1

 2

 3

 4

 5

2

Τί γὰρ τὸ ἀναγκαῖον ἦν τῷ λόγῳ ξηραίνεσθαι τὴν συκῆν, καὶ μὴ λόγῳ ταύτην καρποφορεῖν; Ὁ γὰρ ῥήματι ξηράνας αὐτὴν ἠδύνατο καὶ ῥήματι εὔκαρπον αὐτὴν ποιῆσαι. Τί δὲ καὶ ἥμαρτεν ἡ συκῆ, εἴποι τις ἂν, ὁπότε οὐκ ἦν αὐτῆς ὁ καιρὸς, Μάρκου τοῦ εὐαγγελιστοῦ λέγοντος χειμῶνα εἶναι κατ' ἐκεῖνον τὸν καιρόν; Καὶ εἰ μή τί ἐστι μυστήριον ὑπὲρ ἄνθρωπον ἐν αὐτῇ τελούμενον, εὑρεθήσεται ὁ Κύριος κατὰ μὲν ἕνα τρόπον ἐπαινετὸς, κατὰ δὲ ἕτερον μεμπτέος· ἐπαινετὸς μὲν γὰρ, ὅτι λόγῳ αὐτὴν ἐξήρανε· μεμπτέος δὲ, ὅτι ἀδίκως αὐτὴν κατηράσατο. Ἀλλὰ δεῖ νοεῖν τοῦ λοιποῦ, ἀγαπητοὶ, τίνος ἔφερεν εἰκόνα ἡ συκῆ· οὐ γὰρ ἦν τι ὑπὸ Χριστοῦ γενόμενον πρᾶγμα, ὃ οὐκ εἶχε μυστήριον. Ὅλως οὐδὲν ἦν παρ' αὐτοῦ γινόμενον ἔργον, ὃ μὴ σφόδρα ὠφέλιμον· οὐδὲν ὃ μὴ ἐβόα τὴν ἀλήθειαν· οὐδὲν ὃ μὴ πρὸς τὴν τῶν οὐρανίων παραδοχὴν ἐκίνει τὸν νοῦν. Ταύτην τὴν συκῆν οἱ πολλοὶ τῶν ἑρμηνέων εἰρήκασι τῇ τῶν Ἰουδαίων συναγωγῇ παρεικασμένην εἶναι, ἐφ' ἢν ἦλθε, φησὶν, ὁ Κύριος, ζητῶν ἐν αὐτῇ καρπὸν πίστεως· καὶ οὐχ εὗρεν, εἰ μὴ μόνον λόγοις προφητῶν καὶ νόμου καθάπερ φύλλοις κομῶσαν· διὸ καὶ ἐξήρανε, λέγων· Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα.

