COMMENTARIVS GEORGII CHOEROBOSCI.

 χρόνους, καὶ οὐ κατάγονται εἰς μεῖζόν τι· οἱ δὲ ῥυθμικοὶ λέγουσι τόδε εἶναι μακρό τερον τοῦδε, φάσκοντες τὴν μὲν τῶν συλλαβῶν εἶναι δύο ἡμίσεος χρόνων

 συλλαβὴ ἡ ἐν τῷ καλὸς μείζων ἐστὶ τῆς ἐν τῷ φίλος· γίνεται γὰρ βραδυτής τις τοῦ χρόνου, ὡς καὶ ἐν τῇ δασείᾳ λέγεται, διὰ τῆς ὀξείας. [ἡ δὲ περισπωμένη

 δὲ μή, οὐκ εἰσὶν ἄντικρυς μακραί, ἀλλὰ κοιναί, ὡς ἑξῆς ῥηθήσεται.9 U 9Μακρὰ συλλαβή ἐστιν ἡ ἔχουσα μακρὸν φωνῆεν ἢ μηκυνόμενον ἢ μίαν τῶν καλουμένων δ

 οὔσῃ κοινῇ οὕτως, ἔνθα φησὶν Ἴστρος τοιαύτας παρθένους λοχεύεται, (συνέστειλε γὰρ τὴν ˉτˉοˉι συλλαβὴν ἐν δευτέρᾳ βάσει ἰάμβου. ἰστέον δὲ ὅτι οὐχ οὕτως

 χωλίαμβον. (4, 15) 9Καὶ ἐν ἔπεσιν εὑρίσκεται ὡς παρὰ Θεοκρίτῳ9 (11, 18) 9ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα καὶ παρ' Ὁμήρῳ9 (Ν 275) 9οἶδ' ἀρετὴν οἷος

 κατὰ ηʹ τρόπους. πρῶτον μέν, ὅτε στιγμὴ ἐπιφέρεται αὐτῇ τῇ μακρᾷ οἷον ἀθάνατοι· οὐδ' εἴ τις ἀπόπροθι δώματα ναίει (ε 80). δεύτερον δέ, ἐὰν αὐτὴ ἡ μακρ

 -Ἄλλως τε οὐδὲ ἔστι δύο ὑγρὰ ἐν συλλήψει, εἰ μὴ μόνον τὸ ˉμ τοῦ ˉν προηγούμενον, ἅπερ καὶ ἔστιν εὑρεῖν ὡς ἀσθενέστερα πολλάκις τῷ 201 λόγῳ τῆς κοινῆς

 ἡμεῖς, ἀλλὰ μᾶλλον οἱ ποιηταί, οἷον τὸ Νέστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης (Ξ 1) καὶ Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε (Ξ 459) καὶ οἱ δὲ

 μετὰ ἀλλήλων μὴ ἔχουσαι ἀντὶ μιᾶς παραλαμβάνωνται. τρόποι δέ εἰσι τῆς συνεκφωνήσεως οἵδε. ἢ γὰρ δύο μακραί· καὶ τὰ ἑξῆς.9 -κ Ἐνταῦθα περὶ τῆς συνεκφων

 μερῶν ἀφωρισμένη. -Ἰστέον δὲ ὅτι ἀπὸ δισυλλαβίας ἕως ἓξ συλλαβῶν μετροῦνται οἱ πόδες. καὶ ἔστιν αὐτῶν μετρῆ σαι τὴν ποσότητα, ὥς τινες φασὶ τῶν τεχνικ

 τῇ θέσει) καὶ ἄνω παίειν ἀεί. 20Ἀμφίμακρος20, ὁ καὶ κρητικὸς καὶ παιωνικὸς ὁ αὐτός, ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, πεντά 216 χρονος. καὶ ἀμφίμακρο

