1

 2

 3

 4

 5

 6

2

Οὐκ ἐχαύνωσεν αὐτοῦ τὴν ὑπομονὴν ἡ τῶν ἐπελθόντων ἀφορία, ἀλλὰ τοσούτων ἐπελθόντων ὥσπερ κυμάτων ἀλλεπαλλήλων, τὸ σκάφος ὑποβρύχιον οὐκ ἐγίνετο. Εἶδες ὑπομονὴν δικαίου; εἶδες στέφανον πλεκόμενον τῷ δικαίῳ δι' ὑπομονῆς; Ἴδε μοι καὶ τὸν πτωχὸν Λάζαρον, μᾶλλον δὲ πλουσίων εὐπορώτερον, πῶς καὶ οὗτος δι' ὑπομονῆς ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ ἐπαναπαύεται. Οὗτος γὰρ ὁ Λάζαρος παρὰ τὸν πυλῶνα τοῦ πλουσίου καθέζετο τῷ λιμῷ τηκόμενος· κἀκεῖνος μὲν ὁ πλούσιος διαφόροις ἐδέσμασι καθ' ἑκάστην ἡμέραν ἐμπιπλῶν τὴν κοιλίαν· ὁ δὲ Λάζαρος οὔτε ἄρτου τὴν κοιλίαν αὐτοῦ χορτάσαι εἶχεν· οὗτος παρασίτους ἔτρεφε, καὶ οὗτος ὑπὸ κυνῶν ἐλείχετο· οὗτος ἐστεμμένους εἶχε κρατῆρας οἴνου, κἀκεῖνος τὰ τραύματα ἐθώπευεν· οὗτος εἶχεν οἰκίαν χρυσόροφον καὶ μάρμαρα Λακεδαιμόνια καὶ περικεφαλαίας χρυσᾶς, καὶ Λάζαρος καλύβην οὐκ εἶχεν· οὗτος περιεβάλλετο σηρικὰ καὶ λαγῷα, καὶ Λάζαρος οὐκ εἶχε ῥάκος. Ἀλλ' ὅρα μοι τὸ τέλος τῆς ὑπομονῆς. Ἀπέθανεν οὖν ὁ πλούσιος τοῦ γὰρ πλουσίου ὁ θάνατος, θάνατος· θάνατος γὰρ ἁμαρτωλῶν πονηρός· ἀπέθανε δὲ καὶ ὁ Λάζαρος, μᾶλλον δὲ μετετέθη. Οὗτος ὑπ' ἀγγέλων εἵλκετο, οὗτος ἐν οὐρανῷ ἐπολιτεύετο, κἀκεῖνος ἐν τῇ γεέννῃ κατεφλέγετο· οὗτος ὑπεραπήλαυε τῶν ὑδάτων, κἀκεῖνος ἐν τῇ γεέννῃ κατεφλέγετο, ῥανίδος ἐπεθύμει· οὗτος ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ ἐπανεπαύετο, κἀκεῖνος ὑπὸ τοῦ σκώληκος τοῦ ἀκοιμήτου ἐνύγετο.

