COMMENTARIVS GEORGII CHOEROBOSCI.

 χρόνους, καὶ οὐ κατάγονται εἰς μεῖζόν τι· οἱ δὲ ῥυθμικοὶ λέγουσι τόδε εἶναι μακρό τερον τοῦδε, φάσκοντες τὴν μὲν τῶν συλλαβῶν εἶναι δύο ἡμίσεος χρόνων

 συλλαβὴ ἡ ἐν τῷ καλὸς μείζων ἐστὶ τῆς ἐν τῷ φίλος· γίνεται γὰρ βραδυτής τις τοῦ χρόνου, ὡς καὶ ἐν τῇ δασείᾳ λέγεται, διὰ τῆς ὀξείας. [ἡ δὲ περισπωμένη

 δὲ μή, οὐκ εἰσὶν ἄντικρυς μακραί, ἀλλὰ κοιναί, ὡς ἑξῆς ῥηθήσεται.9 U 9Μακρὰ συλλαβή ἐστιν ἡ ἔχουσα μακρὸν φωνῆεν ἢ μηκυνόμενον ἢ μίαν τῶν καλουμένων δ

 οὔσῃ κοινῇ οὕτως, ἔνθα φησὶν Ἴστρος τοιαύτας παρθένους λοχεύεται, (συνέστειλε γὰρ τὴν ˉτˉοˉι συλλαβὴν ἐν δευτέρᾳ βάσει ἰάμβου. ἰστέον δὲ ὅτι οὐχ οὕτως

 χωλίαμβον. (4, 15) 9Καὶ ἐν ἔπεσιν εὑρίσκεται ὡς παρὰ Θεοκρίτῳ9 (11, 18) 9ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα καὶ παρ' Ὁμήρῳ9 (Ν 275) 9οἶδ' ἀρετὴν οἷος

 κατὰ ηʹ τρόπους. πρῶτον μέν, ὅτε στιγμὴ ἐπιφέρεται αὐτῇ τῇ μακρᾷ οἷον ἀθάνατοι· οὐδ' εἴ τις ἀπόπροθι δώματα ναίει (ε 80). δεύτερον δέ, ἐὰν αὐτὴ ἡ μακρ

 -Ἄλλως τε οὐδὲ ἔστι δύο ὑγρὰ ἐν συλλήψει, εἰ μὴ μόνον τὸ ˉμ τοῦ ˉν προηγούμενον, ἅπερ καὶ ἔστιν εὑρεῖν ὡς ἀσθενέστερα πολλάκις τῷ 201 λόγῳ τῆς κοινῆς

 ἡμεῖς, ἀλλὰ μᾶλλον οἱ ποιηταί, οἷον τὸ Νέστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης (Ξ 1) καὶ Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε (Ξ 459) καὶ οἱ δὲ

 μετὰ ἀλλήλων μὴ ἔχουσαι ἀντὶ μιᾶς παραλαμβάνωνται. τρόποι δέ εἰσι τῆς συνεκφωνήσεως οἵδε. ἢ γὰρ δύο μακραί· καὶ τὰ ἑξῆς.9 -κ Ἐνταῦθα περὶ τῆς συνεκφων

 μερῶν ἀφωρισμένη. -Ἰστέον δὲ ὅτι ἀπὸ δισυλλαβίας ἕως ἓξ συλλαβῶν μετροῦνται οἱ πόδες. καὶ ἔστιν αὐτῶν μετρῆ σαι τὴν ποσότητα, ὥς τινες φασὶ τῶν τεχνικ

 τῇ θέσει) καὶ ἄνω παίειν ἀεί. 20Ἀμφίμακρος20, ὁ καὶ κρητικὸς καὶ παιωνικὸς ὁ αὐτός, ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, πεντά 216 χρονος. καὶ ἀμφίμακρο

 καὶ τριῶν μακρῶν, ἑπτάχρονος. ἰστέον δ' ὅτι τοὐναντίον τοῦ παιῶνος ἐνταῦθα ἡ βραχεῖα μετέρχεται. -ἐπίτριτος δεύτερος ἢ ἵππειος δεύτερος ἢ δόχμιος δεύτ

