COMMENTARIVS GEORGII CHOEROBOSCI.

 χρόνους, καὶ οὐ κατάγονται εἰς μεῖζόν τι· οἱ δὲ ῥυθμικοὶ λέγουσι τόδε εἶναι μακρό τερον τοῦδε, φάσκοντες τὴν μὲν τῶν συλλαβῶν εἶναι δύο ἡμίσεος χρόνων

 συλλαβὴ ἡ ἐν τῷ καλὸς μείζων ἐστὶ τῆς ἐν τῷ φίλος· γίνεται γὰρ βραδυτής τις τοῦ χρόνου, ὡς καὶ ἐν τῇ δασείᾳ λέγεται, διὰ τῆς ὀξείας. [ἡ δὲ περισπωμένη

 δὲ μή, οὐκ εἰσὶν ἄντικρυς μακραί, ἀλλὰ κοιναί, ὡς ἑξῆς ῥηθήσεται.9 U 9Μακρὰ συλλαβή ἐστιν ἡ ἔχουσα μακρὸν φωνῆεν ἢ μηκυνόμενον ἢ μίαν τῶν καλουμένων δ

 οὔσῃ κοινῇ οὕτως, ἔνθα φησὶν Ἴστρος τοιαύτας παρθένους λοχεύεται, (συνέστειλε γὰρ τὴν ˉτˉοˉι συλλαβὴν ἐν δευτέρᾳ βάσει ἰάμβου. ἰστέον δὲ ὅτι οὐχ οὕτως

 χωλίαμβον. (4, 15) 9Καὶ ἐν ἔπεσιν εὑρίσκεται ὡς παρὰ Θεοκρίτῳ9 (11, 18) 9ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα καὶ παρ' Ὁμήρῳ9 (Ν 275) 9οἶδ' ἀρετὴν οἷος

 κατὰ ηʹ τρόπους. πρῶτον μέν, ὅτε στιγμὴ ἐπιφέρεται αὐτῇ τῇ μακρᾷ οἷον ἀθάνατοι· οὐδ' εἴ τις ἀπόπροθι δώματα ναίει (ε 80). δεύτερον δέ, ἐὰν αὐτὴ ἡ μακρ

 -Ἄλλως τε οὐδὲ ἔστι δύο ὑγρὰ ἐν συλλήψει, εἰ μὴ μόνον τὸ ˉμ τοῦ ˉν προηγούμενον, ἅπερ καὶ ἔστιν εὑρεῖν ὡς ἀσθενέστερα πολλάκις τῷ 201 λόγῳ τῆς κοινῆς

 ἡμεῖς, ἀλλὰ μᾶλλον οἱ ποιηταί, οἷον τὸ Νέστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης (Ξ 1) καὶ Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε (Ξ 459) καὶ οἱ δὲ

 μετὰ ἀλλήλων μὴ ἔχουσαι ἀντὶ μιᾶς παραλαμβάνωνται. τρόποι δέ εἰσι τῆς συνεκφωνήσεως οἵδε. ἢ γὰρ δύο μακραί· καὶ τὰ ἑξῆς.9 -κ Ἐνταῦθα περὶ τῆς συνεκφων

 μερῶν ἀφωρισμένη. -Ἰστέον δὲ ὅτι ἀπὸ δισυλλαβίας ἕως ἓξ συλλαβῶν μετροῦνται οἱ πόδες. καὶ ἔστιν αὐτῶν μετρῆ σαι τὴν ποσότητα, ὥς τινες φασὶ τῶν τεχνικ

 τῇ θέσει) καὶ ἄνω παίειν ἀεί. 20Ἀμφίμακρος20, ὁ καὶ κρητικὸς καὶ παιωνικὸς ὁ αὐτός, ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, πεντά 216 χρονος. καὶ ἀμφίμακρο

 καὶ τριῶν μακρῶν, ἑπτάχρονος. ἰστέον δ' ὅτι τοὐναντίον τοῦ παιῶνος ἐνταῦθα ἡ βραχεῖα μετέρχεται. -ἐπίτριτος δεύτερος ἢ ἵππειος δεύτερος ἢ δόχμιος δεύτ

 αὐτῶν εἰσιν οἱ ἀποτελεστικοὶ μέτρων, ὅ τε ἴαμβος καὶ ὁ τροχαῖος (ὅθεν καὶ ἰαμβικὸν λέγεται μέτρον ἢ τρο χαϊκόν, οὐ μὴν πυρριχιακὸν ἢ σπονδειακόν, εἰ κ

 χεσθαι. μᾶλλον δ' ἀκριβέστερον ἐξετάσαντες οἱ περὶ Ἀριστοφάνην τὸν γραμματικὸν καὶ Ἀρίσταρχον, ὡς ἐν τῇ συντάξει τῆς ὀρθογραφίας ἀκριβέστερον ἔγνωμεν,

 τρο χαῖον. τὸ δὲ χωλὸν οὐ δέχεται τοὺς παραλήγοντας τρισυλλάβους·9 καὶ τὰ ἑξῆς. Πρόδηλόν ἐστι τὸ λεγόμενον περὶ τοῦ χωλιάμβου καλουμένου, ὅτι οὕτως ἐπ

 στίχῳ θεραπευόμενος δάκτυλος. καὶ τετράχρονός ἐστιν τῆς κοινῆς, ὡς εἴρηται, ἀντὶ βραχείας οὔσης, οὐ πεντάχρονος· ὁμοίως καὶ ἐπὶ τοῦ παλιμβακχείου. ἀλλ

 Cap. IX. Περὶ χοριαμβικοῦ.

