2
Θεῷ. Τί οὖν ποιήσομεν οἱ ἐν ἁμαρτίαις προδιδόντες ἑαυτοὺς ἑκόντες; τίνα ἕξομεν τὴν παραψυχήν; τίνα παραμυθίαν; πῶς ἐξιλεωσόμεθα τὸν φοβερὸν δικαστήν; πόσης αἰσχύνης πληρωθῶμεν, ὁρῶντες πρὸ ὀφθαλμῶν τὰς ἀσεβείας ἡμῶν; Ὅμως ἐὰν θελήσωμεν νῦν διεγερθῆναι πρὸς τὰ Θεῷ ἀρεστὰ, δυνησόμεθα καὶ πάντα τὰ ἡμαρτημένα ἀπονίψασθαι, καὶ τὰ φοβερὰ ἐκεῖνα κριτήρια διαφυγεῖν. Τοῦτο δὲ ἔσται, ἐὰν μνημονεύσωμεν διηνεκῶς τῆς ἐντεῦθεν ἀποδημίας τοῦ σώματος ἡμῶν· Μιμνήσκου γὰρ, φησὶν, τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις· ἔπειτα ἀναλογιζώμεθα τὸ φοβερὸν βῆμα τοῦ Χριστοῦ, ἐν ᾧ πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν διανοίᾳ· ἔπειτα τὸν ποταμὸν τοῦ πυρὸς, τὸν δεσμὸν τὸν ἄλυτον, τὸ σκότος τὸ ἀφεγγὲς, τὸν βρυγμὸν τῶν ὀδόντων, τὸν σκώληκα τὸν ἰοβόλον, τὴν ἡμέραν ἐκείνην, τὴν ὀδυνηρὰν μὲν τοῖς ἁμαρτωλοῖς, φαιδρὰν δὲ καὶ ἡδεῖαν τοῖς ἔργα δικαιοσύνης ἐπιτελέσασιν.
βʹ. Ἀλλ' εἰσί τινες τῶν ἀνθρώπων τοσαύτης ἀνοίας πεπληρωμένοι, ὡς ψευδεῖς ἡγεῖσθαι τὰς θεοπνεύστους Γραφὰς, καὶ τὸ δίκαιον τοῦ Θεοῦ ἀλληγοροῦντες. Ἀκήκοα γάρ τινων φιλαμαρτημόνων, καὶ ὑπὸ πολλῆς φιληδονίας κατεχομένων, λεγόντων τοιαῦτα, ὅτι, φασὶν, Ὁ Θεὸς πρὸς φόβον τῶν ἀνθρώπων ἠπείλησε ταῦτα· μὴ γένοιτο γὰρ, ὅτι ἐλεήμων ὢν κολάσει τινὰ, καὶ μάλιστα τῶν ἐπεγνωκότων αὐτόν. Ἀκούσατε οὖν οἱ ἀπολωλεκότες τὰς καρδίας ἄνθρωποι, οἱ τῇ ὑποβολῇ τοῦ μισοκάλου πειθόμενοι τοῦ χαίροντος ὑμῶν τῇ ἀπωλείᾳ. Ἵνα γὰρ 59.622 μὴ φοβηθέντες εἰς χρηστὸν βίον ἑαυτοὺς μεταβάλωμεν, καὶ φύγωμεν τῆς κολάσεως τὰ βασανιστήρια, διὰ τοῦτο εἰς ταύτην ἡμᾶς ἤγαγε τὴν ἀφοβίαν· ὅπως ἐνταῦθα ἀμελήσαντες, εἰς αὐτὸν τὸν τοῦ ᾅδου πυθμένα ἑαυτοὺς ἐμβάλωμεν. Λέγετε οὖν μοι, οἱ ψεύστην τὸν Θεὸν ἀποφαίνοντες, οἱ ῥήματα μόνον ψιλὰ τὰς ἁγίας Γραφὰς λογιζόμενοι, καὶ οὐχὶ ἀλήθειαν, τί νομίζετε, ὦ ἀνόητοι; οὐχ ὁ πλούσιος ἐκεῖνος κολάζεται, ὁ τὸν Λάζαρον ὑπεριδών; οὐχὶ αἱ μωραὶ παρθένοι τοῦ νυμφῶνος ἐκβάλλονται; οὐχὶ οἱ μὴ θρέψαντες Χριστὸν, εἰς τὸ πῦρ ἀπέρχονται τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ; οὐχ ὁ τὰ ῥυπαρὰ ἱμάτια ἐνδεδυμένος, χεῖρας καὶ πόδας δεθεὶς ἐκβάλλεται εἰς τὸ πῦρ; οὐχὶ ὁ τὰ ἑκατὸν δηνάρια ἀπαιτήσας παραδίδοται τοῖς βασανισταῖς; οὐ τὸ περὶ τῶν μοιχῶν εἰρημένον ἀλήθειά ἐστιν, ὅτι Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται; ἢ ἀπειλαὶ μόνον ταῦτά εἰσι; Ναὶ, φησί. Καὶ πόθεν, εἴπατέ μοι ἄθλιοι, πρᾶγμα τοιοῦτον τολμᾶτε ἀποφήνασθαι, καὶ ταῦτα οἴκοθεν φέροντες τὴν ἄδικον ψῆφον;
Ἐγὼ δὲ καὶ ἀφ' ὧν εἴρηκε ὁ Χριστὸς καὶ ἀφ' ὧν πεποίηκε, τοὐναντίον ἀποδεῖξαι πειράσομαι. Εἰ γὰρ περὶ τῶν μελλουσῶν κολάσεων οὐ πιστεύομεν, κἂν ἀπὸ τῶν ἤδη γεγενημένων πιστεύσωμεν· οὐ γὰρ δὴ τὰ γεγενημένα καὶ εἰς ἔργον ἐξελθόντα ἀπειλαὶ καὶ ῥήματά εἰσι μόνον. Τίς οὖν τὴν οἰκουμένην κατέκλυσεν ἅπασαν ἐπὶ τοῦ Νῶε, καὶ τὸ χαλεπὸν ἐκεῖνο ναυάγιον εἰργάσατο, καὶ τὴν τοῦ γένους ἡμῶν πανωλεθρίαν παντὸς ἐποίησε; τίς πάλιν μετὰ ταῦτα τοὺς κεραυνοὺς ἐκείνους καὶ τοὺς πρηστῆρας ἀφῆκεν ἐπὶ τὴν Σοδόμων γῆν; τίς τὴν Αἴγυπτον ἅπασαν κατεπόντισε; τίς τὰς ἑξακοσίας χιλιάδας ἐπὶ τῆς ἐρήμου κατέστρωσε; τίς τὴν συναγωγὴν Ἀβιρὼν κατέφλεξε; τίς τοὺς περὶ Κορὲ καὶ ∆αθὰν ἀνοῖξαι τῇ γῇ τὸ στόμα καὶ καταπιεῖν ἐκέλευσε; τίς τὰς ἑβδομήκοντα χιλιάδας ἐν μιᾷ καιροῦ ῥοπῇ κατήνεγκεν ἐπὶ τοῦ ∆αυΐδ; τίς τὰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἐν μιᾷ νυκτὶ ἐθανάτωσεν ἐπὶ τῆς προφητείας Ἡσαΐου; Εἴπω καὶ τοὺς κατ' ἰδίαν κολασθέντας, τὸν διηνεκεῖ παραδοθέντα τιμωρίᾳ Κάϊν, τὸν καταλευσθέντα μετὰ παντὸς τοῦ γένους Χάρμην, τὸν ὑπὲρ συλλογῆς ξύλων τὸ αὐτὸ παθόντα ἐν σαββάτῳ, τοὺς ἐπὶ Ἐλισσαίου τεσσαράκοντα καὶ δύο παῖδας τοὺς ὑπὸ τῶν θηρίων δαπανηθέντας, καὶ μηδὲ ἀπὸ τῆς ἡλικίας τυχόντας συγγνώμης; Εἰ δὲ καὶ μετὰ τὴν χάριν τοιαῦτα ἰδεῖν ἐθέλοις, ἐννόησον, ὅσα ἔπαθον οἱ Ἰουδαῖοι, πῶς τὰ ἴδια τέκνα κατέφαγον αἱ