1

 2

 3

 4

 5

3

Χριστὸς, καθάπερ φησὶν ὁ προφήτης· Ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν. Πρωῒ ἐπανάγων ὁ Ἰησοῦς. Πρωῒ, μετὰ τὸ τὸν σκοτεινόμορφον θάνατον τῷ φωτὶ τῆς δόξης Χριστοῦ ἀφανισθῆναι, καὶ τὰς χρυσοῦς ἀκτῖνας τὸν τῆς δικαιοσύνης ἥλιον ἐν ταῖς τῶν ἐσκοτισμένων ἀνθρώπων καρδίαις ἐλλάμψαι· πρωῒ, μετὰ τὸ τὰς θερμὰς ἀκτῖνας τῆς θεότητος ἐκπετάσαι, καὶ τὰς νενεκρωμένας ὑπὸ τοῦ διαβόλου ψυχὰς ἐκθερμᾶναι· Οὐκ ἔστι γὰρ ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ. Τῇ γὰρ ψυχροτάτῃ ἁμαρτίᾳ ὁ διάβολος τὰς τῶν ἀνθρώπων καρδίας ἐνέκρωσεν. Ὅθεν ὁ προφήτης ἐπεύχεται λέγων· Πύρωσον τοὺς νεφρούς μου, καὶ τὴν καρδίαν μου. Κρυμῷ γὰρ ἀσεβείας πᾶσα ἡ ἀνθρωπότης ἐδέδετο. ∆ιὸ πάντες οἱ προφῆται ὁμοθυμαδὸν ηὔχοντο πρὸς τὸν Θεὸν λέγοντες· Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ· τουτέστιν, ὥσπερ νότος θερμὸς ἐπιπνεύσας τὰ παγωθέντα ὕδατα εἰς τὴν προτέραν φύσιν τοῦ ὕδατος ἐπανάγει, ὡσαύτως καὶ ἡμᾶς τοὺς τῇ ἁμαρτίᾳ τοῦ διαβόλου νεκρωθέντας, ὡς νότος θερμὸς ἐπιπνεύσας, ἐπὶ τὴν ἀρχαίαν φύσιν τῆς ἀφθαρσίας ἀνακαινίζει.