Καὶ ὅρα, εἰ δοκεῖ, τὴν ὑπομονὴν τοῦ μακαρίου Λαζάρου. Οὐκ εἶπεν ἐν ἑαυτῷ, ὅτι Ἐγὼ ζῶν ἐν ἀρετῇ πένομαι, καὶ οὗτος ἐν ἀδικίᾳ ζῶν πλουτεῖ· παῖδες τούτῳ παρειστήκεισαν ἀπαραίτητον λειτουργίαν προσφέροντες· οὗτος μακαρίζεται ὑπὸ ἀνθρώπων, καὶ οὗτος ἐταλανίζετο· μάγειροι τούτῳ ποικίλῃ τέχνῃ ὑπηρέτουν, σιτοποιοὶ, ἀρχισιτοποιοί· λουτρὰ ἐν πόλει, καὶ λουτρὰ κατὰ χώρας, καὶ κῆποι καὶ παράδεισοι. Οὗτος καθ' ἑκάστην ἡμέραν ὑπεραπήλαυε τιμῆς· ἡ γῆ ἀπαραιτήτως αὐτῷ προσέφερε, καὶ οὗτος οὐ μετεδίδου τοῖς ἐνδεέσι· τὰ δένδρα τὸν καρπὸν βαρούμενα εἰς τὴν γῆν ἔβλεπον, κἀκεῖνος τῷ βάρει τῶν κακῶν εἰς οὐρανὸν οὐκ ἀνέβλεπεν· ὁ δὲ Λάζαρος κατὰ μόνας ἐκάθητο, τῇ ὑπομονῇ ἀπωθούμενος τὴν ζάλην τῆς πενίας. Εἶδες ὑπομονὴν δικαίου; εἶδες ὠμότητα πλουσίου; εἶδες καρτερίαν πένητος; εἶδες ἀπανθρωπίαν τοῦ πλουσίου; εἴδετε οἷον ὀψώνιον ἤνθησεν ἡ ὑπομονή; Ἴδε μοι καὶ τοὺς τρεῖς παῖδας ἐν καμίνῳ διατρίβοντας, καὶ τὴν κάμινον ὡς λεπτὸν ἀέρα καταπατοῦντας τῇ ὑπομονῇ, πῶς οὗτοι οἱ νέοι κατετόλμησαν τῆς τοσαύτης βασάνου, καὶ οὐκ ἐλογίσαντο τὴν ἀπειλὴν τῆς φλογὸς, οὐδ' ὅσα τούτοις πικρὰ βασανιστήρια ἔμελλον ἔρχεσθαι; ἀλλὰ τοσοῦτον ἦσαν ὑψηλοὶ τῷ φρονήματι τῆς ὑπομονῆς, ὥστε λέγειν αὐτούς· Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. Ἀλλ' ὅμως κατετόλμησαν αὐτοῦ τῶν βασάνων, καὶ περιεπάτουν ἐν τῇ καμίνῳ καὶ ὕμνουν τὸν Θεὸν, ὥσπερ ἐν λειμῶνι καὶ παραδείσῳ ἤ τινι χλοηφόρῳ· καὶ ὥσπερ τις ἐν τρυφῇ διάγων, οὕτω περιεπάτουν, καὶ ἔλεγον· Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Καὶ ὅρα βλαστάνουσαν ὑπομονὴν ταπεινοφροσύνην ἐπάγουσαν ἑξῆς· Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν. Καίτοι εἰ καὶ ἁμαρτίας ἦσαν πεποιηκότες, πάσας ἀπέσμηξεν ἡ τῆς 60.732 φλογὸς δύναμις· ἀλλ' ὅμως τῇ ὑπομονῇ ἔλεγον· Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν. Εἶδες ὑπομονὴν δικαίων; Οὐκ ἐλογίσαντο, ὅτι πυρὶ ἤμελλον προσομιλεῖν τὰ τούτων σώματα, ἀλλὰ καὶ ἀδάμαντος στερεώτεροι ηὑρέθησαν, καὶ τοσοῦτον ἀνδρεῖοι, ὥστε μὴ ἐν ἑνὶ τόπῳ ἑστάναι αὐτοὺς ἐν τῇ καμίνῳ. Καὶ περιπατοῦντες ηὐλόγουν τὸν Θεὸν καὶ ἐδόξαζον.

Καὶ οὐ μόνον αὐτοὶ μόνοι, ἀλλὰ καὶ αὐτοὶ τὴν κτίσιν πᾶσαν μεθ' ἑαυτῶν ἐκάλουν, τὸν ἥλιον καὶ τὴν σελήνην, τὰ ἄστρα τοῦ οὐρανοῦ, θάλασσαν καὶ ποταμοὺς, πηγὰς καὶ λίμνας καὶ τὴν γῆν, τὰ ὄρη, τοὺς βουνοὺς, τὰς νάπας, τὰς