους καὶ ἀλλοτριοῦν ἀπὸ τῆς τῶν πατριαρχῶν τιμῆς καὶ κοινωνίας, οὓς καὶ ῥίζαν εἶπεν, οἳ καὶ ἔμειναν οἱ πάλαι θεῷ ἀρέσαντες πατέρες οἱ περὶ Ἀβραὰμ καὶ ὅσοι πρῴην ἅγιοι· οἱ γὰρ ἐξ αὐτῶν ἄπιστοι ἐξεκόπησαν ὡς ἄκαρποι κλάδοι, ἡ δὲ ῥίζα ἔμεινεν, ἐφ' ἧς οἱ ἐξ ἐθνῶν ἐνεκεντρίσθησαν. Εἰρηναῖος δὲ ἀξίνην φησὶν τὸν λόγον τοῦ θεοῦ καθὰ καὶ Ἰερεμίας· ὁ λόγος κυρίου "ὡς πέλυξ κόπτων πέτραν". τί γὰρ λέγω, φησίν, ὅτι ἐκπίπτειν μέλλετε-διά τοι τοῦτο οὐδὲ ἀφειστήκει τῆς ῥίζης. 25 Mt 3, 10 Ἀξίνῃ δὲ παρεικάζει τὸν λόγον τοῦ θεοῦ· καὶ Ἰερεμίας γὰρ ὧδέ φησιν· ὁ λόγος κυρίου "ὡς πέλυξ κόπτων πέτραν". οὕτως τῇ ῥίζῃ ἐπί κειται, ὅπως τῷ φόβῳ σε ποιήσῃ βελτίονα καὶ παρασκευάσῃ καρπὸν ἐνεγκεῖν. 26 Mt 3, 10 Τίνα λέγει ἀξίνην; οὐδὲν ἄλλο ἢ τὴν μέλλουσαν κόπτειν ἀπὸ τῶν πατριαρχῶν τοὺς μάτην καυχησαμένους καὶ μηδέν τι ἐργασαμένους ἀγαθόν· δεῖ γὰρ τοὺς ἀπὸ τῶν τοιούτων ἀκάρπους γεγονότας ἐκκόπτειν τε καὶ εἰς πῦρ βάλλειν. 27 Mt 3, 11 Συνέδησε δὲ ὁ μακάριος βαπτιστὴς τῇ τοῦ πνεύματος σημασίᾳ τὴν τοῦ πυρὸς ἐνέργειαν καὶ σημασίαν, οὐκ ἐν πυρὶ πάντως βαπτι σθήσεσθαι λέγων ἡμᾶς διὰ Χριστοῦ, ἀλλὰ τὴν τοῦ πνεύματος ἐνέρ γειαν τὴν ζωοποιὸν διὰ τῆς τοῦ πυρὸς σημασίας σημαίνων. 28 Mt 3, 12 Τοὺς δικαίους ἁρπάζει εἰς τὴν ἄνω πόλιν, τοὺς δὲ ἁμαρτωλοὺς εἰς τὸ κατακαῆναι. 29 Mt 3, 16 Οἱ μὲν παλαιοὶ καὶ πρὸ τοῦ Χριστοῦ τοὺς ὑπ' αὐτῶν βαπτιζομένους κατεῖχον ἐν τῷ ὕδατι ἕως ἂν τὰ ἑαυτῶν ἐξωμολογήσαντο ἁμαρτήματα, ὁ δὲ Χριστὸς ἀναμάρτητος ὢν εὐθὺς ἀνέβη· οὐδὲ γὰρ ὡς μετανοῶν ἐβαπτίσθη, ἀλλ' ὡς καθαίρων ἁμαρτήματα καὶ ἁγιάζων τὰ ὕδατα. 30 Mt 4, 1 Ὑπὸ τοῦ διαβόλου ἤγετο κατὰ συγχώρησιν. 31 Mt 4, 3 Οὐχ ὑπήκουσεν ὁ Χριστὸς τοῦ διαβόλου ὥστε ποιῆσαι τοὺς λίθους ἄρτους, διότι οὐ πρὸς ὠφέλειαν αὐτοῦ ἦν· οὐ γὰρ ἵνα πιστεύσῃ καὶ γένηται ὡς πρότερον ἦν ἄγγελος τοῦτο