1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

8

ὑποκινηθείς, αὐτίκα συλληφθῆναι κελεύει τὴν ἄνθρωπον· 8.7 εἶτα σύρεται εἰς μέσον, καὶ τὸ σεβάσμιον τοῦ σωτῆρος ἐπιγραψαμένη ὄνομα, πρῶτον μὲν λόγοις θύειν ἀνεπείθετο, ὡς δ' ἠπείθει, βίᾳ πρὸς τὸν βωμὸν εἵλκετο. ἣ δὲ ἀδελφὰ ἑαυτῇ πράττουσα καὶ τῆς προτέρας ἐχομένη προθυμίας, ἀτρεμεῖ καὶ θαρσαλέῳ ποδὶ λὰξ ἐντείνει τῷ βωμῷ, καὶ τὰ εἰς αὐτὸν ἅμα τῇ ἐπικειμένῃ ἀνατρέπει πυρᾷ· 8.8 ἐφ' ᾧ θηρὸς ἀγρίου δίκην ὁ δικαστὴς ὀξυνθεὶς τὸν θυμόν, τοσαύτας μὲν αὐτῇ πρότερον αἰκίας κατὰ τῶν πλευρῶν ἐπιτίθησιν, ὅσας οὐδενὶ τῶν πώποτε, μόνον οὐχὶ καὶ ὠμῶν τῶν σαρκῶν αὐτῆς ἐμφορηθῆναι γλιχόμενος· ὡς δὲ κόρον αὐτῷ ἤδη τὰ τῆς μανίας ἐλάμβανεν, ἄμφω ζεύξας, αὐτὴν τε ταύτην ἅμα τῇ πρὸς αὐτῆς ἀδελφῇ προσαγορευθείσῃ, τὸν διὰ πυρὸς αὐτῶν καταψηφίζεται θάνατον. τούτων ἡ μὲν προτέρα τῆς Γαζαίων χώρας ἐλέγετο, τὴν δ' ἑτέραν ἰστέον ἀπὸ τῆς Καισαρέων ὡρμῆσθαι, τὴν πολλοῖς γνώριμον, Οὐαλεντῖναν τοὔνομα. 8.9 τὸ δ' ἐπὶ τούτῳ μαρτύριον πῶς ἂν κατ' ἀξίαν διέλθοιμι, οὗ κατηξίωται ὁ τρὶς μακάριος Παῦλος, κατὰ μὲν τὴν αὐτὴν ταύταις ὥραν ὑπὸ μίαν ἀπόφασιν τὴν ἐπὶ θανάτῳ κριθείς, πρὸς αὐτῇ δὲ τῇ τελειώσει τὸν ἀποτέμνειν αὐτὸν ὅσον οὔπω μέλλοντα βραχύ τι ὥρας ἐνδοῦναι αὐτῷ ἀντι βολήσας· 8.10 οὗ τυχὼν λαμπρᾷ καὶ γεγωνῷ φωνῇ πρῶτον μὲν τὰς ὑπὲρ τῶν ὁμοεθνῶν ἐπρυτάνευεν τῷ θεῷ δι' εὐχῶν καταλλαγάς, ᾗ τάχος ἐλευθερίαν αὐτοῖς ἐνδοθῆναι ποτνιώμενος, εἶθ' ὑπὲρ τῆς Ἰουδαίων πρὸς τὸν θεὸν διὰ Χριστοῦ προσαγωγῆς ἠξίου, εἶθ' ἑξῆς κατέβαινε τῷ λόγῳ τὰ αὐτὰ καὶ Σαμαρείταις ἐπευχόμενος, καὶ τοὺς ἐν πλάνῃ δὲ καὶ ἀγνωσίᾳ θεοῦ τῶν ἐθνῶν ὄντας εἰς ἐπίγνωσιν ἐλθεῖν αὐτοῦ καὶ τὴν ἀληθῶς εὐσέβειαν ἀναλαβεῖν παρεκάλει, μηδὲ τοὺς τότε παμμιγεῖ περιεστῶτας ἀτημελήτους καταλιπών· 8.11 μεθ' οὓς πάντας, ὢ τῆς πολλῆς καὶ ἀφάτου ἀνεξικακίας, καὶ ὑπὲρ τοῦ τὸν θάνατον αὐτῷ προστιμήσαντος δικαστοῦ τῶν τε ἐπὶ πᾶσιν ἀρχόντων ἔτι τε καὶ τοῦ ὅσον οὔπω τῆς κεφαλῆς αὐτὸν ἀποτεμοῦντος, εἰς ἐπήκοον αὐτοῦ τ' ἐκείνου καὶ τῶν παρόντων ἁπάντων, τοῦ τῶν ὅλων ἐδεῖτο θεοῦ, μηδαμῶς αὐτοῖς ἐν ἀριθμῷ γενέσθαι τὴν εἰς αὐτὸν ἁμαρτάδα παρακαλῶν. 