1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

4

4.8 δευτέρας γάρ τοι καθ' ἡμῶν γενομένης ἐπαναστάσεως ὑπὸ Μαξιμίνου τρίτῳ τοῦ καθ' ἡμᾶς ἔτει διωγμοῦ γραμμάτων τε τοῦ τυράννου τοῦτο πρῶτον διαπεφοιτηκότων, ὡς ἂν πανδημεὶ πάντες ἅπαξ ἁπλῶς μετ' ἐπιμελείας καὶ σπουδῆς τῶν κατὰ πόλεις ἀρχόντων θύοιεν κηρύκων τε καθ' ὅλης τῆς Καισαρέων πόλεως ἄνδρας ἅμα γυναιξὶν καὶ τέκνοις ἐπὶ τοὺς τῶν εἰδώλων οἴκους ἐξ ἡγεμονικοῦ κελεύσματος ἀναβοωμένων καὶ πρὸς τούτοις ὀνομαστὶ χιλιάρχων ἀπ' ἀπογραφῆς ἕκαστον ἀνακαλουμένων ἀφάτῳ τε κλύδωνι κακῶν τῶν πανταχόσε συγκεχυμένων, ἀφόβως ὁ δεδηλωμένος, μηδενὸς ἐπὶ τῷ πραχθησομένῳ συνειδότος αὐτῷ ἡμᾶς τε, οἳ κατ' οἶκον αὐτῷ συνῆμεν, καὶ ἔτι πᾶν τὸ περὶ τὸν ἡγεμόνα στρατιωτικὸν στῖφος ὑποκλέψας, σπένδοντι τῷ Οὐρβανῷ πρόσεισι, καὶ τῆς δεξιᾶς ἀκαταπλήκτως αὐτὸν λαβόμενος, κατέπαυσε μὲν παραχρῆμα τοῦ θύειν, εὖ μάλα δὲ συμβουλευτικῶς μετά τινος θείου παραστήματος παρῄνει παύσασθαι τῆς πλάνης· μὴ γὰρ καλῶς ἔχειν καταλιπόντας τὸν ἕνα καὶ μόνον ἀληθῆ θεὸν εἰδώλοις καὶ δαίμοσι θύειν. 4.9 τοῦτο δ', ὡς ἔοικεν, ἐνεχειρεῖτο τῷ μειρακίῳ τῆς ἐπὶ τοῦτ' αὐτὸν προαγούσης ἐνθέου δυνάμεως μόνον οὐχὶ διὰ τοῦ γινομένου βοώσης ὡς ἄρα τοσοῦτον ἀποδέοιεν Χριστιανοί, οἵ γε ὄντως τοιοῦτοι, ἧς ἅπαξ ἠξιώθησαν εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας μεταβάλλεσθαι, ὡς μὴ μόνον ὑπεράνω καθίστασθαι τῶν ἀπειλῶν καὶ τῶν ἐπὶ ταύταις κολαστηρίων, παρρησιάζεσθαι δ' εἰς ἔτι μᾶλλον εὐγενεῖ τε καὶ ἀτρόμῳ γλώττῃ ἐλευθεροστομεῖν καί, εἰ οἷόν τε, καὶ τοὺς διώκοντας αὐτούς, μεταθεμένους τῆς ἀγνωσίας τὸν μόνον ὄντα θεὸν ἐπιγνῶναι, παρακαλεῖν. 