Ταύτην τὴν θερμὴν ἐπίπνευσιν τοῦ νότου καὶ ἡ νύμφη Χριστοῦ Ἐκκλησία ἐν τοῖς Ἄσμασι τῶν ᾀσμάτων ἐπικαλεῖται λέγουσα· Ἐξεγείρου, βοῤῥᾶ, καὶ ἐξέρχου, νότε· διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματα. Πρωῒ, φησὶν, ἐπανάγων. Καλὸν τὸ, Ἐπανάγων, ἵνα σημάνῃ, ὅτι τὸν ἐκ τοῦ παραδείσου ἐκπεσόντα Ἀδὰμ πάλιν ἐλθὼν ὁ Κύριος ἡμῶν εἰς τὸν αὐτὸν τόπον ἐπανάγει. Πρωῒ ἐπανάγων ὁ Ἰησοῦς ἐπὶ τὴν πόλιν, ἐπείνασε. Πόλιν νῦν ἀκούσας, μὴ κάτω περιβλέπου, ἀλλὰ πρὸς τὴν ἄνω Ἱερουσαλὴμ ἀνάβλεπε, πρὸς τὸν οὐράνιον χῶρον· καὶ γὰρ Τὸ πολίτευμα ἡμῶν ἐν οὐρανοῖς ὑπάρχει. Πρωῒ ὁ Ἰησοῦς ἐπανάγων ἐπὶ τὴν πόλιν, ἐπείνασεν, οὐ τὴν τροφὴν τῶν ἀνθρώπων, ἀλλὰ τὴν ζωὴν τῶν ἀνθρώπων· Ἐμὸν γάρ ἐστι βρῶμα, ἵνα ποιῶ τὸ θέλημα τοῦ Πατρός μου· ἵνα πιστεύσωσιν εἰς ὃν ἀπέστειλεν ἐκεῖνος· Ὁ γὰρ πιστεύων εἰς αὐτὸν, καθὼς εἶπεν αὐτὸς, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πρωῒ ὁ Ἰησοῦς ἐπανάγων ἐπὶ τὴν πόλιν, ἐπείνασεν, καὶ ἰδὼν συκῆν, ἦλθεν ἐπ' αὐτήν. Εἰ γὰρ παρέδραμε τὴν συκῆν, εἶχεν ἂν ἐν τῇ συκῇ τὴν καλιὰν αὐτοῦ ὁ ὄφις ἀθάνατον· ἀλλ' ἦλθεν ἐπὶ τὴν συκῆν, καὶ ταύτην ἐξήρανεν. Ὑπὸ τοιαύτην συκῆν τὸν Ναθαναὴλ ὄντα εἶδεν ὁ Κύριος· Πρὸ τοῦ γάρ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε. Ταύτην τὴν συκῆν προορῶν ὁ προφήτης μέλλουσαν ἄκαρπον γενέσθαι, ἔλεγεν· Ἀναβήσομαι εἰς λαὸν παροικίας μου, διότι συκῆ οὐ καρποφορήσει. Ἐπὶ τοιαύτην συκῆν ἀνέβη ὁ Ζακχαῖος ἰδεῖν τὸν Ἰησοῦν· πρὸς ὃν ἔλεγε· Σπεύσας κατάβηθι. [Ἐκεῖ ὁ ὄφις καμπύλα περιπλέκεται, ἐκεῖ ἐνόσσευσεν, ἐκεῖ κέκρυπται. Σπεύσας κατάβηθι.] Χαριέντως δὲ ὁ εὐαγγε 59.589 λιστὴς εἶπε συκομορέαν ἐπὶ τοῦ Ζακχαίου, ἵνα σημάνῃ ὅτι ἡ πλατεῖα καὶ εὐρύχωρος ὁδὸς συμπέπλεκται τῇ μωρίᾳ, ὅθεν τίκτεται ὁ κάκιστος μόρος. Ἦλθεν ἐπὶ τὴν συκῆν ὁ Κύριος.

Αὕτη ἡ συκῆ εἰκόνα ἔφερε τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ· πλατύφυλλον γάρ ἐστι τὸ φυτὸν τῆς συκῆς, καὶ κνησμώδης ἐστὶν ἡ ἁμαρτία, διὰ τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ ἀπάγουσα εἰς τὴν ἀπώλειαν. Γλυκύτατός ἐστιν ὁ καρπὸς τῆς συκῆς· γλυκεῖά ἐστιν ἡ ἡδονὴ, εἰς ὄλισθον ἁμαρτίας τοὺς προσεγγίζοντας αὐτῇ καταῤῥηγνῦσα. Φεῦγε αὐτῆς τὴν γεῦσιν, ὦ ἀγαπητέ· γλυκεῖα γάρ ἐστιν ἐν τῇ γεύσει, πικρὰ δὲ μετὰ τὴν πρᾶξιν. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, καὶ πρὸς καιρὸν λιπαίνει τὸν φάρυγγα· ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον διστόμου μαχαίρας. Πόρνη ἐστὶν ἡ ἡδονὴ, γλυκέα σοι προσομιλεῖ τὰς ἀρχὰς, λαθραίως παρεμβάλλουσα ἐν τῇ ὁμιλίᾳ τὸ πικρὸν τοῦ θανάτου. Τοιοῦτος ἦν καὶ ὁ ὄφις, γλυκὺς ἐν τῷ λόγῳ, καὶ πικρὸς ἐν τῷ δόλῳ· γλυκὺ μὲν τὸ βρῶμα, πικρὸν δὲ τὸ πτῶμα. Φεῦγε οὖν, ἀγαπητὲ, τὴν πόρνην, τὴν γλυκεῖάν σοι ὁμιλοῦσαν, καὶ πικρὰ τραύματα ἐμφέρουσαν· φεῦγε τὴν ἡδονὴν ὡς Ἠλίας τὴν Ἰεζάβελ. Ἦλθε τοίνυν ὁ Κύριοςἀπὸ οὐρανῶν· ἐπείνασεν τὴν ζωὴν τῶν ἀνθρώπων