1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

2

τήνδ' ἀνέθηκα τῶν ἐπιγραμματίων, θεῖε, δυωδεκάδα. 8.12 Ἔνθ' ἑκατονταέτης, ζωῆς βροτέης καθύπερθε, Πνεύματι καὶ θώκῳ τεσσαρακονταέτης, μείλιχος, ἡδυεπής, λαμπρὸς Τριάδος ὑποφήτης, νήδυμον ὕπνον ἔχω Γρηγορίοιο δέμας, ψυχὴ δὲ πτερόεσσα λάχεν Θεόν. ἀλλ' ἱερῆες ἁζόμενοι κείνου καὶ τάφον ἀμφέπετε. 8.13 Ἔκ με πικρῆς ἐκάλεσσε Θεὸς μέγας ἀγριελαίης· ποίμνης ἡγεμόνα θῆκε τὸν οὐδ' ὀίων ἔσχατον, ἐκ πλευρῆς δὲ θεόφρονος ὄλβον ἔνειμεν. γῆρας δ' ἐς λιπαρὸν ἱκόμεθ' ἀμφότεροι· ἱρὸς ἐμῶν τεκέων ἀγανώτατος· εἰ δὲ τελευτὴν ἔτλην Γρηγόριος, οὐ μέγα· θνητὸς ἔην. 8.14 Εἴ τις ὄρους καθύπερθεν ἁγνῆς ὀπὸς ἔπλετο μύστης Μωσῆς, καὶ μεγάλου Γρηγορίοιο νόος, ὅν ποτε τηλόθ' ἐόντα χάρις μέγαν ἀρχιερῆα θήκατο· νῦν δ' ἱερῆς ἐγγὺς ἔχει Τριάδος. 8.15 Αὐτὸς νηὸν ἔρεψα Θεῷ καὶ δῶχ' ἱερῆα Γρηγόριον καθαρῇ λαμπόμενον Τριάδι, ἄγγελον ἀτρεκίης ἐριηχέα, ποιμένα λαῶν, ἠίθεον σοφίης ἀμφοτέρης πρύτανιν. 8.16 Τέκνον ἐμόν, τὰ μὲν ἄλλα πατρὸς καὶ φέρτερος εἴης, τὴν δ' ἀγανοφροσύνην ἄξιος· οὔ τι πλέον εὔξασθαι θέμις ἐστί· καὶ ἐς βαθὺ γῆρας ἵκοιο, τοίου κηδεμόνος, ὦ μάκαρ, ἀντιάσας. 8.17 Οὐκ ὄις, εἶτ' ὀίων προφερέστατος, αὐτὰρ ἔπειτα ποιμήν, εἶτα πατὴρ καὶ νομέων νομέας, θνητοὺς ἀθάνατόν τε Θεὸν μέγαν εἰς ἓν ἀγείρων, κεῖμαι Γρηγόριος, Γρηγορίου γενέτης. ὄλβιος, εὐγήρως, εὔπαις θάνον, ἀρχιερῆος ἀρχιερεύς τε πατήρ, Γρηγόριος· τί πλέον; 8.18 Οὔτι μὲν ἐς πολύκαρπον ἀλωὴν ὄρθριος ἦλθον, ἔμπα δὲ τῶν προτέρων πλείονα μισθὸν ἔχω Γρηγόριος, ποιμήν τε καλὸς καὶ πλείονα ποίμνην Χριστῷ ἀναθρέψας ἤθεσι μειλιχίοις. 8.19 Οὐχ ὁσίης ῥίζης μὲν ἐγὼ θάλος, εὐαγέος δὲ συζυγίης κεφαλὴ καὶ τεκέων τριάδος ποίμνης ἡγεμόνευσα ὁμόφρονος· ἔνθεν ἀπῆλθον πλήρης καὶ χθονίων κοὐρανίων ἐτέων. 8.20 Γρηγόριος, τὸ δὲ θαῦμα, χάριν καὶ πνεύματος αἴγλην ἔνθεν ἀειρόμενος ῥῖψ' ἐπὶ παιδὶ φίλῳ. 8.21 Τυτθὴ μάργαρός ἐστιν, ἀτὰρ λιθάκεσσιν ἀνάσσει· τυτθὴ καὶ Βηθλέμ, ἔμπα δὲ χριστοφόρος. ὣς δ' ὀλίγην μὲν ἐγὼ ποίμνην λάχον, ἀλλὰ φερίστην Γρηγόριος, τὴν σύ, παῖ φίλε, λίσσομ' ἄγοις. 8.22 Ποιμενίην σύριγγα τεαῖς ἐν χερσὶν ἔθηκα Γρηγόριος· σὺ δέ μοι, τέκνον, ἐπισταμένως σημαίνειν· ζωῆς δὲ θύρας πετάσειας ἅπασιν, ἐς δὲ τάφον πατέρος ὥριος ἀντιάσαις. 8.23 Στράψε μέν, οἷς τὸ πάροιθεν ἐν οὔρεϊ Χριστὸς ἀμείφθη, στράψε δὲ Γρηγορίου τοῦ καθαροῖο νόῳ, τῆμος ὅτ' εἰδώλων ἔφυγε ζόφον· ὡς δ' ἐκαθάρθη, ᾗσι θυηπολίαις λαὸν ὃν εἰσέτ' ἄγει. 8.24 Παντός σοι μύθοιο καὶ ἔργματος ἦεν ἄριστον ἦμαρ κυριακόν· πένθεϊ πένθος ἅπαν, μῆτερ ἐμή, τίουσα μόναις ὑπόεικες ἑορταῖς· εὐφροσύνης, ἀχέων ἵστορα νηὸν ἔχεις· χῶρος ἅπας δάκρυσι τεοῖς σφρηγίζετο, μῆτερ· μούνῳ δὲ σταυρῷ πήγνυτο καὶ δάκρυα. 8.25 Οὔποτε σεῖο τράπεζα θυηδόχος ἔδρακε νῶτα, οὐδὲ διὰ στομάτων ἦλθε βέβηλον ἔπος, οὐδὲ γέλως μαλακῇσιν ἐφίζανε, μύστι, παρειαῖς. σιγήσω κρυφίους σεῖο, μάκαιρα, πόνους. καὶ τὰ μὲν ἔνδοθι τοῖα, τὰ δ' ἔκτοθι πᾶσι πέφανται· τοὔνεκα καὶ θείῳ σῶμ' ἀπέλειπες ἕδει. 8.26 Πῶς ἐλύθη Νόννης καλὰ γούνατα, πῶς δὲ μέμυκεν χείλεα, πῶς ὄσσων οὐ προχέει λιβάδας; ἄλλοι δ' αὖ βοόωσι παρ' ἠρίον· ἡ δὲ τράπεζα οὐκέτ' ἔχει καρποὺς τῆς μεγάλης παλάμης· χῶρος δ' ἐστὶν ἔρημος ἁγνοῦ ποδός, οἱ δ' ἱερῆες οὐκέτ' ἐπὶ τρομερὴν κρατὶ βαλοῦσι χέρα. χῆραι δ' ὀρφανικοί τε, τί ῥέξετε; παρθενίη δὲ καὶ γάμος εὐζυγέων, κέρσατ' ἄπο πλοκάμους, τοῖσιν ἀγαλλομένη κρατὸς φέρε πάντα χαμᾶζε, τῆμος ὅτ' ἐν νηῷ ῥικνὸν ἀφῆκε δέμας. 8.27 Σάρρα σοφὴ τίουσα φίλον πόσιν· ἀλλὰ σύ, μῆτερ, πρῶτα Χριστιανόν, εἶθ' ἱερῆα μέγαν σὸν πόσιν ἐσθλὸν ἔθηκας ἀπόπροθι φωτὸς ἐόντα. Ἄννα, σὺ δ' υἷα φίλον καὶ τέκες εὐξαμένη καὶ νηῷ μιν ἔδωκας ἁγνὸν θεράποντα Σαμουήλ· ἡ δ' ἑτέρη κόλποις Χριστὸν ἔδεκτο μέγαν· Νόννα δ' ἀμφοτέρων ἔλαχε κλέος, ὑστάτιον δὲ νηῷ λισσομένη πάρθετο σῶμα φίλον. 8.28 Ἐμπεδόκλεις, σὲ μὲν αὐτίκ' ἐτώσια φυσιόωντα καὶ βροτὸν Αἰτναίοιο πυρὸς κρητῆρες ἔδειξαν· Νόννα δ' οὐ κρητῆρας ἐσήλατο, πρὸς δὲ τραπέζῃ τῇδέ ποτ' εὐχομένη καθαρὸν θύος ἔνθεν