1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

9

οἰκέταις, αὐτοῖς ὑπομαζίοις παισί, θύειν καὶ σπένδειν αὐτῶν τε ἀκριβῶς τῶν ἐναγῶν ἀπογεύεσθαι θυσιῶν ἐπιμελὲς ποιοῖντο, καὶ τὰ μὲν κατ' ἀγορὰν ὤνια ταῖς ἀπὸ τῶν θυσιῶν σπονδαῖς καταμολύνοιτο, πρόσθεν δὲ τῶν λουτρῶν ἔφεδροι κατατάσσοιντο, ὡς ἂν τοὺς ἐν τούτοις ἀποκαθαιρομένους ταῖς παμμιάροις μολύνοιεν θυσίαις. 9.3 τούτων δῆτα οὕτως ἐπιτελουμένων ἐξ ὑπαρχῆς τε τῶν ἡμετέρων πλείστῃ, οἵᾳ δὴ εἰκὸς ἦν, φροντίδι συνεχομένων τῶν τε ἀπίστων ἐθνῶν βαρεῖαν τῶν γινομένων καὶ ὡς ἂν περιττὴν ἤδη τὴν ἀτοπίαν καταμεμφομένων προσκορῆ γὰρ καὶ φορτικὰ ταῦτα καὶ αὐτοῖς εἶναι κατεφαίνετο μεγίστου τε χειμῶνος τοῖς πανταχῇ πᾶσιν ἐπηρτημένου, τοὔμπαλιν ἡ θεία τοῦ σωτῆρος ἡμῶν δύναμις τοῖς αὐτῆς ἀθληταῖς θάρσος τοσοῦτον ἐνέπνει, ὡς μηδ' ἐπισπωμένου τινὸς μηδ' ἕλκοντος τὴν τῶν τοσούτων καταπατεῖν ἀπειλήν. 9.4 ὁμόσε δὴ οὖν τρεῖς συνταξάμενοι τῶν πιστῶν ἐπιπηδῶσιν εἰδώλοις θύοντι τῷ ἄρχοντι παύσασθαι τῆς πλάνης ἐμβοώμενοι· μὴ γὰρ δὴ ἄλλον ὑπάρχειν πλὴν τοῦ τῶν ὅλων ποιητοῦ τε καὶ δημιουργοῦ θεόν. ἀνερωτώμενοι δῆτα τίνες εἶεν, Χριστιανοὺς σφᾶς θαρσαλέως ὡμολόγουν· 9.5 ἐφ' οἷς ὀξύτερον παρακινηθεὶς ὁ Φιρμιλιανός, μηδὲ βασάνοις αὐτοὺς αἰκισάμενος, κεφαλικῇ παραδίδωσιν κολάσει. τούτων ὁ μὲν πρεσβύτερος ἦν Ἀντωνῖνος ὄνομα, ὃ δὲ Ζεβινᾶς ἐκαλεῖτο, τῆς Ἐλευθεροπολιτῶν ὁρμώμενος, Γερμανὸς δὲ καὶ τῷ τρίτῳ ἦν ἡ προσηγορία. ∆ίου μηνὸς τρισκαιδεκάτῃ, Εἴδοις Νοεμβρίαις, καὶ τὰ κατὰ τούτους ἐπράχθη. 9.6 γίνεται δ' αὐτοῖς συναπόδημος ἐπ' αὐτῆς ἡμέρας Ἐνναθάς, τῶν ἀπὸ Σκυθοπόλεώς τις γυνὴ παρθενίας στέμματι καὶ αὐτὴ κεκοσμημένη, οὐ ταὐτὸν μὲν αὐτοῖς διαπραξαμένη, 9.7 ἑλχθεῖσα δὲ βίᾳ καὶ προσαχθεῖσα τῷ δικαστῇ μετὰ μάστιγας καὶ δεινὰς ὕβρεις, ἃς ἐπαγαγεῖν αὐτῇ οὐδὲ μετὰ γνώμης τῆς μείζονος ἐξουσίας τῶν κατὰ γειτνίαν ἐφεστώτων τις χιλιάρχων ἐτόλμα, Μάξυς ὄνομα, χείρων τῆς προσηγορίας