 αὐτῶν εἰσιν οἱ ἀποτελεστικοὶ μέτρων, ὅ τε ἴαμβος καὶ ὁ τροχαῖος (ὅθεν καὶ ἰαμβικὸν λέγεται μέτρον ἢ τρο χαϊκόν, οὐ μὴν πυρριχιακὸν ἢ σπονδειακόν, εἰ κ

 χεσθαι. μᾶλλον δ' ἀκριβέστερον ἐξετάσαντες οἱ περὶ Ἀριστοφάνην τὸν γραμματικὸν καὶ Ἀρίσταρχον, ὡς ἐν τῇ συντάξει τῆς ὀρθογραφίας ἀκριβέστερον ἔγνωμεν,

 τρο χαῖον. τὸ δὲ χωλὸν οὐ δέχεται τοὺς παραλήγοντας τρισυλλάβους·9 καὶ τὰ ἑξῆς. Πρόδηλόν ἐστι τὸ λεγόμενον περὶ τοῦ χωλιάμβου καλουμένου, ὅτι οὕτως ἐπ

 στίχῳ θεραπευόμενος δάκτυλος. καὶ τετράχρονός ἐστιν τῆς κοινῆς, ὡς εἴρηται, ἀντὶ βραχείας οὔσης, οὐ πεντάχρονος· ὁμοίως καὶ ἐπὶ τοῦ παλιμβακχείου. ἀλλ

 Cap. IX. Περὶ χοριαμβικοῦ.

 διαλυομένης εἰς δύο βραχείας, ἢ ἐκ τοῦ ἐναντίου εἰς ἀνάπαιστον, τῆς πρώτης συλλαβῆς πάλιν διαλυομένης· ὁ δὲ τροχαῖος καὶ ὁ ἴαμβος εἰς τρίβρα χυν, τῆς

 9Τὸ ἀπὸ μείζονος Ἰωνικὸν συντίθεται μὲν καὶ καθα ρόν, συντίθεται <δὲ> καὶ πρὸς τὰς τροχαϊκὰς ἐπίμικτον.9 U 9Τὸ ἀπὸ μείζονος Ἰωνικὸν συντίθεται μὲν9 κα

 τροχαῖος ἐκ μακρᾶς καὶ βραχείας συγκείμενος τρίσημός ἐστιν.) ἑπτάσημος δὲ γίνεται, τὴν τελευταίαν ἐκτείνων, τουτέστι τὴν τε τάρτην συλλαβήν, καὶ ποιεῖ

 9Σιμμίας δ' ἐπετήδευσεν ἔν τισι ποιήμασι τοὺς πλείστους κρητικοὺς παραλαμβάνειν μᾶτερ ὦ πότνια κλῦθι.9 Ἰστέον ὅτι ὁ Ὦρός φησιν, ὡς ἀντὶ μακρᾶς ἐστιν ἐ

 γὰρ τὴν πρώτην συζυγίαν ἐκ τροχαίου καὶ σπον-δείου. ἰστέον γὰρ ὅτι ἡ τυΐ μία ἐστὶ συλλαβὴ καὶ 252 ὡς μία ποδίζεται. ἀλλὰ διὰ τὸ ἐπιφέρεσθαι σύμφω-νον

