1

 2

 3

 4

 5

5

Ὢ δένδρον μακαριστὸν, ὃ βασιλεῖς τιμῶσιν, καὶ ὕπαρχοι σέβονται, ἄνδρες τε καὶ γυναῖκες καὶ πᾶσα φύσις καὶ κτίσις ἀνθρώπων φυλακτήριον κέκτηνται· ὃ δαίμονες φρίττουσι, καὶ ὁ διάβολος τρέμει· ὃ ἄγγελοι ὑμνοῦσι, καὶ οὐρανοὶ εὐλογοῦσιν· Ἐκκλησίαι δὲ σεμνύνουσι τὸν ἐν αὐτῷ σταυρωθέντα Χριστόν! ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνα, τῶν αἰώνων. Ἀμήν.