ἐπέχει μᾶλλον καὶ ἡσυχίαν ἄγειν ἀτεχνῶ<ς> προστάττει, ἡ ὑπόθεσις αὕτη, ἧσπερ ἕνεκα λέγειν προεθυμήθην μέν, μέλλω <δὲ> καὶ ὀκνῶ. Περὶ γὰρ ἀνδρὸς διανοοῦμαί τι λέγειν, φαινομένου μὲν καὶ δοκοῦντος ἀνθρώπου, τὸ δὲ πολὺ τῆς ἕξεως τοῖς καθορᾶν δυναμένοις ἀπεσκευασμένου ἤδη μείζονι παρασ κευῇ μεταναστάσεως τῆς πρὸς τὸ θεῖον. Οὐχὶ δὲ γένος οὐδὲ ἀνατροφὰς σώματος ἐπαινέσων ἔρχομαι, εἶτα μέλλω καὶ ἀναβάλλομαι ὑπ' εὐλαβείας περιττῆς, οὐδέ γε ἰσχὺν ἢ κάλλος· ταῦτα δὴ τὰ τῶν μειρακίων ἐγκώμια, ὧν ἥττων φροντὶς κατ' ἀξίαν τε καὶ μὴ λεγομένων. Πραγμάτων γὰρ οὐ μονίμων οὐδὲ ἑστώτων, φθειρομένων δὲ ποικίλως καὶ ταχέως, λόγον ποιεῖσθαί τινα σεμνοειδῶς καὶ ἀξιοπρεπῶς δὴ ταῖς ἀναβολαῖς, μὴ καὶ ψυχρὸν ἢ πέρπερον ᾖ, οὐκ ἄν μοι τούτων εἴπερ τι λέγειν προὔκειτο, ἀχρήστων μὲν ὄντων καὶ ματαίων καὶ οἵων οὐκ ἄν ποτε ἑκὼν προὐθέμην λέγειν· οὐ μὴν ἀλλ' εἴπερ προὔκειτο, οὔθ' ἡντινοῦν εἶχεν ἂν εὐλάβειαν ὁ λόγος οὐδὲ φροντίδα, μὴ πή τι λέγων ἥττω<ν> τῆς ἀξίας φαινοίμην. Νυνὶ δὲ ὅ τι θεοειδέστατον αὐτοῦ, καὶ ὅπερ ἐν αὐτῷ σ<υγ>γενὲς ὂν τυγχάνει θεῷ, ἐγκαθειργ μένον μὲν τῷ φαινομένῳ καὶ θνητῷ τῷδε, ὅτι δὲ φι<λο> πονώτατα ἐξομοιοῦσθαι βιαζόμενον τῷ θεῷ, τούτου μνημονεύων καὶ ἐφάπτεσθαί πως μέλλων πραγμάτων μειζόνων, καί τινος διὰ τούτου καὶ τῆς εἰς τὸ θεῖον εὐχα ριστίας, ὅτι μοι συγκυρῆσαι τοιούτῳ δεδώρηται ἀνδρί, παρὰ πᾶσάν γε τὴν ἀνθρώπων προσδο<κίαν> τῶν τε ἄλλων καὶ τὴν ἐμοῦ αὐτοῦ, οὔτε προθεμένου ποτὲ οὔτε καὶ ἐλπίσ<αν>τος· τοιούτων ἐφάπτεσθαι μέλλων, μικρὸς ὢν καὶ ἄνους παντελῶς, οὐκ εὐλόγως ἀναδύομαί τε καὶ ὀκνῶ καὶ ἑκὼν σιωπῶ; Καὶ δῆτα τὴν ἡσυχίαν ἄγειν ἀσφαλές <μοι> κατα φαίνεται, μή πη προφάσει μὲν εὐχαριστίας, ὑπὸ δὲ προπε τείας ἴσως περὶ σεμνῶν καὶ ἱερῶν ἄσεμνά τε καὶ εὐτελῆ καὶ καταπεπατημένα διεξιών, οὐ μόνον οὐκ ἐφικνῶμαι τῆς ἀληθείας, ἀλλὰ καὶ καθαιρῶ τι, τό γε ἐπ' ἐμοί, παρὰ τοῖς οὕτως ἔχειν πιστεύουσιν, ὡς ἀσθενὴς ὢν ὁ λόγος, περιϋβρίζων