8.12 ταῦτα καὶ τὰ τοιαῦτα μεγάλῃ φωνῇ κατευξάμενος καὶ μόνον οὐχὶ τοὺς πάντας, ὡς ἂν ἀδίκως ἀναιρούμενος, εἰς οἶκτον ἑλκύσας καὶ δάκρυα, ᾗ νόμος αὐτὸς ἑαυτὸν σχηματίσας καὶ τὸν αὐχένα γυμνὸν τῇ τοῦ ξίφους ἀποτομῇ παραδούς, θείῳ κατεκοσμήθη μαρτυρίῳ, μηνὸς Πανέμου πέμπτῃ καὶ εἰκάδι, ἣ λέγοιτ' ἂν πρὸ ὀκτὼ Καλανδῶν Αὐγούστων. καὶ τὰ μὲν κατὰ τούσδε τοιοῦτο τέλος εἶχεν· 8.13 οὐ μακροῦ δὲ διαδραμόντος χρόνου, αὖθις ἐκ τῆς Αἰγυπτίων γῆς οἱ θαυμάσιοι τῆς εἰς Χριστὸν ὁμολογίας ἀθληταί, τριάκοντα πρὸς ἑκατόν, ἐκ προστάξεως Μαξιμίνου τὰς αὐτὰς τοῖς πρῴην ἐπ' αὐτῆς Αἰγύπτου εἴς τε τοὺς ὀφθαλμοὺς καὶ τοὺς πόδας συμφορὰς ὑποστάντες, τοῖς δεδηλωμένοις ἐν Παλαιστίνῃ μετάλλοις, οἳ δὲ τοῖς κατὰ Κιλικίαν κατακρίτοις παραπέμπονται. 9.1 Ἐπὶ δὴ τοῖς τοσούτοις τῶν μεγαλοπρεπῶν Χριστοῦ μαρτύρων ἀνδραγαθήμασι λωφησάσης καὶ ὡς ἂν εἰ τοῖς ἱεροῖς αὐτῶν αἵμασι τῆς τοῦ διωγμοῦ πυρκαϊᾶς ἀποσβεννυμένης ἀνέσεώς τε ἤδη καὶ ἐλευθερίας τοῖς ἐπὶ Θηβαΐδος εἰς τὰ αὐτόθι μέταλλα διὰ Χριστὸν καταπονουμένοις συγκεχωρημένης μικρόν τε καθαροῦ μελλόντων ἡμῶν ὑπαναπνεῖν ἀέρος, οὐκ οἶδ' ὅπως ἔκ τινος ἀνακινήσεως πάλιν ἐξ ὑπαρχῆς ὁ τοῦ διώκειν τὴν ἐξουσίαν εἰληχὼς κατὰ Χριστιανῶν ἀνεκάετο. 9.2 ἀθρόως δ' οὖν αὖθις Μαξιμίνου διαφοιτᾷ καθ' ἡμῶν πανταχοῦ γράμματα οἵ τε κατ' ἐπαρχίαν ἡγεμόνες καὶ προσέτι ὁ τῶν στρατοπέδων ἄρχειν ἐπιτεταγμένος προγράμμασι καὶ ἐπιστολαῖς καὶ δημοσίοις διατάγμασι τοὺς ἐν ἁπάσαις πόλεσι λογιστὰς ἅμα στρατηγοῖς καὶ ταβουλαρίοις ἐπέσπερχον τὸ βασιλικὸν εἰς πέρας ἄγειν πρόσταγμα, κελεῦον ὡς ἂν μετὰ σπουδῆς πάσης τῶν μὲν εἰδωλείων ἀνοικοδομοῖεν τὰ πεπτωκότα, πανδημεὶ δὲ πάντας, ἄνδρας ἅμα γυναιξὶν καὶ