 καὶ τριῶν μακρῶν, ἑπτάχρονος. ἰστέον δ' ὅτι τοὐναντίον τοῦ παιῶνος ἐνταῦθα ἡ βραχεῖα μετέρχεται. -ἐπίτριτος δεύτερος ἢ ἵππειος δεύτερος ἢ δόχμιος δεύτ

 αὐτῶν εἰσιν οἱ ἀποτελεστικοὶ μέτρων, ὅ τε ἴαμβος καὶ ὁ τροχαῖος (ὅθεν καὶ ἰαμβικὸν λέγεται μέτρον ἢ τρο χαϊκόν, οὐ μὴν πυρριχιακὸν ἢ σπονδειακόν, εἰ κ

 χεσθαι. μᾶλλον δ' ἀκριβέστερον ἐξετάσαντες οἱ περὶ Ἀριστοφάνην τὸν γραμματικὸν καὶ Ἀρίσταρχον, ὡς ἐν τῇ συντάξει τῆς ὀρθογραφίας ἀκριβέστερον ἔγνωμεν,

 τρο χαῖον. τὸ δὲ χωλὸν οὐ δέχεται τοὺς παραλήγοντας τρισυλλάβους·9 καὶ τὰ ἑξῆς. Πρόδηλόν ἐστι τὸ λεγόμενον περὶ τοῦ χωλιάμβου καλουμένου, ὅτι οὕτως ἐπ

 στίχῳ θεραπευόμενος δάκτυλος. καὶ τετράχρονός ἐστιν τῆς κοινῆς, ὡς εἴρηται, ἀντὶ βραχείας οὔσης, οὐ πεντάχρονος· ὁμοίως καὶ ἐπὶ τοῦ παλιμβακχείου. ἀλλ

 Cap. IX. Περὶ χοριαμβικοῦ.

 διαλυομένης εἰς δύο βραχείας, ἢ ἐκ τοῦ ἐναντίου εἰς ἀνάπαιστον, τῆς πρώτης συλλαβῆς πάλιν διαλυομένης· ὁ δὲ τροχαῖος καὶ ὁ ἴαμβος εἰς τρίβρα χυν, τῆς

 9Τὸ ἀπὸ μείζονος Ἰωνικὸν συντίθεται μὲν καὶ καθα ρόν, συντίθεται <δὲ> καὶ πρὸς τὰς τροχαϊκὰς ἐπίμικτον.9 U 9Τὸ ἀπὸ μείζονος Ἰωνικὸν συντίθεται μὲν9 κα

 τροχαῖος ἐκ μακρᾶς καὶ βραχείας συγκείμενος τρίσημός ἐστιν.) ἑπτάσημος δὲ γίνεται, τὴν τελευταίαν ἐκτείνων, τουτέστι τὴν τε τάρτην συλλαβήν, καὶ ποιεῖ

 9Σιμμίας δ' ἐπετήδευσεν ἔν τισι ποιήμασι τοὺς πλείστους κρητικοὺς παραλαμβάνειν μᾶτερ ὦ πότνια κλῦθι.9 Ἰστέον ὅτι ὁ Ὦρός φησιν, ὡς ἀντὶ μακρᾶς ἐστιν ἐ

 γὰρ τὴν πρώτην συζυγίαν ἐκ τροχαίου καὶ σπον-δείου. ἰστέον γὰρ ὅτι ἡ τυΐ μία ἐστὶ συλλαβὴ καὶ 252 ὡς μία ποδίζεται. ἀλλὰ διὰ τὸ ἐπιφέρεσθαι σύμφω-νον

ἡμεῖς, ἀλλὰ μᾶλλον οἱ ποιηταί, οἷον τὸ Νέστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης (Ξ 1) καὶ Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε (Ξ 459) καὶ οἱ δὲ μέγα ἰάχοντες (Ξ 421) καὶ καὶ μέν οἱ Λύκιοι τέμενος τάμον (Ζ 194)· 20καὶ μὲν20 σπονδεῖος ἐν ἀρχῇ στίχου. ἔσχε δέ τι ἐξαί ρετον αὕτη παρὰ τὰς ἄλλας χρήσεις, ὅτι εἰς τέλος ἐστὶ ποδὸς καὶ οὐκ εἰς ἀρχὴν ὡς αἱ προειρημέναι. Περὶ δὲ ταύτης τῆς βραχείας τῆς ἀντὶ κοινῆς λαμ βανομένης λέγει ὁ 20Ἡλιόδωρος20 δέκα τρόπους, πότε δὴ καὶ πῶς εὑρίσκεται. φησὶ γὰρ οὕτως· ἡ βραχεῖα ἡ τοιαύτη εἰς τόπον μακρᾶς κοινὴ εὑρίσκεται, ὅτε τὸ ˉι ἐπιφέρεται, ὡς ἐν τῷ οἱ δὲ μέγα ἰάχοντες (Ξ 421). 205 20δεύτερος δέ20 ἐστι τρόπος ὁ ἀπὸ τῆς ὀξείας διαφόρως γινόμενος, ὅτε ἐπίκειται αὐτὴ τῇ βραχείᾳ συλλαβῇ, οἷον Τρῶες δ' ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν (Μ 208). διῄρηται γὰρ ὁ τρόπος τῆς ὀξείας διαφόρως, ἢ προ ηγουμένης ἢ ἐπικειμένης, ὡς δέδεικται, ἢ καὶ ἐπιφερο μένης· προηγουμένης μέν, οἷον ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν (∆ 76)· ἐπιφερομένης δὲ ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα (Α 70). 20τρίτος20 ἐστὶ τρόπος ὁ ἀπὸ τῆς περισπωμένης ἐὰν ἐπι φέρηται, οἷον ἕως ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν (Α 193)· τὸ ˉε καὶ τὸ ˉωˉς εἰς μίαν μακρὰν κατὰ συνίζησιν ποδί ζεται, ὡς εὐθέως προϊόντες γνωσόμεθα. ὁμοίως καὶ τὸ πάντῃ ἐποιχόμενοι πρὶν αὖτ' ἐν χερσὶ γυναικῶν (Ζ 81). καὶ εἰ προηγεῖται ἡ περισπωμένη, οἷον οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν (Ζ 366)· ἔστι δὲ ἀπὸ εὐθείας τῆς οἰκεύς, σημαίνει δὲ τὸν τοῦ οἴκου. 20τέταρτός20 ἐστι τρόπος ὁ ἀπὸ τῆς δασείας ἢ ἐπικειμένης Αἴας δ' ὁ μέγας αἰὲν ἐφ' Ἕκτορι (Π 358), ἢ ἐπιφερομένης 206 Ἀπόλλωνος ἑκάτοιο (Η 83. Υ 295), αἴ κε κακὸς ὥς (Ζ 443), ἢ προηγουμένης ἔλπομαι ἐκτελέεσθαι ἵνα μὴ ῥέξομεν ὧδε (Η 353). 20πέμπτος20 τρόπος ἐστὶν ὁ διὰ τῆς στιγμῆς καὶ πόσιας· ὁ δ' ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει (Ζ 240), ὁμοίως καὶ τὸ οὐδὲ μάλ' ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν (Θ 144). 