μᾶλλον ἤπερ ἐξομοιούμενος τοῖς ἔργοις τῇ δυνάμει, ὑποτυπώσεται. Καίτοι τὰ μὲν σὰ ἀκαθαίρετα καὶ ἀνύβριστα, ὦ φίλη κεφαλή, καὶ πολὺ μᾶλλον τὰ θεῖα, μένοντα ἐφ' ἑαυτῶν ὡς ἔχει ἀσάλευτα, οὐδὲν βλαπ τόμενα ὑπὸ τῶν μικρῶν καὶ ἀναξίων ἡμετέρων λόγων· ἡμεῖς δὲ οὐκ οἶδ' ὅπως τὴν τῆς θρασύτητος καὶ προπε τείας δόξαν διαφευξόμεθα, ἐπιπηδήσαντες ὑπ' ἀνοίας, μικρῷ καὶ νῷ καὶ παρασκευῇ, μεγάλοις καὶ ὑπὲρ ἡμᾶς ἴσως πράγμασι. Καὶ εἰ μὲν ἀλλαχόθι που καὶ <ἐπ'> ἄλλων τοιαῦτα προεθυμήθημεν νεανιεύσασθαι, θρασεῖς μὲν καὶ οὕτως ἦμεν καὶ τολμηροί τινες, οὐ μὴν ἀλλ' ἀναίδεια τῆς προπετείας αἰτία, τῷ μὴ ἐπὶ σοὶ ταῦτα θρασύνεσθαι· νυνὶ δὲ πᾶν τὸ μέτρον τῆς ἀνοίας ἀποπλήσομεν, ἢ καὶ ἀπεπλήσαμεν ἤδη, ἐπεμβαίνειν τολμήσαντες ἀνίπτοις τοῖς ποσί (τοῦτο δὴ τὸ τοῦ λόγου) ἀκοαῖς, αἷς αὐτὸς ὁ θεῖος λόγος οὐδὲν ἐσκεπασμένοις, ὡς ταῖς τῶν πολλῶν ἀνθρώπων, τοῖς ποσίν, ὥσπερ ὑπὸ παχέων τινῶν δερμάτων, τῶν αἰνιγματωδῶν καὶ ἀσαφῶν λέξεων, ἀλλὰ γυμνοῖς, ὡς ἂν εἴποι τις, σαφὴς καὶ πρόδηλος ἐμβατεύων ἐνεπιδημεῖ. Ἡμεῖς δὲ ὥσπερ ῥύπον ἢ πηλόν τινα τοὺς ἀνθρωπίνους ἡμῶν λόγους φέροντες ἐπαντλεῖν ἐτολμήσαμεν ἀκοαῖς, θείων καὶ καθαρῶν ἀκούειν μεμελετηκυίαις φωνῶν. Ἀρ' οὖν ἀπόχρη μέχρι τούτου ἁμαρτεῖν, καὶ νῦν γοῦν σωφρονεῖν ἄρξασθαι χρή, μηκέτι μὲν περαιτέρω προβαίνοντας τῷ λόγῳ, αὐτοῦ δὲ καταπαύσαντας; ἐβουλόμην μέν· οὐ μὴν ἀλλ' ἅπαξ μοι θρασυνομένῳ ἐξέστω τὴν αἰτίαν πρῶτον εἰπεῖν, ὑφ' ἧς ἐπαρθεὶς ἐπὶ τοῦτον ἧκα τὸν ἀγῶνα, εἴ πη καὶ συγγνώμη γένοιτό μοι τῆς προπετείας ταύτης.
3 ∆εινόν μοι ἡ ἀ<χ>αριστία καταφαίνεται, δεινὸν καὶ πάνδεινον. Παθόντα γάρ τι καλῶς μὴ καὶ ἀμείβεσθαι πειρᾶσθαι, εἰ καὶ μὴ ἄλλως δυνατόν, εὐχα ριστίαις γοῦν ταῖς διὰ λόγων, ἢ ἀνοήτου πάντη καὶ ἀναισθήτου τῶν εὐεργεσιῶν, ἢ ἀμνήμονος. Ὅτῳ δὲ καὶ αἴσθησις καὶ γνῶσις ὧν ἔπαθε καλῶν προσεγένετο πρῶτον, εἰ μὴ καὶ μνήμη διασώζεται εἰς τὸν ἔπειτα χρόνον, εἰ μὴ καὶ ἀναφέροι τινὰ χάριν τῷ