COMMENTARIVS GEORGII CHOEROBOSCI.

 χρόνους, καὶ οὐ κατάγονται εἰς μεῖζόν τι· οἱ δὲ ῥυθμικοὶ λέγουσι τόδε εἶναι μακρό τερον τοῦδε, φάσκοντες τὴν μὲν τῶν συλλαβῶν εἶναι δύο ἡμίσεος χρόνων

 συλλαβὴ ἡ ἐν τῷ καλὸς μείζων ἐστὶ τῆς ἐν τῷ φίλος· γίνεται γὰρ βραδυτής τις τοῦ χρόνου, ὡς καὶ ἐν τῇ δασείᾳ λέγεται, διὰ τῆς ὀξείας. [ἡ δὲ περισπωμένη

 δὲ μή, οὐκ εἰσὶν ἄντικρυς μακραί, ἀλλὰ κοιναί, ὡς ἑξῆς ῥηθήσεται.9 U 9Μακρὰ συλλαβή ἐστιν ἡ ἔχουσα μακρὸν φωνῆεν ἢ μηκυνόμενον ἢ μίαν τῶν καλουμένων δ

 οὔσῃ κοινῇ οὕτως, ἔνθα φησὶν Ἴστρος τοιαύτας παρθένους λοχεύεται, (συνέστειλε γὰρ τὴν ˉτˉοˉι συλλαβὴν ἐν δευτέρᾳ βάσει ἰάμβου. ἰστέον δὲ ὅτι οὐχ οὕτως

 χωλίαμβον. (4, 15) 9Καὶ ἐν ἔπεσιν εὑρίσκεται ὡς παρὰ Θεοκρίτῳ9 (11, 18) 9ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα καὶ παρ' Ὁμήρῳ9 (Ν 275) 9οἶδ' ἀρετὴν οἷος

 κατὰ ηʹ τρόπους. πρῶτον μέν, ὅτε στιγμὴ ἐπιφέρεται αὐτῇ τῇ μακρᾷ οἷον ἀθάνατοι· οὐδ' εἴ τις ἀπόπροθι δώματα ναίει (ε 80). δεύτερον δέ, ἐὰν αὐτὴ ἡ μακρ

 -Ἄλλως τε οὐδὲ ἔστι δύο ὑγρὰ ἐν συλλήψει, εἰ μὴ μόνον τὸ ˉμ τοῦ ˉν προηγούμενον, ἅπερ καὶ ἔστιν εὑρεῖν ὡς ἀσθενέστερα πολλάκις τῷ 201 λόγῳ τῆς κοινῆς

 ἡμεῖς, ἀλλὰ μᾶλλον οἱ ποιηταί, οἷον τὸ Νέστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης (Ξ 1) καὶ Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε (Ξ 459) καὶ οἱ δὲ

 μετὰ ἀλλήλων μὴ ἔχουσαι ἀντὶ μιᾶς παραλαμβάνωνται. τρόποι δέ εἰσι τῆς συνεκφωνήσεως οἵδε. ἢ γὰρ δύο μακραί· καὶ τὰ ἑξῆς.9 -κ Ἐνταῦθα περὶ τῆς συνεκφων

 μερῶν ἀφωρισμένη. -Ἰστέον δὲ ὅτι ἀπὸ δισυλλαβίας ἕως ἓξ συλλαβῶν μετροῦνται οἱ πόδες. καὶ ἔστιν αὐτῶν μετρῆ σαι τὴν ποσότητα, ὥς τινες φασὶ τῶν τεχνικ

 τῇ θέσει) καὶ ἄνω παίειν ἀεί. 20Ἀμφίμακρος20, ὁ καὶ κρητικὸς καὶ παιωνικὸς ὁ αὐτός, ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, πεντά 216 χρονος. καὶ ἀμφίμακρο

 καὶ τριῶν μακρῶν, ἑπτάχρονος. ἰστέον δ' ὅτι τοὐναντίον τοῦ παιῶνος ἐνταῦθα ἡ βραχεῖα μετέρχεται. -ἐπίτριτος δεύτερος ἢ ἵππειος δεύτερος ἢ δόχμιος δεύτ