δὲ μή, οὐκ εἰσὶν ἄντικρυς μακραί, ἀλλὰ κοιναί, ὡς ἑξῆς ῥηθήσεται.9 U 9Μακρὰ συλλαβή ἐστιν ἡ ἔχουσα μακρὸν φωνῆεν ἢ μηκυνόμενον ἢ μίαν τῶν καλουμένων διφθόγγων, οὕτως ὡς ἑξῆς εἶναι σύμφωνον, ἤτοι τελικὸν αὐτῆς τῆς συλ λαβῆς ἢ τῆς ἑξῆς ἀρκτικόν, οἷον θής θώς. εἰ δὲ μή, οὐκ εἰσὶν ἀληθῶς μακραὶ ἀλλὰ κοιναί.9 -κ 187 Πρῶτον μὲν περὶ τῆς φύσει μακρᾶς διαλαμβάνει, ὕστερον δὲ καὶ περὶ τῆς θέσει. φησὶ τοίνυν μακρὰν φύσει τὴν ἔχουσαν τὸ ˉη ἢ τὸ ˉω ἢ ἓν τῶν διχρόνων ˉα ˉι ˉυ· καὶ ταῦτα γὰρ λέγει ποιεῖν φύσει μακράν, ἀλλὰ καὶ τὰς διφθόγγους· καὶ εὐλόγως· ἡ σύνθεσις γὰρ τῶν δύο φωνηέντων μακρὰν φύσει ποιεῖ μίαν, εἴτε μακρὸν εἶεν καὶ βραχύ, εἴτε τὰ δύο βραχέα. -τὸ δὲ 20ὡς ἑξῆς εἶναι σύμφωνον τῆς μακρᾶς, ἢ τελικὸν αὐτῆς ἢ τῆς ἑξῆς ἀρκτικὸν20 καλῶς προσέθηκεν, ἵνα διαστείλῃ τὴν κοινήν. εἰ γὰρ λήγει εἰς φωνῆεν καὶ τὴν ἑξῆς ἔχει ἀπὸ φωνήεντος ἀρχομένην, κοινὴ γίνε ται, οἷον ἄνδρα μοι ἔννεπε μοῦσα (α 1)· ἡ γὰρ συλλαβὴ ἡ ˉμˉοˉι μακρὰ οὖσα, ἐπειδὴ μὴ ἔχει ἐπιφερόμενον σύμφωνον, ἀντὶ βραχείας λαμβάνεται καὶ κοινὴ παρὰ τοῖς γραμματικοῖς ὀνομάζεται. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ πλάγχθη ἐπεὶ Τροίης (α 2)· τὸ αὐτὸ καὶ ἐν τῷ τοῦ κέρα ἐκ κεφαλῆς (∆ 109)· ἡ γὰρ ˉρˉα συλλαβὴ φύσει ἐστὶ μακρά, κατὰ κρᾶσιν τῶν δύο ˉαˉα οὖσα ἀπὸ τοῦ κέραα. {1Περὶ μακρᾶς <θέσει>}1. Θέσει δὲ καλοῦσι μακρὰς οἱ γραμματικοὶ τὰς γινο μένας ἐκ τῆς τῶν συμφώνων ἐπιπλοκῆς· καὶ λέγει 188 αὐτῆς τρόπους καὶ διαφορὰς εʹ, ἃς καὶ ὁ ∆ιονύσιός φησι πάνυ σαφεῖς οὔσας. ∆εῖ δὲ σημειοῦσθαι ὅτι παραφέρει εἰς παράδειγμα συλλαβῆς ἐχούσης βραχὺ φωνῆεν ἐπιφερομένων αὐτῇ δύο συμφώνων τῆς ἑτέρας συλλαβῆς τὸ Ἕκτωρp. 2, 15), πάνυ ἁρμοδίως· ἀπὸ γὰρ τοῦ ἔχω ἕξω γέγονεν, ὁ ἐχό μενος καὶ ἀντιλαμβανόμενος τῆς οἰκείας πόλεως. οὐ γάρ ἐστιν ἀπὸ τῆς ἐκ προθέσεως, ἵνα τις ὑπολάβοι τὸ ˉκ εἶναι μετὰ τοῦ ˉε καὶ τὴν ˉτˉωˉρ συλλαβὴν κατ' ἰδίαν. - Τὰ δὲ λοιπὰ παραδείγματα πρόδηλα. {1Περὶ κοινῆς συλλαβῆς.