4.10 ἐπὶ τούτοις ὁ περὶ οὗ ὁ λόγος, παραχρῆμα μὲν ὅσα εἰκὸς αὐτὸν ὡς ἂν ἐπὶ τοιούτῳ τολμήματι, θηρῶν δίκην ἀγρίων πρὸς τῶν ἀμφὶ τὸν ἡγεμόνα διασπαραχθεὶς καὶ μυρίας καθ' ὅλου τοῦ σώματος πληγὰς ἀνδρειότατα ὑπομείνας, τέως μὲν αὐτίκα δεσμωτηρίῳ παραδίδοται, 4.11 ἔνθα νυχθήμερον ἄμφω τὼ πόδε ἐπὶ τοῦ βασανιστικοῦ διαταθεὶς ξύλου, τῇ ἐπιούσῃ προσάγεται τῷ δικαστῇ· εἶτα θύειν ἐκβιαζομένου, πᾶσαν ἐνδείκνυται πρὸς πόνους καὶ φρικτὰς ἀλγηδόνας καρτερίαν, τὰς πλευρὰς οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ καὶ πλεονάκις ἄχρις ὀστέων καὶ αὐτῶν σπλάγχνων καταξανθεὶς πληγάς τε κατὰ προσώπου καὶ αὐχένος τοσαύτας δεξάμενος, ὡς μηδ' ὑπὸ τῶν εὖ καὶ ἀκριβῶς αὐτὸν πάλαι εἰδότων, διοιδήσαντα τὸ πρόσωπον, ἔτι γινώσκεσθαι. 4.12 ἀλλὰ γὰρ μηδὲ πρὸς τὰ τοσαῦτα ἐνδιδόντος, λίνοις ἐλαίῳ δεδευμένοις τὼ πόδε αὐτοῦ καλύψαντες, πῦρ ὑφῆπτον ἐκ προστάξεως οἱ βασανισταί· ἐφ' οἷς ὁποίας ἤνεγκεν ὁ μακάριος ἀλγηδόνας, πάντα λόγον ὑπεραίρειν μοι δοκῶ· καθίκετο γοῦν αὐτοῦ διατῆξαν τὰς σάρκας καὶ τῶν ὀστέων τὸ πῦρ, ὡς κηροῦ δίκην λείβεσθαι καὶ ἀποστάζειν ἐκτηκομένην τὴν ἰκμάδα τοῦ σώματος. 4.13 ἀλλὰ γὰρ οὐδὲ ταῦτα ἐνδούς, ἡττημένων ἤδη καὶ μόνον οὐκ ἀπειρηκότων πρὸς τὴν ὑπὲρ ἄνθρωπον καρτερίαν αὐτοῦ τῶν ἀντιπάλων, αὖθις δεσμοῖς εἴργνυται, τριταῖός τε αὖ προσαχθεὶς τῷ δικαστῇ καὶ τὴν αὐτὴν ὁμολογήσας πρόθεσιν, καίτοι γε λοιπὸν ἡμιθνὴς ὑπάρχων, ὑποβρύχιος θαλάττῃ παραδίδοται. 4.14 τὰ δ' ἐπὶ τούτοις παραχρῆμα γενόμενα ῥηθέντα μὲν οὐκ ἀπεικὸς παρὰ τοῖς μὴ ὄψει παρειληφόσιν ἀπιστηθήσεσθαι, ἡμᾶς δ' οὖν, καίπερ τοῦτ' ἀκριβῶς εἰδότας, οὐχ αἱρεῖ λόγος μὴ οὐχὶ ἐκ παντὸς τἀληθὲς παραδοῦναι τῷ λόγῳ τῆς ἱστορίας, τῷ καὶ μάρτυρας εἶναι τοῦ γεγενημένου ἁπλῶς εἰπεῖν ἅπαντας τοὺς τὴν Καισάρειαν οἰκοῦντας· οὐδεμία γοῦν ἡλικία τῆς παραδόξου ταύτης ἀπελείφθη θέας. 4.15 αὐτίκα γοῦν ὡς ἐδόκει μάλιστα κατὰ μέσου πελάγους ἐν ἀπείροις βυθοῖς τὸν ἱερὸν ὄντως ἐκεῖνον καὶ τρὶς μακάριον ἐμβαλεῖν, κλόνος ἀθρόως οὐχ ὁ τυχὼν καὶ βρασμὸς αὐτήν τε τὴν θάλατταν καὶ τὸ περιέχον ἅπαν διαχεῖ, ὡς καὶ τὴν γῆν καὶ τὴν πόλιν ἅπασαν πρὸς τοῦ γενομένου σεισθῆναι, ἅμα δὲ τῷ παραδόξῳ τούτῳ καὶ ἀθρόῳ σεισμῷ τοῦ θείου μάρτυρος τὸν