 αὐτῶν εἰσιν οἱ ἀποτελεστικοὶ μέτρων, ὅ τε ἴαμβος καὶ ὁ τροχαῖος (ὅθεν καὶ ἰαμβικὸν λέγεται μέτρον ἢ τρο χαϊκόν, οὐ μὴν πυρριχιακὸν ἢ σπονδειακόν, εἰ κ

 χεσθαι. μᾶλλον δ' ἀκριβέστερον ἐξετάσαντες οἱ περὶ Ἀριστοφάνην τὸν γραμματικὸν καὶ Ἀρίσταρχον, ὡς ἐν τῇ συντάξει τῆς ὀρθογραφίας ἀκριβέστερον ἔγνωμεν,

 τρο χαῖον. τὸ δὲ χωλὸν οὐ δέχεται τοὺς παραλήγοντας τρισυλλάβους·9 καὶ τὰ ἑξῆς. Πρόδηλόν ἐστι τὸ λεγόμενον περὶ τοῦ χωλιάμβου καλουμένου, ὅτι οὕτως ἐπ

 στίχῳ θεραπευόμενος δάκτυλος. καὶ τετράχρονός ἐστιν τῆς κοινῆς, ὡς εἴρηται, ἀντὶ βραχείας οὔσης, οὐ πεντάχρονος· ὁμοίως καὶ ἐπὶ τοῦ παλιμβακχείου. ἀλλ

 Cap. IX. Περὶ χοριαμβικοῦ.

 διαλυομένης εἰς δύο βραχείας, ἢ ἐκ τοῦ ἐναντίου εἰς ἀνάπαιστον, τῆς πρώτης συλλαβῆς πάλιν διαλυομένης· ὁ δὲ τροχαῖος καὶ ὁ ἴαμβος εἰς τρίβρα χυν, τῆς

 9Τὸ ἀπὸ μείζονος Ἰωνικὸν συντίθεται μὲν καὶ καθα ρόν, συντίθεται <δὲ> καὶ πρὸς τὰς τροχαϊκὰς ἐπίμικτον.9 U 9Τὸ ἀπὸ μείζονος Ἰωνικὸν συντίθεται μὲν9 κα

 τροχαῖος ἐκ μακρᾶς καὶ βραχείας συγκείμενος τρίσημός ἐστιν.) ἑπτάσημος δὲ γίνεται, τὴν τελευταίαν ἐκτείνων, τουτέστι τὴν τε τάρτην συλλαβήν, καὶ ποιεῖ

 9Σιμμίας δ' ἐπετήδευσεν ἔν τισι ποιήμασι τοὺς πλείστους κρητικοὺς παραλαμβάνειν μᾶτερ ὦ πότνια κλῦθι.9 Ἰστέον ὅτι ὁ Ὦρός φησιν, ὡς ἀντὶ μακρᾶς ἐστιν ἐ

 γὰρ τὴν πρώτην συζυγίαν ἐκ τροχαίου καὶ σπον-δείου. ἰστέον γὰρ ὅτι ἡ τυΐ μία ἐστὶ συλλαβὴ καὶ 252 ὡς μία ποδίζεται. ἀλλὰ διὰ τὸ ἐπιφέρεσθαι σύμφω-νον

