1

 2

 3

 4

 5

4

εὕρασθαι· εὗρε τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν τοῦ βίου τούτου ἑστῶσαν· ἦλθεν ἐπ' αὐτὴν, καὶ εὑρίσκει αὐτὴν φύλλοις κομῶσαν, τουτέστι, δόγμασιν ἁμαρτίας ἀνθοῦσαν, μὴ ἔχουσαν δὲ αὐτὴν καρπὸν ἔτι θανάτου. ∆ιὰ τί; Ἐπειδὴ οὐκ ἦν καιρός· τοῦτο γὰρ προσέθηκεν ὁ εὐαγγελιστής· Οὐκ εἶχε, φησὶ, καρπόν· οὐ γὰρ ἦν καιρός. Πῶς γὰρ ἠδύνατο ἔτι θάνατον καρποφορῆσαι. Ἰησοῦ παραγενομένου, καὶ ἀνάστασιν τῷ κόσμῳ κηρύττοντος; Οὐκ ἔτι ἦν αὐτῆς καιρὸς καρποφορεῖν θάνατον· Ἐβασίλευσε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως. τουτέστι, τοῦ νόμου. Οἶδε γὰρ, φησὶν, ἡ Γραφὴ τὸν νόμον λέγειν Μωϋσέα, ὡς ἐν τῷ Εὐαγγελίῳ· Ἔχουσιν Μωϋσέα καὶ τοὺς προφήτας. Εἶπε Κύριος πρὸς αὐτὴν, Οὐ περαιτέρω καὶ Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· τουτέστι, Πρὸ τῆς ἐμῆς παρουσίας ἐκαρποφόρησας θάνατον· ἰδοὺ ἐγὼ παραγέγονα, αὕτη ἡ ἀνάστασις. Ἐμοῦ παραγενομένου Μηκέτι ἐκ σου καρπὸς γένηται εἰς τὸν αἰῶνα. Καὶ εὐθέως ἐξηράνθη ἡ συκῆ· καὶ ἐπληρώθη τὸ γεγραμμένον, Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Εἰπὼν γὰρ ὁ εὐαγγελιστὴς χειμῶνα εἶναι κατ' ἐκεῖνον τὸν καιρὸν ἐν ᾧ ἡ συκῆ τοῖς φύλλοις ἐκόμα, ᾐνίξατο ὅτι ἡ ἁμαρτία ἐκόμα, διὰ τὸ εἶναι τὸν διάβολον χειμῶνα ἐπικείμενον πάσῃ τῇ ἀνθρωπότητι. Πρὸ γὰρ τῆς τοῦ εἰρηνάρχου παρουσίας, ποικίλοις πνεύμασιν ἐκλονεῖτο τὸ τῶν ἀνθρώπων γένος, πρὸς εἰδωλολατρείας καὶ αἱμοχυσίας καὶ κώμους καὶ λαγνείας ἐλαυνόμενον· ἐλθὼν δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς 59.590 Χριστὸς, ἡ εἰρήνη τοῦ κόσμου, κατέστειλε τὰς τῶν ἐναντίων πνευμάτων σπιλάδας ταραττούσας τὴν τοῦ βίου τούτου τῶν παθῶν ἁλμυροφόρον θάλασσαν, καὶ τὰ ἀφροφόρα τῶν ἡδονῶν κατέσβεσε κύματα. Καὶ ξηράνας τὴν συκῆν, ἐφύτευσε τὴν τοῦ σταυροῦ πίστιν ἀνθοῦσαν, καὶ ζωὴν πᾶσιν ἀστράπτουσαν· οὗ σταυροῦ αἱ μὲν ῥίζαι εἰς τὴν γῆν ἐτέθησαν, οἱ δὲ κλάδοι εἰς οὐρανοὺς ἀνετάθησαν· οὗ τὰ φύλλα ἀγήρατα, καὶ τὸ ἄνθος ἀμάραντον, καὶ ὁ καρπὸς ἀθάνατος· οὗ καὶ ὁ ∆αυῒδ μέμνηται ξύλου, λέγων· Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται. Τούτου τοῦ ξύλου μέμνηται καὶ ἡ Σοφία, λέγουσα· Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς. Τοῦτο τὸ ξύλον προφητικῷ ὀφθαλμῷ θεωρήσας Ἱερεμίας, ὑπὸ τῶν Ἰουδαίων μέλλον κατὰ Χριστοῦ πελεκᾶσθαι, εἰς πρόσωπον τῶν Ἰουδαίων ἀπεφθέγξατο, λέγων αὐτοῖς· ∆εῦτε, καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων. Ξύλον ὁ σταυρὸς, ἄρτος τὸ σῶμα Χριστοῦ. Λαβὼν γὰρ ὁ Κύριος ἄρτον, εἶπε· Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

Ἐπὶ τοῦτο τὸ ἰκρίον τοῦ σταυροῦ ἀναβὰς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ τὰς χεῖρας αὐτοῦ ἐκπετάσας, καὶ τὰς ἐν τῷ ἀέρι πετομένας δυνάμεις ἐξελάσας, ἀνεμπόδιστον ἡμῖν τὴν εἰς οὐρανὸν πορείαν ηὐτρέπιζε, καὶ κλίμακα μακρὰν ἡμῖν τὴν πίστιν ἀπὸ γῆς εἰς οὐρανὸν ἀνατείνας· καὶ τὸ παράδοξον, ἐὰν ἀκούσητε, ἀγαπητοὶ, ἔστη τὸ δένδρον τοῦ σταυροῦ, ἐφηπλώθη ἐν αὐτῷ ἡ ἀληθινὴ ἄμπελος, ἡ λέγουσα, Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή· καὶ ἐγένετο τῷ μὲν διαβόλῳ ἀναδενδρὰς θανατηφόρος, ἡμῖν δὲ ἀναδενδρὰς ζωηφόρος, τὸν καύσωνα τῶν ἁμαρτιῶν ἡμῶν ἀναστέλλουσα, καὶ σκιὰν ἀναπαύσεως ἡμῖν δωρουμένη. Ὑπὸ τὴν σκιὰν αὐτοῦ ὁ καθήμενος λέγει τὸ ὑπὸ τοῦ Σολομῶντος εἰρημένον· Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ γλυκὺς αὐτοῦ ὁ καρπὸς ἐν τῷ λάρυγγί μου. Ἐν ταύτῃ τῇ σκιᾷ θαῤῥήσας ὁ μακάριος ∆αυῒδ ἔλεγε· Καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ. Ἕως πότε; Ἕως οὗ παρέλθῃ ἡ ἀνομία μου. Ὢ θαυμαστοῦ πράγματος καὶ μυστηρίου καινοῦ! Ἡ πηγὴ ἐπὶ δένδρον ἔκειτο, καὶ ὁ σταυρὸς ὑπ' αὐτῆς ἐποτίζετο· νυγεὶς γὰρ λόγχῃ τὴν πλευρὰν αὐτοῦ, αἷμα καὶ ὕδωρ ἐξέπεμψε· τῷ μὲν αἵματι τὸν σταυρὸν πορφυρίζων, τῷ δὲ ὕδατι ἄρδων αὐτοῦ τὰς ῥίζας, ἵνα ἀθανάτους καρποὺς τοῖς πιστεύουσιν εἰς ἀεὶ ἀναθάλλῃ.