1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

καλῶς ἡμῖν καὶ δικαίως ἐβράβευσε, καὶ κρεῖττον ἢ κατὰ τὰς ἡμετέρας εὐχὰς, καὶ τὰς τῶν ἄλλων ἐλπίδας.

ΙΑʹ. Ἡμεῖς τε γὰρ τὰς δοθείσας τῷ τμήματι κεφαλὰς, ὡς ὑπὲρ εὐσεβείας καινοτομηθείσας, καὶ εἰς βοήθειαν τοῦ ὀρθοῦ λόγου κάμνοντος, ἐν χάριτι προσηκάμεθα, καὶ οὐχ ὡς ἐχθροὺς ἀπεστράφημεν, ἀλλ' ὡς ἀδελφοὺς περιεπτυξάμεθα μικρὸν ὑπὲρ κλήρου πατρικοῦ στασιάσαντας ἀδελφικῶς, ἀλλ' οὐ πονηρῶς· καὶ τῆς μὲν ἔχθρας οὐκ ἐπῃνέσαμεν, τοῦ ζήλου δὲ ἀπεδεξάμεθα· κρείσσων γὰρ ἐμπαθοῦς ὁμονοίας ἡ ὑπὲρ εὐσεβείας διάστασις· καὶ διὰ τοῦτο προσθήκην ἑαυτῶν τὴν ὑφαίρεσιν πεποιήμεθα, κλέψαντες ἀγάπῃ τὴν καθ' ἡμῶν ἐπί νοιαν, καὶ τοσοῦτον τῆς τάξεως ἐναλλάξαντες, ὅσον μὴ τῇ ψήφῳ τὴν χάριν ἀκολουθῆσαι, τὴν δὲ ψῆφον τῇ χάριτι, καὶ χερσὶν ἀλλοτρίαις εἰς ταύτην προσχρήσασθαι, μικρόν τι προληφθέντες ὑπὸ τοῦ Πνεύματος· ὑμεῖς τε, τὴν κατὰ τοῦ γράμματος ἀφέντες ὑπόνοιαν, τῷ πνεύματι προσεδράμετε· τῆς μὲν ἁπλότητος οὐκ ἐπαινέσαντες ἐπὶ τῷ φαινομένῳ τῶν ῥημάτων, ἀσέβειαν δὲ οὐκ ἐννοήσαντες· ἀλλ' εἰδότες, ὅτι ἄπτωτος παρ' ἡμῖν ἡ Τριὰς καὶ ἀσάλευτος, οὐδέν γε ἧττον ἢ ἐν αὐτῇ τῇ φύσει, καὶ τὸ περικόψαι τι τῶν τριῶν ἢ ἀποξενῶσαι ἴσον ἡμῖν καὶ τὸ πᾶν ἀνελεῖν, καὶ κατὰ πάσης χωρῆσαι γυμνῇ τε κεφαλῇ τῆς θεότητος. Καὶ ταῦτα παρ' αὐτὴν ἀλλήλων ὑπεραπολογούμεθα τὴν διάστασιν, ἔστιν ὅτε καὶ παρ' οἷς ἀνθρώπων, ὅπερ δὴ καὶ μέγιστος τῆς ἀληθείας ἔλεγχος, οὐδὲ ὑπὸ τοῦ καιροῦ νικωμένης, οὐδὲ τῆς ἔχθρας παντελῶς τὸν σπινθῆρα τῆς ἐν ἡμῖν ἀγάπης καταλυούσης· ὅτι τὸ μέγιστον ὑπῆν ἡμῖν καὶ στασιάζουσιν ἡ ὁμοδοξία, καὶ τὸ συνειδέναι μὴ ἑτεροζυ γοῦσι περὶ τὴν ἀλήθειαν, μηδ' ἐναντίως διακειμένοις, ἀλλὰ τῷ αὐτῷ χαρακτῆρι μεμορ φωμένοις τῆς πίστεως, καὶ τῆς πρώτης ἡμῶν ἐλ πίδος. 35.737

