2
ἐν κόσμῳ, καὶ ὑπὲρ τὸν κόσμον· οἱ σαρκὸς ἔξω καὶ ἐν σαρκὶ, ὧν μερὶς Κύριος, οἱ πτωχοὶ διὰ βασιλείαν, καὶ διὰ πτωχείαν βασι λεύοντες.
Γʹ. Οὗτοί με καὶ παρόντες λαμπρὸν ἐποίουν, ἡ ἐμὴ περιουσία, τὸ ἐμὸν ἀγαθὸν ἐντρύφημα, καὶ ἀπόντες συνέστελλον. Ταῦτά μοι συνεῖχε τὴν ψυχὴν ταῦτα ἐτάρασσεν. Ἐκ τούτων ἐγὼ πενθῶν καὶ σκυ θρωπάζων ἐπορευόμην· διὰ ταῦτα μετὰ τῶν ἄλλων τερπνῶν καὶ τὸν λόγον ἀπεσεισάμην· ὅτι ἀπ ελάκτισαν οἱ ἠγαπημένοι, καὶ ἔστρεψαν ἐπ' ἐμὲ νῶτα αὐτῶν καὶ οὐ πρόσωπον, καὶ γεγόνασι ποίμνιον ἐλευ 35.725 θεριώτερον τοῦ ποιμαίνοντος, ἵνα μὴ εἴπω νεα νικώτερον· ὅτι ἐστράφη εἰς πικρίαν ἐμοὶ ἡ ἄμ πελος ἡ ἀληθινὴ, καὶ τῷ καλῷ γεωργῷ κάλλιστα κε καθαρμένη, καὶ ταῖς θείαις ληνοῖς γεωργοῦσα τὸ καλὸν γεώργιον· ὅτι οἱ φίλοι μου καὶ οἱ πλη σίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστη σαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· ὅτι διειλόμεθα τὸν Χριστὸν, οἱ λίαν φιλόθεοι καὶ φιλόχριστοι, καὶ ὑπὲρ τῆς ἀληθείας ἀλλήλων κατ εψευσάμεθα, καὶ διὰ τὴν ἀγάπην μῖσος ἐμελετήσαμεν, καὶ ὑπὲρ τοῦ ἀκρογωνιαίου διελύθημεν, καὶ ὑπὲρ τῆς πέτρας ἐσείσθημεν· ὅτι πλέον ἢ καλῶς εἶχεν ὑπὲρ τῆς εἰρήνης ἐπολεμήσαμεν, καὶ ὑπὲρ τοῦ ὑψωθέντος ἐπὶ τὸ ξύλον κατενηνέγμεθα, καὶ ὑπὲρ τοῦ ταφέντος καὶ ἀναστάντος ἐθανατώθημεν.
∆ʹ. Πρότερον μὲν ταῦτα· καὶ τί ἄν τις ἐν καιρῷ φαιδρότητος ἀναξαίνοι τὴν ἀηδίαν, ἐνδιατρίβων τοῖς λυπηροῖς, ὧν ἀπευκταῖα μὲν ἡ πεῖρα, φευκτὴ δὲ ἡ μνήμη; Κρείττων δὲ σιωπὴ λόγου, τὸ συμπεσὸν ἡμῖν θραῦσμα λήθης βάθεσι συγκαλύπτουσα· πλὴν εἴ τις διὰ τοῦτο καὶ μόνον ἀνακινοίη τὴν μνήμην τῶν λυπηρῶν, ἵνα τῷ ὑποδείγματι παιδευώμεθα, καὶ ὥσπερ ἐν τοῖς νοσήμασι φεύγωμεν τὰς αἰτίας, ἐξ ὧν εἰς ταῦτα ὑπήχθημεν. Νυνὶ δὲ ἡνίκα ἀπέδρα ὀδύνη, καὶ λύπη, καὶ στεναγμός· ἡνίκα γεγόναμεν οἱ τοῦ ἑνὸς ἓν, καὶ οἱ τῆς Τριάδος συμφυεῖς, καὶ ὁμό ψυχοι, καὶ ὁμότιμοι· οἱ τοῦ Λόγου τῆς