20ἕκτος20 ἐστὶ τρόπος ὁ διὰ τῶν ἀμεταβόλων ˉλ ˉμ ˉν ˉρ ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα (Β 44), θυμὸν ἀπὸ μελέων (Η 131. ο 354), ἀλλ' ὕδατι νίζοντες (Η 425), ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ' αὐτοῖσι βόεσσιν (Η 474). οἱ δ' 20ἄλλοι τέσσαρες20 τρόποι, τουτέστιν ἕβδομος, ὄγδοος, ἔνατος, δέκατος, εἰσὶ διὰ τῶν δʹ στοιχείων, ἢ διὰ τοῦ ˉδ ἢ ˉπ ἢ ˉσ ἢ ˉτ, οἵτινες καὶ διπλασιάζεσθαι πεφύκασιν, οἷον οὐδ' ἄρ' ἔτι δήν (Ζ 139 αλ.), ὦ υἱὲ Πετεῶο (∆ 338), Ἀρτέμιδί σε ἐΐσκω151-152 ἐπιφερομένου τοῦ ˉσ, ἀλλὰ καὶ λήγοντος ἐν τῇ ˉλˉοˉς συλλαβῇ βέλος ἐχεπευκές (Α 51. ∆ 129), 207 τοῦ δὲ ˉτ ἐπιφερομένου μήτε σύ γ' Ἄρηα τό γε δείδιθι (Ε 827)· διπλασιάζονται δὲ οὕτως ἔδδεισεν δ' ὁ γέρων καὶ ἐπείθετο μύθῳ (Α 33. Ω 571), εἰωθότες ἔδμεναι ἄδδην (Ε 203), ὁππότε τις μετὰ παυσωλὴν (Τ 201), ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται (Γ 71. 92. σ 46), ποσσὶ δ' ὑπὸ λιπαροῖσιν (Β 44), ὅττι τοι ἐν μεγάροισιν (δ 392). Ἔστι δὲ ἀνακεφαλαιώσασθαι τοὺς δέκα τρόπους οὕτως· ὁ τοῦ ἰῶτα, ὁ τῆς ὀξείας, ὁ τῆς περισπωμένης, ὁ τῆς δασείας, ὁ τῆς στιγμῆς, ὁ τῶν δʹ ἀμεταβόλων, ὁ τοῦ ˉδ, ὁ τοῦ ˉπ, ὁ τοῦ ˉσ, ὁ τοῦ ˉτ. καὶ τοσαῦτα περὶ τῆς κοινῆς. Ἄξιον δ' ἡμᾶς ἀπορῆσαι, τί δή ποτε τούτῳ τῷ τρίτῳ τρόπῳ τῆς κοινῆς οὐ κεχρήμεθα ἡμεῖς τῷ τὴν βραχεῖαν ποιεῖν κοινήν, ἀλλὰ μόνοι οἱ ποιηταί· (σπα νίως γὰρ εὑρίσκεται εἰς ἄλλο μέτρον.) τοῖς γὰρ προ ειρημένοις καὶ ἡμεῖς κεχρήμεθα· (λέγομεν δή, ὅτε ἔστι φύσει μακρὰ εἰς φωνῆεν λήγουσα καὶ εἰς μέρος λόγου 208 καὶ τὴν ἑξῆς ἔχουσα ἀπὸ φωνήεντος ἀρχομένην, καὶ ὅτε ἔστι θέσει μακρὰ δύο συμφώνων ἐπιφερομένων ἐν συλλήψει, ὧν τὸ πρῶτον ἄφωνόν ἐστι, τὸ δεύτερον ἀμετάβολον). ἀλλὰ λέγομεν, ὅτι εὐλόγως. ἰστέον γὰρ ὅτι ἡ μακρὰ περιεκτική ἐστι βραχείας (ἐκ δύο βρα χειῶν γὰρ σύγκειται), οὐ μὴν ἡ βραχεῖα τῆς μακρᾶς. καὶ εὐλόγως ἡμεῖς μακρᾷ ἀντὶ βραχείας κεχρήμεθα, οὐκ ἔμπαλιν δὲ βραχείᾳ ἀντὶ μακρᾶς. {1Cap. II. Περὶ συνεκφωνήσεως.}1 9Συνεκφώνησίς ἐστι, ὅπου ἂν δύο συλλαβαὶ σύμφω νον μὴ ἔχουσαι μεταξὺ ἀλλήλων ἀντὶ μιᾶς παραλη φθῶσι.9 U 9Συνεκφώνησίς ἐστιν, ὅταν δύο συλλαβαὶ σύμφωνον