1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

2

κατὰ τὴν ἀπαράβατον 34 ταύτην ἀποκλήρωσιν τὸν μὲν τῇ ὑψηλοτέρᾳ προσανέχειν ζωῇ ἐν ἀκτήμονι καὶ ἐλευθεριάζοντι βίῳ, ἕτερον δὲ τυμβωρυχεῖν ἢ πειρατεύειν ἢ ἀσωτεύεσθαι ἢ τῷ ἑταιρικῷ βίῳ ἀπο θηλύνεσθαι. καὶ πάντα τὰ τοιαῦτα διεξιὼν ἰσχυρὰν ᾤετο τοῦ μὴ παραδέξασθαι τὸν λόγον ἡμῶν αἰτίαν ἐπιδεδεῖχθαι τὸ μὴ ἐφ' ἡμῖν εἶναι ὅπερ ἂν θέλωμεν κατ' ἐξουσίαν αἱρεῖσθαι, ἀλλὰ δεῖν ἀναμεῖναι τὴν ἀνάγκην ἐκείνην, ἧς τὸ ἐνδόσιμον πρὸς τὴν τοιαύτην ὁρμὴν παρασχούσης ἐπάναγκες εἶναι προσθέσθαι τῷ λόγῳ καὶ μὴ βουλόμενον, ἄνευ δὲ ἐκείνης καὶ σφόδρα προαιρουμένου μὴ δυνατὸν εἶναι γενέσθαι. Ἐγὼ δὲ ταῦτα αὐτοῦ καὶ τὰ τοιαῦτα διεξιόντος ἠρόμην αὐτὸν εἰ θεόν τινα οἴεται εἶναι τὸν τὸ κατὰ πάντων ἔχοντα κράτος τὸν τῷ ὀνόματι τῆς εἱμαρμένης ἀποκαλούμενον, οὖ τῷ βουλήματι τὰ καθ' ἕκαστον οἰκονομεῖσθαι πεπίστευκεν. ὁ δὲ πολλήν μου καταγνοὺς ἀβελτηρίαν ἐν τῷ ἐρωτήματι Οὔ μοι δοκεῖς κατανενοηκέναι, φησί, τῶν οὐρανίων οὐδέν. ἧ γὰρ ἂν ἔγνως τῆς εἱμαρμένης τὴν δύναμιν, ὅθεν καὶ ὅπως κατελήφθη τῶν καθ' εἱρμὸν ἀπαραβάτως γινομένων ἡ δύναμις. ἐμοῦ δὲ καὶ πρὸς τοῦτον ξενοφωνουμένου τὸν λόγον καί τι σαφέστερον ἀξιοῦντος μαθεῖν, πότερον δύναμίν τινα προαιρετικὴν αὐτοκρατῆ τε καὶ ἀδέσποτον ἐν ὑπερκειμένῃ τινὶ ἐξουσίᾳ θεωρουμένην τὴν εἱμαρμένην εἶναι φαντάζεται ἢ ἄλλο τι παρὰ τοῦτο ὑπείληφε, πάλιν τὸν αὐτὸν ἐπαναλαβὼν λόγον Ὁ τῶν οὐρανίων, φησίν, ἐπεσκεμμένος τὴν κίνησιν, τόν τε ζῳ διοφόρον κύκλον καὶ τὰ ἐν αὐτῷ δυοκαίδεκα τμήματα τῇ 35 περιγραφῇ τῶν ἐνθεωρουμένων ζῳδίων δι' ἴσου ἀπ' ἀλλήλων διεστηκότα, ἑκάστου τε τῶν ἄστρων τὴν δύναμιν κατανοήσας, τίνα μὲν ἐφ' ἑαυτοῦ ἕκαστον ἐκ φύσεως ἰσχὺν ἔχει, τί δὲ ἡ σύνοδος αὐτῶν ἐκ τῆς ποιᾶς πρὸς ἄλληλα κράσεως ἀπεργάζεται τῆς κατὰ τὴν δύναμιν ἑκάστου αὐτῶν ἰδιότητος μιχθείσης τε τῷ προσεγγισμῷ πρὸς τὴν ἑτέραν καὶ ἀποκριθείσης διὰ τῆς ἀποστάσεως, τί τε πάλιν ἡ τοῦ κατωτέρου ὑπόβασις ἐργάζεται καὶ τί ἡ τοῦ ὑπερκειμένου κατὰ τὴν πάροδον ἔκλειψις καὶ πάλιν ἀποκατάστασις ὅ τε ποικίλος τῶν συνιόντων τε καὶ ἀφισταμένων σχηματισμὸς ἐν τριγώνοις ἢ σκαληνοῖς καταγραφόμενος σχήμασιν ἢ καὶ ἄλλο τι τῶν κατὰ γεωμετρίαν θεωρουμένων σχημάτων ἀποτελῶν· ὁ ταῦτα, φησί, καὶ τὰ τοιαῦτα κατανοήσας εἴσεται τῆς εἱμαρμένης τὸ σημαινόμενον, ὅτι τὸ εἱρμῷ τινι ἀπαραβάτῳ κατὰ τὴν ποιὰν συμπλοκὴν τῶν ἀστέρων ἀναγκαίως ἀποτελούμενον τῷ ὀνόματι τῆς εἱμαρμένης διερμηνεύεται. ἐπεὶ δέ με καὶ τοῦτο πάλιν ἐξένιζεν (οὐ γὰρ συνίειν τῶν λεγομένων οὐδὲν ἅτε μὴ πεπαιδευμένος ταύτην τὴν παίδευσιν), ἠξίουν δι' ὧν ἦν μοι δυνατὸν γνῶναι τὴν τῆς εἱ μαρμένης διάνοιαν, διὰ τούτων μοι φανερὸν ποιεῖν τὸ λεγόμενον· τοὺς γὰρ ἀστρῴους κύκλους ἄλλον ἄλλῳ ἐγκεῖσθαι καὶ τὴν ἐναντίαν κίνησιν τῇ ἀπλανεῖ περιφορᾷ κατὰ τὸ ἐντὸς ἀνελίσσεσθαι καὶ πάντας τούτους τῷ ζῳδιακῷ ἐνδινεῖσθαι κύκλῳ, ταῦτα καὶ παρ' ἑτέρων εἶπον ἀκηκοέναι 36 καὶ ἐκ τοῦ ἀκολούθου μὴ ἀμφιβάλλειν τὰς τῶν φωστήρων αὐγὰς κατὰ τὴν ἰδιάζουσαν ἑκάστῳ τῶν πόλων κυκλοφορίαν προσεγγίζειν τε καὶ ἀφίστασθαι, καὶ ὑποβαίνειν τὸν κατώτερον καὶ κρύπτεσθαι τὸν ὑπερκείμενον ἀπὸ τῶν ἡμετέρων ὄψεων, εἰ κατὰ νώτου γένοιτο τοῦ ὑποβαίνοντος, καὶ πάντα ὅσα εἰκὸς ἐκ τοῦ ἀκολούθου λογίσασθαι· εἴτε τι σχῆμα διὰ τούτων ἀποτελεῖται, ὅταν ὁ κύκλος περιάγῃ διὰ τῆς ἰδίας κινήσεως τὸ ἐφ' ἑαυτοῦ κείμενον ἄστρον, ὥστε ἢ κατ' εὐθεῖαν τοῦ ὑπερκειμένου γενέσθαι ἢ πλαγιάσαι κατὰ τὴν πάροδον, εἴτε δι' ὀλίγου τοῦ χρονικοῦ διαστήματος εἴτε διὰ πλείονος ἑκάστου τούτων ἡ περίοδος γίνεται κατὰ τὸ μέγεθος τῆς καθ' ἕκαστον τῶν κύκλων ἀναλογίας ἀναγκαίως ἢ θᾶττον ἢ βράδιον τῆς ἀναστροφῆς γινομένης.

Ταῦτα πάντα καὶ τὰ τοιαῦτα σιγᾶν ἠξίουν, μόνον δέ μοι σαφῶς ἐκκαλύπτειν τῆς εἱμαρμένης τὴν δύναμιν, εἰ θεός τίς ἐστιν ὁ τῷ ὀνόματι τῆς εἱμαρμένης νοούμενος καὶ ὁ τοῦ παντὸς ἐξημμένος τὸ κράτος καὶ πάντα κατ' ἐξουσίαν τῷ