Ἐγὼ δὲ τῇ ἑρμηνείᾳ ταύτῃ πειρῶμαι ἀντιλέγειν, ἀγαπητοί· οὐ γὰρ οὕτως ἔχει ἡ ἀκρίβεια τοῦ νοήματος. Πῶς γὰρ ἂν κατηράσατο ὁ Κύριος, λέγων, Εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε; πῶς δὲ καὶ τὴν συναγωγὴν κατηράσατο ἂν καὶ ἐξήρανεν ὁ λέγων, Οὐκ ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀπολέσαι, ἀλλὰ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός; Εἰ δέ τις ἔτι ἀντιλέγει καὶ φιλονεικεῖ, λέγων, τῇ τῶν Ἰουδαίων συναγωγῇ παρεικασμένην εἶναι τὴν συκῆν ἀκριβῶς, λεγέτω πῶς ἡ ἀπὸ ῥιζῶν ξηρανθεῖσα συναγωγὴ τοιοῦτον ἔγκαρπον κλάδον ἐβλάστησε, τὸν γλυκύτατον Παῦλον. Πολλοὺς δὲ καὶ ἄλλους ἐπιστρέψαντας ἔγνωμεν ἐκ τῆς τῶν Ἰουδαίων συναγωγῆς· καὶ γὰρ καὶ Στέφανος ὁ λιθασθεὶς ὑπὸ τῶν Ἰουδαίων ἐξ ἐκείνης τῆς συναγωγῆς ἐτύγχανε, καὶ Ἀκύλας καὶ Πρίσκιλλα καὶ πολλοὶ ἄλλοι, ὧν τὸν κατάλογον νῦν τῶν ὀνομάτων διὰ τὸ πλῆθος τῶν λέξεων παραιτούμεθα λέγειν. Ὅτι δὲ οὐ παντελῶς ἀπώσατο ὁ Θεὸς τὸν λαὸν τῶν Ἰουδαίων, μαρτυρείτω μοι Παῦλος λέγων· Λέγω οὖν, Μὴ παντελῶς ἀπώσατο Κύριος τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ, ἐκ σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν. Οὐκ ἀπώσατο Κύριος τὸν λαὸν αὐτοῦ. Ἀλλὰ γὰρ καὶ σωτηρίαν τῷ λαῷ ἐκείνῳ ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐπαγγέλλεται ἐν τῷ λέγειν· Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. Εἰ γὰρ καὶ ἐχθρὸν γεγόνασιν Ἰουδαῖοι τοῦ Θεοῦ, δι' ἡμᾶς γεγόνασιν, ἵνα τῇ ἐκείνων ἀπειθείᾳ ἡμεῖς ἐλεηθῶμεν, ὡς 59.588 μαρτυρεῖ μοι Παῦλος λέγων, Κατὰ μὲν τὸ Εὐαγγέλιον, ἐχθροὶ δι' ἡμᾶς· κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ, διὰ τοὺς πατέρας· ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις ἁγία. Ζητητέος τοίνυν, ἀγαπητοὶ, ὁ περὶ τῆς συκῆς λόγος, τίνος ἔφερεν εἰκόνα. Ἀλλ' ἐὰν σὺ, ὁ Ἀδὰμ, μνησθῇς, ὅτε ἐν τῷ παραδείσῳ ἐγυμνώθης, ποίου δένδρου φύλλα λαβὼν καὶ συῤῥάψας ἑαυτῷ περιβόλαιον ὕφανας, ὄψει πῶς δικαίως ταύτην ἐξήρανεν· ἢ γὰρ οὐχὶ φύλλα συκῆς λαβὼν τὴν σεαυτοῦ αἰσχύνην ἐκάλυπτες; Ἦλθεν οὖν ὁ Χριστὸς, καὶ τὴν ἔτι ἐν σοὶ ἀνθοῦσαν συκῆν τὸ τῆς αἰσχύνης κάλυμμα τῷ λόγῳ ἐξήρανεν· ἦρέ σου τὴν πενίαν, καὶ δέδωκέ σοι τὸν πλοῦτον· ἦρέ σου τὰ τῆς αἰσχύνης καλύμματα, καὶ δέδωκέ σοι χιονοφεγγῆ στολὴν, ἐξ ὕδατος καὶ Πνεύματος ὑφανθεῖσαν· ἐξήρανε τὰ φύλλα τῆς συκῆς, καὶ ἀπέδωκέ σοι τὰ σῦλα τῆς ψυχῆς. Ποῖα σῦλα; Ἃ ὄφις ἐσυλαγώγησεν ἐν σοὶ ἐν τῷ παραδείσῳ, τὴν ἰσάγγελον ζωὴν, τὴν τοῦ παραδείσου τρυφὴν, τὴν τῆς ἀφθαρσίας στολήν.

βʹ. Ἀλλ' ἐπανέλθωμεν ἐπὶ τὸ κεφάλαιον. Πρωῒ γὰρ, φησὶν, ἐπανελθὼν ὁ

Ἰησοῦς εἰς τὴν πόλιν, ἐπείνασε. Πρωῒ, μετὰ τὸ τὴν νύκτα τῆς πλάνης παραδραμεῖν, καὶ τὸν ὄρθρον Χριστὸν τὸ τῆς ἀναστάσεως φέγγος αὐγάσαι τῷ κόσμῳ· ὄρθρος γὰρ ὁ