χρόνους, καὶ οὐ κατάγονται εἰς μεῖζόν τι· οἱ δὲ ῥυθμικοὶ λέγουσι τόδε εἶναι μακρό τερον τοῦδε, φάσκοντες τὴν μὲν τῶν συλλαβῶν εἶναι δύο ἡμίσεος χρόνων, τὴν δὲ τριῶν, τὴν δὲ πλειόνων· οἷον τὴν ˉωˉς οἱ γραμματικοὶ λέγουσι δύο χρόνων εἶναι, οἱ δὲ ῥυθμικοὶ δύο ἡμίσεος, δύο μὲν τοῦ ˉω μακροῦ, ἡμιχρονίου δὲ τοῦ ˉσ· πᾶν γὰρ σύμφωνον λέγεται ἔχειν ἡμιχρόνιον.) -Σκοπὸν οὖν ἔχων ἐστίν, ὡς προείπο μεν, ὁ τεχνικὸς περὶ μέτρων διαλαβεῖν.- 2. 20Χρήσιμον20 δέ ἐστι τὸ παρὸν σύγγραμμα οὐ πᾶσιν, ἀλλὰ τοῖς ἔμμετρα ποιήσουσι βιβλία, οὐ γὰρ ῥήτορσιν ἢ ἁπλῶς τοῖς τῇ πεζῇ φράσει κεχρημένοις. 3. 20Γνήσιον20 δέ ἐστι τὸ παρὸν σύγγραμμα Ἡφαι στίωνος πρῶτον μὲν ἐκ τῆς κοινῆς μαρτυρίας τῶν ὑπομνήματα ποιησάντων εἰς αὐτό, εἶτα δὲ καὶ ἐκ τοῦ μεμνῆσθαι αὐτὸν τούτου καὶ ἐν τοῖς ἑτέροις αὐτοῦ ποιήμασι· ποιεῖ γὰρ βιβλίον περὶ ποιήματος, ὅπερ καὶ ἀεὶ συνευρίσκεται τούτῳ τῷ περὶ μέτρων βιβλίῳ. 181 4. 20Ἐπιγέγραπται20 δὲ τὸ παρὸν σύγγραμμα ἐγχει ρίδιον, ἢ ὅτι, ὥσπερ τὸ ἐγχειρίδιον ξίφος ὀξὺ καὶ τμητικόν ἐστιν, οὕτως καὶ τοῦτό ἐστιν ὀξῦνον καὶ τέμνον τὴν διδασκαλίαν· ἤ, ὅπερ ἄμεινον, παρὰ τὸ μικρὸν εἶναι πάνυ (ἐπιτομὴν γὰρ ποιεῖται τῶν ἐν πλάτει αὐτῷ εἰρημένων) καί, ὥς φησιν ἡ συνήθεια, παρὰ τὸ ἐν χερσὶν ἔχειν· οὕτω γὰρ καὶ ὁ Ἡλιόδωρος, ποιήσας καὶ αὐτὸς ἐγχειρίδιον περὶ μέτρων, φησὶν ἀρχόμενος 20τοῖς βουλομένοις ἐν χερσὶν ἔχειν τὰ κεφαλαιωδέστατα τῆς μετρικῆς θεωρίας20 καὶ τὰ ἐξῆς. -Ἰστέον δ' ὅτι [οὗτος ὁ Ἡλιόδωρος] πρῶτον ἐποίησε περὶ μέτρων μηʹ βιβλία, εἶθ' ὕστερον ἐπέτεμεν αὐτὰ εἰς ἕνδεκα, εἶτα πάλιν εἰς τρία, εἶτα πλέον εἰς ἕν, τοῦτο τὸ ἐγχειρίδιον. παρὰ τὸ μικρὸν οὖν αὐτὸ εἶναι καὶ ἐν ταῖς χερσὶν εὐχερῶς φέρεσθαι ἐπιγέγρα πται ἐγχειρίδιον. 5. 