1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

2

ἐνιδών, ἀνύποιστον ἡγησάμενος τὴν θέαν, ζήλῳ θεοσεβείας πρόσεισιν κἀκείνοις μεγάλῃ φωνῇ κεκραγὼς ἐπιπλήττει· 2.2 αὐτὸς δὲ τῆς τόλμης ἕνεκεν συλληφθείς, γενναιότατος, εἰ καί τις ἄλλος, ἀποδέδεικται μάρτυς τῆς ἀληθείας. ἀποφηναμένου γὰρ κατ' αὐτοῦ τὸν διὰ πυρὸς θάνατον τοῦ δικαστοῦ, φαιδρῷ προσώπῳ καὶ διαθέσει εὖ μάλα προθυμοτάτῃ τὴν ἀπόφασιν ἀσπαστῶς καταδεξάμενος ἀπάγεται· εἶτα τῷ ἰκρίῳ προσδεῖται, τῆς τε ὕλης συμπεφορημένης ἐπ' αὐτῷ καὶ τῶν μελλόντων ὑφάπτειν τὴν πυρὰν τὴν βασιλέως ἐπιπαρόντος ἐπίκρισιν ἐκδεχομένων, «ποῦ μοι τὸ πῦρ;» ἐβόα· 2.3 καὶ ταῦτα λέγων, ἀνάκλητος πρὸς βασιλέα γίνεται, καινοτέρᾳ ὑποβληθησόμενος κολάσει τῆς γλώττης· ἧς ἀποκοπὴν ἀνδρειότατα ὑπομείνας, ἔργοις ἅπασιν ὑπέδειξεν ὅτι δὴ θεία δύναμις τοῖς ὅ τί ποτ' οὖν χαλεπὸν ὑπὲρ εὐσεβείας ὑπομένουσιν ἐπελαφρίζουσα τοὺς πόνους καὶ τὴν προθυμίαν ἐπιρρωννῦσα παρίσταται. μαθὼν γοῦν τὴν καινουργίαν τῆς κολάσεως καὶ μὴ καταπλαγεὶς ὁ γεννάδας ἀσμένως προυβάλλετο τὴν γλῶτταν, προθυμότατα εὐτρεπῆ παρέχων αὐτὴν τοῖς ἀποτέμνουσιν· 2.4 μεθ' ἣν τιμωρίαν εἰς δεσμὰ βληθεὶς πλεῖστόν τε αὐτόθι πονηθεὶς χρόνον, τέλος τῆς ἀρχικῆς εἰκοσαετηρίδος ἐπιστάσης κατὰ νομιζομένην δωρεὰν τῶν ἐν τοῖς δεσμοῖς πανταχῇ πάντων ἐλευθερίας ἀνακηρυχθείσης, μόνος ὑπὸ πέντε κεντήματα ἄμφω τὼ πόδε διαταθείς, ἐν αὐτῷ κείμενος τῷ ξύλῳ βρόχῳ περιβληθείς, ὡς καὶ ἐπεπόθει, μαρτυρίῳ κατεκοσμήθη. 2.5 ἀλλ' οὗτός γε, εἰ καὶ ὑπερόριος, ὅμως Παλαιστινὸς ὤν, ἐν Παλαιστινοῖς ἄξιος ἂν εἴη μάρτυσιν ἀριθμεῖσθαι. ταῦτα μὲν ἔτει πρώτῳ τοῦτον ἀπετελέσθη τὸν τρόπον, κατὰ μόνων τῶν τῆς ἐκκλησίας προέδρων ἐπηρτημένου τοῦ διωγμοῦ· 3.1 ∆ευτέρου δ' ἔτους διαλαβόντος καὶ δὴ σφοδρότερον ἐπιταθέντος τοῦ καθ' ἡμῶν πολέμου, τῆς ἐπαρχίας ἡγουμένου τηνικάδε Οὐρβανοῦ, γραμμάτων τοῦτο πρῶτον βασιλικῶν πεφοιτηκότων, ἐν