ἀλογίας ἐκτός· οἱ τοῦ Πνεύματος οὐ κατ' ἀλλήλων, ἀλλὰ σὺν ἀλλήλοις ζέοντες· οἱ τῆς Ἀληθείας τὸ αὐτὸ φρονοῦν τες καὶ λέγοντες· οἱ τῆς Σοφίας εὐσύνετοι· οἱ τοῦ Φωτὸς ὡς ἐν ἡμέρᾳ εὐσχημονοῦντες· οἱ τῆς Ὁδοῦ πάντες εὐθυποροῦντες· οἱ τῆς Θύρας πάντες ἐντός· οἱ τοῦ Προβάτου καὶ τοῦ Ποιμένος πρᾶοι, καὶ τῆς αὐτῆς μάνδρας, καὶ ποιμένος ἑνός· οὐκ ἐν σκεύεσι ποιμένος ἀπείρου ποιμαίνοντος, οὐδὲ καταφθείροντος τὰ πρό βατα τῆς νομῆς, οὐδὲ προϊεμένου τοῖς λύκοις καὶ τοῖς κρημνοῖς, ἀλλὰ καὶ λίαν περιεσκεμμένου καὶ ἐπι στήμονος· ἡνίκα γεγόναμεν οἱ τοῦ παθόντος ὑπὲρ ἡμῶν συμπαθεῖς, καὶ ἀλλήλοις τὰ βάρη συνεπικου φίζοντες· οἱ τῆς Κεφαλῆς, σῶμα ἓν συναρμολογού μενοι καὶ συμβιβαζόμενοι κατὰ πᾶσαν συνάφειαν τὴν ἐν Πνεύματι· ἡνίκα ὁ ποιῶν πάντα καὶ μετα σκευάζων πρὸς τὸ λυσιτελέστερον ἔστρεψε τὸν κοπε τὸν εἰς χαρὰν ἡμῖν, καὶ τοῦ σάκκου τὴν εὐφροσύνην ἀντέδωκε, τηνικαῦτα συναποδύομαι τοῖς παρελθοῦσι 35.728 τὴν σιωπὴν, καὶ προσάγω τῷ παρόντι καιρῷ καὶ ὑμῖν τὸν λόγον, μᾶλλον δὲ τῷ Θεῷ χαριστήριον θυσίαν οἰκειοτάτην, δῶρον χρυσοῦ καθαρώτερον, λίθων πο λυτελῶν τιμαλφέστερον, ὑφασμάτων πολυτελέ στερον, θυσίας νομικῆς ἁγιώτερον, πρωτοτόκων ἀπαρχῆς ἱερώτερον, ἀρέσκον Θεῷ ὑπὲρ μόσχον νέον, κέρασι καὶ ὁπλαῖς ἀτελῆ καὶ ἀναίσθητον ὑπὲρ θυμία μα, ὑπὲρ ὁλοκαύτωμα ὑπὲρ μυριάδας ἀρνῶν πιόνων, οἷς ὁ στοιχειόδης νόμος ἐκράτει τὸν ἔτι νήπιον Ἰσραὴλ, ταῖς ἐναίμοις θυσίαις σκιαγραφῶν τὴν μέλλουσαν.
Εʹ. Τοῦτο προσφέρω Θεῷ, τοῦτο ἀνατίθημι ὃ μόνον ἐμαυτῷ κατέλιπον, ᾧ πλουτῶ μόνῳ. Τὰ μὲν γὰρ ἄλλα παρῆκα τῇ ἐντολῇ καὶ τῷ Πνεύματι· καὶ τὸν πολύτιμον μαργαρίτην πάντων ὧν εἶχόν ποτε ἀντηλ λαξάμην, καὶ γέγονα μεγαλέμπορος, μᾶλλον δὲ γενέσθαι δι' εὐχῆς ἔχω τῶν μικρῶν, καὶ πάντως φθαρησομένων ὠνησάμενος τὰ μεγάλα καὶ μὴ λυόμε να· τοῦ Λόγου δὲ περιέχομαι μόνου, ὡς Λόγου θερα πευτὴς, καὶ οὐκ ἄν ποτε ἑκὼν τούτου τοῦ κτήματος