ἄνθρωπος, μιαρὸς μὲν τὰ ἄλλα, ἰσχυρὸς δ' ὑπερβαλλόντως τὸ ἦθος καὶ τὸν πάντα τρόπον δεινός τις ὄντως καὶ παρὰ πᾶσι τοῖς γνωρίμοις διαβεβλημένος. οὗτος μέν γε ἐσθῆτος ἁπάσης τὴν μακαρίαν ἀποδύσας, ὡς τὴν ἐξ ὀσφύος αὐτὸ μόνον καὶ ἐπὶ πόδας καλύπτεσθαι, τὸ δ' ἄλλο σῶμα γυμνὸν ἔχειν, τήν τε πᾶσαν Καισαρέων πόλιν κύκλῳ περιαγαγών, ἱμᾶσιν ἀνὰ πάσας ἑλκομένην τὰς ἀγορὰς τύπτεσθαι περὶ πολλοῦ ποιεῖται. 9.8 καὶ δὴ μετὰ τοσαῦτα θαρσαλεωτάτην ἔνστασιν καὶ ἐπ' αὐτῶν τῶν ἡγεμονικῶν βημάτων ἐνδειξαμένην, ζῶσαν πυρὶ παραδίδωσιν ὁ δικαστής· ὃς καὶ ἐπὶ τὸ ἀπάνθρωπον ἐπιτείνας τὴν κατὰ τῶν θεοσεβῶν λύτταν, πέρα τῶν τῆς φύσεως προῄει θεσμῶν, οὐδὲ ταφῆς αἰδούμενος ἀψύχοις φθονῆσαι τοῖς τῶν ἱερῶν ἀνδρῶν σώμασι. 9.9 νύκτωρ δ' οὖν ἐπιμελῶς καὶ μεθ' ἡμέραν ὑπαίθρους θηρσὶν εἰς βορὰν τοὺς νεκροὺς φυλάττεσθαι προστάττει, καὶ παρῆν ὁρᾶν ἐπὶ πλείοσιν ἡμέραις οὐκ ὀλίγον ἀνδρῶν ἀριθμὸν τῇ θηριώδει ταύτῃ καὶ βαρβάρῳ βουλῇ διακονουμένων· ἀλλ' οἳ μὲν ἐξ ἀπόπτου, οἷόν τι σπουδῆς ἄξιον, ὡς μὴ οἱ νεκροὶ κλαπεῖεν, ἐπεσκόπουν, θῆρες δὲ ἄγριοι καὶ κύνες οἰωνῶν τε τὰ σαρκοβόρα τὰ βρότεια μέλη ὧδε κἀκεῖσε ἐσπάραττον, καὶ 9.10 ἡ πᾶσά γε μὴν ἐν κύκλῳ πόλις σπλάγχνων καὶ ὀστέων ἀνθρωπείων διεστόρνυτο, ὡς μηδέ τι πώποτε δεινότερον μηδ' αὐτοῖς ὅσοι πρότερον ἀπεχθῶς εἶχον πρὸς ἡμᾶς, φανῆναι φρικωδέστερον, οὐχ οὕτω τὴν συμφορὰν εἰς οὓς ἐπράττετο ταῦτα, ὡς ἐπὶ τῇ σφῶν αὐτῶν καὶ τῆς κοινῆς ἁπάντων ὕβρει φύσεως ἀπολοφυρομένων. 9.11 προύκειτο γὰρ ἄγχιστα πυλῶν θέαμα παντὸς λόγου καὶ τραγικῆς ἀκοῆς μεῖζον, οὐκ ἐφ' ἑνὶ χώρῳ κατεσθιομένων τῶν ἀνθρωπείων σαρκῶν, ἀλλὰ κατὰ πάντα τόπον διαρριπτουμένων· μέλη γοῦν ὅλα καὶ σάρκας μέρη τέ τινα σπλάγχνων καὶ πυλῶν εἴσω τινὲς κατιδεῖν εἰρήκασιν· 9.12 ἐφ' οἷς πλείσταις ἡμέραις ἐπιτελουμένοις τοιοῦτόν τι παράδοξον συμβαίνει. αἰθρία ἦν καὶ λαμπρὸς ἀὴρ καὶ τοῦ περιέχοντος κατάστασις εὐδινοτάτη· εἶτα ἀθρόως τῶν ἀνὰ