οἷς καθολικῷ προστάγματι πάντας πανδημεὶ τοὺς κατὰ πόλιν θύειν τε καὶ σπένδειν τοῖς εἰδώλοις ἐκελεύετο, Τιμόθεος ἐν Γάζῃ, πόλει τῆς Παλαιστίνης, μυρίας ἀνατλὰς βασάνους, ἐπὶ πάσαις λεπτῷ καὶ μαλθακῷ πυρὶ παραδοθείς, δοκιμὴν γνησιωτάτην τῆς περὶ τὸ θεῖον γνησιότητος εὐσεβείας διὰ τῆς πρὸς πάντα ὑπομονῆς παρασχών, τὸν τῶν ἱερονίκων τῆς θεοσεβείας ἀθλητῶν στέφανον ἀπηνέγκατο. τούτῳ δ' ἅμα γενναιοτάτην ἔνστασιν ἐπιδειξάμενοι Ἀγάπιος καὶ ἡ καθ' ἡμᾶς Θέκλα θηρίοις εἰς βορὰν κατεδικάσθησαν. 3.2 τὰ ἐπὶ τούτοις τίς ἰδὼν οὐκ ἐθαύμασεν, ἢ καὶ ἀκοῇ μαθὼν οὐκ ἐξεπλάγη; πάνδημον γάρ τοι τῶν ἐθνῶν ἑορτὴν καὶ συνήθεις θέας ἀγόντων, μετὰ τῶν ἄλλως αὐτοῖς σπουδαζομένων καὶ τοὺς ἀρτίως θηρίοις κατακριθέντας πολὺς ἦν ὁ λόγος ἐπιδείξεσθαι τὸν ἀγῶνα. 3.3 αὐξούσης δῆτα καὶ πλεοναζούσης παρὰ πᾶσι τῆς φήμης, νεανίαι τὸν ἀριθμὸν ἕξ, ὧν ὁ μὲν Ποντικὸς τὸ γένος ἦν, ὄνομα Τιμόλαος, ὁ δ' ἐκ Τριπόλεως τῆς Φοινίκης, ∆ιονύσιος ἐκαλεῖτο, ἕτερος δ' αὐτῶν τῆς ἐν ∆ιοσπόλει παροικίας ὑποδιάκονος, Ῥωμύλος ἦν καὶ τούτῳ προσηγορία, δύο τε ἐπὶ τούτοις Αἰγύπτιοι, Πάησις καὶ Ἀλέξανδρος, καὶ ἄλλος τούτῳ συνώνυμος Ἀλέξανδρος τῶν ἀπὸ Γάζης, ἐπὶ τὸ κυνηγέσιον ἀνιέναι μέλλοντι τῷ Οὐρβανῷ, ἐνδήσαντες πρότερον τὰς αὐτῶν χεῖρας, ὡς ἂν τὴν ἄγαν σημήνειαν περὶ τὸ μαρτύριον προθυμίαν, δρομαῖοι προσίασιν, Χριστιανοὺς σφᾶς ὁμολογοῦντες διά τε τῆς πρὸς πάντα τὰ δεινὰ παρατάξεως, ὅτι μηδὲ τὰς τῶν θηρίων ἐπιβολὰς οἱ τὴν εἰς τὸν τῶν ὅλων θεὸν εὐσέβειαν αὐχοῦντες κατεπτήχασιν, ἐπιδεικνύμενοι. 3.4 αὐτίκα μὲν εἰς οὐ τὴν τυχοῦσαν κατάπληξιν αὐτόν τε τὸν ἄρχοντα καὶ τοὺς ἀμφ' αὐτὸν καταστήσαντες, δεσμωτηρίῳ καθείργνυνται, μετ' οὐ πολλὰς δὲ ἡμέρας δυεῖν αὐτοῖς ἄλλων καταλεγέντων, τοῦ μὲν καὶ πρὸ αὐτῶν δειναῖς καὶ ποικίλαις ἤδη πρότερον καθ' ἑτέρας ὁμολογίας ἐναθλήσαντος βασάνοις, Ἀγάπιος καὶ αὐτῷ ὄνομα ἦν, τοῦ δὲ τὰς τοῦ σώματος αὐτοῖς