}1 9Κοινὴ συλλαβὴ γίνεται κατὰ τρόπους τρεῖς· ἤτοι ὅταν διφθόγγῳ ἢ μακρῷ φωνήεντι ἢ μηκυνομένῳ ἐπι φέρηται φωνῆεν, οἷον ἄνδρα μοι ἔννεπε, μοῦσα, ὃς πολλὰ πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν9 (α 1. 2)· 9τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα9 (∆ 109). Καλῶς οὐχ ὡρίσατο τὴν κοινὴν συλλαβήν. οὐ γὰρ ἔστιν, ἀλλὰ γίνεται. τῶν δὲ μὴ ὄντων οὐ δεῖ παρέχειν ὅρους ὡς ὄντων. ἐν μέσῳ δὲ ἀμφοῖν κειμένη κοινὴ προσαγορεύεται. Ἰστέον δ' ὅτι ὁρίζονταί τινες αὐτὴν οὕτως· κοινή ἐστι συλλαβὴ ἀμφίδοξος συλλαβῆς δύναμις, ἣ πρὸς ἀμφότερα δύναται λαμβάνεσθαι, τῷ δὲ Ἡφαιστίωνι 189 ὅρον οὐκ ἔδοξεν αὐτῆς θεῖναι, οὐδὲ τῆς θέσει μακρᾶς· καὶ εἰκότως· ἐπειδὴ φασίν, ὅτι οὐκ ἐξ αὐτῶν εἰσίν, ἀλλὰ θέσει ἢ μακραὶ ἢ βραχεῖαι γίνονται. περιττὸν δὲ τῆς μὴ οὔσης ὅρον ἀποδοῦναι· οἱ γὰρ ὅροι τῶν ὄντων φύσει. Εἶς τρόπος δέ ἐστι τῆς κοινῆς συλλαβῆς, εἰ καὶ ἁπλῶς αὐτὸς δοκεῖ τρεῖς λέγειν τρόπους, καθάπερ καὶ ὁ ∆ιονύσιος. ὅταν γὰρ εἰς μακρὰν λήγῃ καὶ ἀπαρτίζῃ εἰς μέρος λόγου καθαρὸν καὶ τὴν ἑξῆς ἔχῃ ἀπὸ φω νήεντος ἀρχομένην, κοινὴ γίνεται. καὶ τοῦτο πάντως πρόδηλον ἐκ τῶν παραδειγμάτων. κεχρήμεθα δὲ αὐτῇ καὶ ἡμεῖς, ἡνίκ' ἂν ποιῶμεν τὸν ἀμφίμακρον καὶ πα λιμβάκχειον πόδα. (3, 10) 9Ῥᾷον γὰρ γίνεται ἡ τοιαύτη κοινή, ἐὰν ἡ συλλαβὴ εἰς μέρος λόγου ᾖ πεπερατωμένη, ὡς ἐν τοῖς προκειμένοις παραδείγμασι· σπανιώτερον δὲ καὶ ἐπὶ μέσης λέξεως· οὐ μὴν ἀλλ' ὅμως εὑρίσκεται, καὶ μά λιστα ἐν τοῖς ἄλλοις μέτροις· ἐν μὲν ἰαμβικῷ Αἰσχύλος ἐν Νιόβῃ9 (155 ν) 9Ἴστρος τοιαύτας παρθένους λοχεύεται, ἐν δὲ ἰωνικῷ τῷ ἀπὸ μείζονος Σωτάδου ἐξ Ἀδώνιδος τόδε τίνα τῶν παλαιῶν ἱστοριῶν θέλετ' <ἐπ>ακοῦσαι, ἐν δὲ ἀντισπαστικῷ Ἀνακρέοντοσ9 (1, 4) 9ἥ κου νῦν ἐπὶ Ληθαίου.9 190 Καλῶς τοῦτό φησιν, ὅτι ῥᾷον γίνεται, ἡνίκα ἀπαρ τίζῃ εἰς μέρος λόγου καθαρὸν ἡ μακρά. γίνεται γὰρ καὶ ἐν μέσῳ λέξεως καὶ ἐν ἀρχῇ λέξεως κοινή, ἀλλ' οὐχ οὕτως "3ῥᾷον"3 καὶ εὐχερές. καὶ φέρει ἐν διαφό ροις μέτροις τὰ παραδείγματα. Φησὶ τοίνυν, ὅτι ὁ Αἰσχύλος κέχρηται ἐν Νιόβῃ δράματι εἰς ἰαμβικὸν μέτρον τῇ ˉοˉι ἐν ἀρχῇ λέξεως