 διαλυομένης εἰς δύο βραχείας, ἢ ἐκ τοῦ ἐναντίου εἰς ἀνάπαιστον, τῆς πρώτης συλλαβῆς πάλιν διαλυομένης· ὁ δὲ τροχαῖος καὶ ὁ ἴαμβος εἰς τρίβρα χυν, τῆς

 9Τὸ ἀπὸ μείζονος Ἰωνικὸν συντίθεται μὲν καὶ καθα ρόν, συντίθεται <δὲ> καὶ πρὸς τὰς τροχαϊκὰς ἐπίμικτον.9 U 9Τὸ ἀπὸ μείζονος Ἰωνικὸν συντίθεται μὲν9 κα

 τροχαῖος ἐκ μακρᾶς καὶ βραχείας συγκείμενος τρίσημός ἐστιν.) ἑπτάσημος δὲ γίνεται, τὴν τελευταίαν ἐκτείνων, τουτέστι τὴν τε τάρτην συλλαβήν, καὶ ποιεῖ

 9Σιμμίας δ' ἐπετήδευσεν ἔν τισι ποιήμασι τοὺς πλείστους κρητικοὺς παραλαμβάνειν μᾶτερ ὦ πότνια κλῦθι.9 Ἰστέον ὅτι ὁ Ὦρός φησιν, ὡς ἀντὶ μακρᾶς ἐστιν ἐ

 γὰρ τὴν πρώτην συζυγίαν ἐκ τροχαίου καὶ σπον-δείου. ἰστέον γὰρ ὅτι ἡ τυΐ μία ἐστὶ συλλαβὴ καὶ 252 ὡς μία ποδίζεται. ἀλλὰ διὰ τὸ ἐπιφέρεσθαι σύμφω-νον

τρο χαῖον. τὸ δὲ χωλὸν οὐ δέχεται τοὺς παραλήγοντας τρισυλλάβους·9 καὶ τὰ ἑξῆς. Πρόδηλόν ἐστι τὸ λεγόμενον περὶ τοῦ χωλιάμβου καλουμένου, ὅτι οὕτως ἐπεκράτησεν, ὥστε ποιεῖν καὶ ἴδιον μέτρον. Ἱππώνακτος δ' ἔλεγον αὐτὸ εἶναι κατὰ τὴν εἰρημένην ἀνωτέρω p. 214, 20χρῆσιν τῆς γραὸς καὶ σκάφης· ἄνθρωπ', ἄπελθε, τὴν σκάφην ἀνατρέψεις. τοῦτο δὲ καὶ τῆς γραὸς λέγεται εἶναι τῆς ἄνω εἰρημέ νης. - Καὶ οὕτως πληροῖ τὸ ἰαμβικὸν μέτρον, μὴ εἰρηκὼς περὶ τῆς τομῆς τοῦ ἰάμβου ἐνταῦθα. ἐν δὲ τῇ κατὰ πλάτος αὐτοῦ πραγματείᾳ καὶ τοῦτο πεποίηκε, σαφῶς δείξας καὶ συμφωνήσας πᾶσιν ὅτι δύο μόναι εἰσὶ τομαὶ τοῦ ἰάμβου, λέγω δὴ πενθημιμερὴς δύο ἥμισυ ποδῶν καὶ ἑφθημιμερὴς τριῶν ἥμισυ.

Cap. VI. Περὶ τροχαϊκοῦ.