20∆ιαιρεῖται20 δὲ εἰς δύο· καὶ ἐν μὲν τῷ πρώτῳ διαλαμβάνει περὶ 20συλλαβῶν20, ὅτι πᾶσα συλλαβὴ ἢ βραχεῖά ἐστιν ἢ μακρὰ ἢ κοινή, καὶ περὶ 20συνεκφω νήσεως20, ἥτις λέγεται καὶ συνίζησις· εἶτα καὶ περὶ 20ποδῶν20 καὶ περὶ διαφόρων 20μέτρων20 ὅτι ἐστιν ἰαμβι κὸν τροχαϊκὸν δακτυλικὸν ἰωνικὸν καί τινα τοιαῦτα. ἐν δὲ τῷ δευτέρῳ περὶ τῶν 20ἀντιπαθούντων20, ὅτι οὗτος ὁ ποὺς τῷδ' ἀντιπαθεῖ, οἷον ὁ τροχαῖος τῷ ἰάμβῳ ἀντίκειται καὶ ὁ σπονδεῖος τῷ πυρριχίῳ, ὁ δάκτυλος τῷ ἀναπαίστῳ καί τινα τοιαῦτα· εἶτα καὶ περὶ 20ἀσυν αρτήτων20, ὅτι ἀσύστατον καὶ ἀσυνάρτητόν ἐστι τόδε 182 παρὰ τόδε εἰρημένον, καὶ δῆλον ὅτι παραφέρει ἑκάστου τὰ παραδείγματα ἐξετάζων· εἶτα ζητεῖ καὶ περὶ 20πολυ σχηματίστων20 καὶ οὕτω πληροῖ. 6. Ὤφειλε δὲ 20προτάττεσθαι20 τὸ παρὸν σύγγραμμα, ὥς τινές φασι, πρὸ παντὸς ἐμμέτρου συγγράμματος καὶ πρὸ τῆς Ἰλιάδος· πρῶτον μὲν γὰρ ἔδει ἡμᾶς γνῶ ναι, τί ἐστι μέτρον καὶ ποῖον καὶ πόθεν λαμβάνεται, καὶ οὕτως αὐτὰ τὰ μέτρα γνῶναι εἰ καλῶς ἢ κακῶς ἔχουσιν. ἀλλὰ λέγομεν ὅτι ὕλη τοῦ παρόντος συγ γράμματός εἰσι τὰ τῶν ποιητῶν ἔμμετρα ποιήματα· αὐτὰ γὰρ κανονίζει ὁ Ἡφαιστίων καὶ αὐτῶν τὰς χρή σεις παραφέρει, λέγων ὅτι τοιῷδε μέτρῳ ἐχρήσατο ὅδε ὁ ποιητής. πῶς δὲ τῆς ὕλης αὐτῆς ἀγνοουμένης εἴχο μεν τὴν μέθοδον γνῶναι; οἷον πῶς ξύλων μὴ ὄντων ἠδύνατό τις τεκτονεύειν μαθεῖν; -Εὐλόγως οὖν πρό τερον λέγομεν τὰς λέξεις-ἤγουν τὰ ποιήματα τὰ ἐπι δεχόμενα μέτρον-καὶ τὴν κίνησιν αὐτῶν τὴν διὰ τῶν ὀκτὼ μερῶν τοῦ λόγου, τὴν σύνταξιν αὐτῶν καὶ τὴν στιγμήν, καὶ ὕστερον τοῦτο τὸ παρὸν σύγγραμμα περὶ τοῦ μέτρου αὐτῶν διαλαμβάνον. 7. 20Ἀνάγεται δὲ πάλιν καὶ τοῦτο ὡς καὶ πᾶσα τεχνικὴ ζήτησις ὑπὸ τὸ τεχνικὸν ὄργανον τῆς γραμ ματικῆς· οὐ γάρ, ὥς τινες ἠθέλησαν λέγειν, ὑπὸ τὸ 183 μετρικόν, ἐπειδὴ περὶ μέτρων διαλαμβάνει. οὐ γάρ ἐστιν ἔμμετρον αὐτὸ τὸ ποίημα, ἵνα εἴπωμεν αὐτὸ ὑπὸ τὸ μετρικόν, ὡς τὸ φερόμενον δι' ἰάμβων Φιλήμονος τοῦ Ἀττικιστοῦ περὶ Ἀττικῆς ἀντιλογίας τῆς ἐν ταῖς λέξεσιν. Ἐν οἷς τὰ ἑπτὰ κεφάλαια εἴρηται. Ἰστέον ὅτι μέτρον εἴρηται παρὰ τὸ μείρω (τὸ με ρίζω), ὡς παρὰ τὸ σείω σεῖστρον καὶ παρὰ τὸ δέρω δέρτρον, <τουτέστι> τὸ δέρμα, ὡς καὶ ἡ χρῆσις (λ 579) δέρτρον ἔσω δύνοντες. Ἰστέον δὲ ὅτι παρὰ τοῖς μετρικοῖς ἡ ὀξυτονουμένη συλλαβὴ μείζων ἐστὶ τῆς βαρυνομένης, οἷον ἡ ˉλˉοˉς