ΙΒʹ. Οὐδὲν γὰρ οὕτως ἰσχυρὸν εἰς ὁμόνοιαν τοῖς γνησίοις τὰ πρὸς τὸν Θεὸν, ὡς ἡ περὶ Θεοῦ συμφωνία· καὶ οὐδὲν οὕτως ἕτοιμον εἰς διάστασιν, ὡς ἡ περὶ τοῦτο διαφωνία. Καὶ γὰρ ὁ τὰ ἄλλα ἐπιεικέστατος περὶ τοῦτο θερμότατος, καὶ ὁ πραῢς ὄντως γίνεται μαχητὴς, ὅταν ἴδῃ μακροθυμίᾳ Θεὸν ζημιούμενος, μᾶλλον δὲ Θεὸν ζημιῶν τῷ ἑαυτοῦ πτώματι, τὸν ἡμᾶς πλουτοῦντά τε καὶ πλουτίζοντα. Οὕτω μὲν οὖν, ὅπερ εἶπον, ἡμεῖς καὶ τὴν διάστασιν μετριώτεροι· ὡς περιφα νεστέραν γενέσθαι καὶ τὴν ὁμόνοιαν τῆς διαζεύ ξεως, καὶ μικροῦ τὸ μέσον κλαπῆναι τοῖς ἀμφοτέ ρωθεν δεξιοῖς· ἐπεὶ δὲ οὐκ ἐξαρκεῖ τὸ τάχος τῆς εἰρήνης πρὸς τὴν ἀσφάλειαν, εἰ μή τις καὶ λόγος ὁ ταύτην κρατῶν φανείη, καὶ Θεὸς ἔλθοι τῷ λόγῳ σύμμαχος, παρ' οὗ καλὸν ἅπαν καὶ ἄρχεται, καὶ εἰς τέλος ἔρχεται· φέρε καὶ δι' εὐχῶν, καὶ διὰ λογισμῶν βεβαιωσώμεθα ταύτην εἰς δύναμιν· ἐκεῖνο πρῶτον ἐνθυμηθέντες, ὅτι κάλλιστον μὲν τῶν ὄντων καὶ ὑψηλότατον Θεὸς, εἰ μὴ τῷ φίλον καὶ ὑπὲρ τὴν οὐσίαν ἄγειν αὐτὸν, ἢ ὅλον ἐν αὐτῷ τιθέναι τὸ εἶ ναι, παρ' οὗ καὶ τοῖς ἄλλοις· δεύτερον δὲ ὅσα ἐκ Θεοῦ πρῶτα καὶ περὶ Θεὸν, τὰς ἀγγελικὰς λέγω δυνάμεις καὶ οὐρανίους, αἳ, πρῶται σπῶσαι τοῦ πρώτου φωτὸς, καὶ τῷ τῆς ἀληθείας λόγῳ τρανού μεναι, φῶς εἰσι καὶ αὐταὶ τελείου φωτὸς ἀπαυγά σματα· τούτων δὲ οὐδὲν οὕτως ἴδιον, ὡς τὸ ἄμαχόν τε καὶ ἀστασίαστον. Οὔτε γὰρ ἐν θεότητι στάσις, ὅτι μηδὲ λύσις· λύσις γὰρ στάσεως ἔκγονον· ἀλλὰ τοσοῦτον τὸ τῆς ὁμονοίας καὶ πρὸς ἐαυτὴν, καὶ πρὸς τὰ δεύτερα, ὥστε καὶ προσηγορίαν τῷ Θεῷ γενέσθαι μετὰ τῶν ἄλλων, καὶ πρὸ τῶν ἄλλων, οἷς χαίρει καλούμενος, τοῦτο τὸ πλεον έκτημα. Εἰρήνη γὰρ καὶ ἀγάπη, καὶ τὰ τοιαῦτα ὀνομάζεται, ἡμῖν παρέχων διὰ τῶν ὀνομάτων ὡς Θεοῦ τούτων μεταποιεῖσθαι τῶν ἀρετῶν.

ΙΓʹ. Ἀγγέλων δὲ ὁ μὲν στασιάσαι τολμήσας, καὶ ὑπὲρ τὴν ἀξίαν ἀρθῆναι κατέναντι Κυρίου παντοκράτορος τραχηλιάσας, καὶ τὴν ὑπὲρ τὰ νέφη καθ έδραν ἐπινοῶν, ὡς ὁ τοῦ προφήτου λόγος, δίκην ἔδωκε τῆς ἀπονοίας ἀξίαν, σκότος ἀντὶ