9Τὸ τροχαϊκὸν κατὰ μὲν τὰς περιττὰς χώρας δέχεται τροχαῖον, καὶ

τρίβραχυν, καὶ δάκτυλον· κατὰ δὲ τὰς 230 ἀρτίους τούτους τε καὶ σπονδεῖον καὶ ἀνάπαιστον. καταληκτικὸν δὲ ὅτε ἐστί, τὸν παραλήγοντα μάλιστα μὲν τροχαῖον δέχεται, ἔστι δ' ὅτε καὶ τρίβραχυν·9 καὶ τὰ ἑξῆς. Εἰπὼν περὶ τοῦ ἰαμβικοῦ νῦν καὶ περὶ τοῦ ἀντι παθοῦς αὐτοῦ βούλεται τροχαϊκοῦ διαλαβεῖν. ὅτι γὰρ ἀντιπαθεῖ αὐτὸ δῆλον, ἐπεὶ ἐκ τοῦ τροχαϊκοῦ αὐτοῦ μέτρου ἐὰν ἀπάρῃς τὴν πρώτην συλλαβήν, ἰαμβικὸν εὑρίσκεται καταληκτικὸν εἰς συλλαβήν· καὶ ἔμπαλιν ἐὰν ἐκ τοῦ ἰαμβικοῦ ἐκβάλῃς τὴν πρώτην συλλαβήν, τροχαϊκὸν εὑρίσκεται καταληκτικὸν εἰς συλλαβήν. Ἰστέον δ' ὅτι τινὲς τὸν τροχαῖον καλοῦσι καὶ χο ρεῖον, ὡς ἐν τοῖς χοροῖς εὑρισκόμενον, ὅθεν καὶ τὸ χοριαμβικὸν μέτρον, ὡς δείξομεν, λέγεται, τὸ ἐκ τρο χαίου καὶ ἰάμβου συγκείμενον. Εἶτα λοιπὸν αὐτὸς σαφῶς διδάσκει, πόθεν σύγκει ται τὸ καλούμενον Εὐριπίδειον ἢ ληκύθιον. -(18, 7) ἰστέον δὲ ὅτι τοὺς τραγικοὺς ληκύθους ἐκάλουν, ὅθεν καὶ Καλλίμαχος98cφησὶν ἥτις τραγῳδὸς μοῦσα ληκυθίζουσα· ἄλλοι δὲ κομποληκύθους· ἢ ὅτι ὅμοιόν ἐστι τῷ 20λη κύθιον ἀπώλεσεν20Aristoph. Ran. 1233Εἶτα λέγει πολλὰ εἴδη τοῦ τροχαϊκοῦ μέτρου, σαφῶς παρα τιθέμενος καὶ τὰ παραδείγματα διὰ τῶν χρήσεων ἑκάστου. 231

Cap. VII.Περὶ δακτυλικοῦ.

9Τὸ δακτυλικὸν δέχεται δακτύλους καὶ σπονδείους κατὰ πᾶσαν χώραν πλὴν

τῆς τελευταίας· ἐπὶ ταύτης δὲ εἰ μὲν ἀκατάληκτον εἴη, δάκτυλον ἕξει·9 καὶ ἑξῆς. U 9Τὸ δακτυλικὸν δέχεται δακτύλους καὶ σπονδείους κατὰ πᾶσαν χώραν πλὴν τῆς τελευταίας· ἐπὶ ταύτης δὲ εἰ μὲν ἀκατάληκτον εἴη, δάκτυλον ἕξει ἢ διὰ τὴν ἀδιά φορον κρητικόν· εἰ δὲ καταληκτικόν, τὰ ἀπ' αὐτοῦ με μειωμένα ἤτοι συλλαβῇ ἢ δύο συλλαβαῖς. καὶ τὸ μὲν καταληκτικὸν εἰς συλλαβήν, τὸ δὲ καταληκτικὸν εἰς δι σύλλαβον·9 καὶ τὰ ἑξῆς. -κ ∆ιαλαβὼν περὶ τῶν δισυλλάβων μέτρων νῦν ἀκο λούθως ὁ Ἡφαιστίων ἐπὶ τοὺς τρισυλλάβους μετέρχε ται, πάλιν δύο μόνους ἀποτελεστικοὺς ὄντας μέτρων, λέγω δὴ τὸν δάκτυλον καὶ τὸν τούτῳ πάλιν ἀντικεί μενον ἀνάπαιστον. διὰ τοῦτο γὰρ καὶ προείπομεν, ὅτι εἰώθαμεν ἐν τοῖς γένεσι τοῦ στίχου λέγειν· "3γένους μέν ἐστι δυαδικοῦ τετρασήμου"3, ἐπειδὴ ὀκτὼ ὄντων τῶν τρισυλλάβων ποδῶν δύο μόνοι εἰσὶν οἱ ἀποτελε στικοὶ μέτρων. Εἶτα λέγει πάλιν σαφῶς, πόθεν σύγκειται τὸ δα κτυλικὸν μέτρον, τουτέστι τὸ ἔπος. καὶ πολλάκις καὶ τοῦτο προέγνωμεν, ὅτι πάντες δυνάμει δάκτυλοί εἰσιν οἱ πόδες τοῦ στίχου. καὶ γὰρ καὶ ὁ ἀμφίμακρος, ὁ λεγόμενος κρητικός, καὶ πάλιν ὁ παλιμβάκχειος τὴν 232 κοινὴν ἔχουσιν ἰσοδυναμοῦσαν βραχείᾳ, ὅθεν καὶ πο δίζοντες τὸν στίχον εἰώθαμεν λέγειν· "3ἀμφίμακρος ἐκ μακρᾶς καὶ βραχείας καὶ κοινῆς, τετράχρονος"3, ἐν δὲ τῷ