2
Λάρυγξ μὲν τὰ σῖτα γεύεται, νοῦς δὲ λόγους διακρίνει, φησὶν ὁ σοφώτατος. Ψάλλωμεν καὶ τῷ Πνεύματι τῷ ἐρευνῶντι τὰ πάντα, καὶ αὐτὰ τὰ βάθη τοῦ Θεοῦ τὰ ἀπόῤῥητα, ἐν τῷ φωτὶ τοῦ Πατρὸς, τῷ τὰ πάντα φωτίζοντι Πνεύματι, φῶς ὁρῶντες τὸν Υἱὸν τοῦ Θεοῦ, τὸ ἀπρόσιτον. Νῦν ὡράθη τὰ τοῖς ἀνθρωπίνοις ἀθέατα ὄμμασι, σῶμα γήϊνον θείαν ἀπαυγάζον λαμπρότητα, σῶμα θνητὸν, δόξαν πηγάζον θεότητος. Ὁ γὰρ Λόγος σὰρξ, ἡ σάρξ τε Λόγος ἐγένετο, εἰ καὶ μὴ θείας ἐξειστήκει φύσεως. Ὢ θαύματος πάντα νοῦν ὑπερβαίνοντος! Οὐκ ἔξωθεν ἡ δόξα τῷ σώματι προσεγένετο, ἀλλ' ἔνδοθεν ἐκ τῆς ἀῤῥήτῳ λόγῳ ἡνωμένης αὐτῷ καθ' ὑπόστασιν τοῦ Θεοῦ Λόγου ὑπερθέου θεότητος. Πῶς τὰ ἄμικτα μίγνυται, καὶ μένει ἀσύγχυτα; Πῶς συμβαίνει εἰς ἓν τὰ ἀσύμβατα, καὶ τῶν οἰκείων οὐκ ἐκβαίνει λόγων τῆς φύσεως; Ἑνώσεως τοῦτο τὸ δράμα τῆς καθ' ὑπόστασιν. Ἓν τὰ ἡνωμένα, καὶ μίαν ὑπόστασιν ἀπεργάζεται, ἐν ἀδιαιρέτῳ διαφορᾷ, καὶ ἀσυγχύτῳ ἑνώσει τῆς ἑνότητος φυλαττομένης τῆς ὑποστάσεως, καὶ τῆς δυάδος τηρουμένης τῶν φύσεων, διά τε τῆς τοῦ Λόγου ἀμεταβλήτου σαρκώσεως, καὶ τῆς ὑπὲρ νοῦν τῆς βροτείας σαρκὸς ἀτρέπτου θεώσεως. Καὶ Θεοῦ μὲν τὰ 96.549 ἀνθρώπινα γίνεται, ἀνθρώπου δὲ τὰ θεῖα, τῷ τρόπῳ τῆς ἀντιδόσεως, καὶ τῆς ἐν ἀλλήλοις ἀσυγχύτου περιχωρήσεως, καὶ τῆς καθ' ὑπόστασιν ἄκρας ἑνώσεως. Εἷς γάρ ἐστιν, ὁ κἀκεῖνο ὢν ἀϊδίως, κἂν τοῦτο γενόμενος ὕστερον. γʹ. Σήμερον ἐξακούεται ἀνθρώπων ὠσὶ τὰ ἀνήκουστα. Ὁ γὰρ ὁρώμενος ἄνθρωπος, Θεοῦ Υἱὸς, ὡς μονογενὴς ἠγαπημένος μαρτυρεῖται καὶ ὁμοούσιος. Ἀψευδὴς ἡ μαρτυρία· ἀληθὴς ἡ ἀνάῤῥησις· αὐτὸς ὁ γεννήσας Πατὴρ ἐκφωνεῖ τὴν ἀνάῤῥησιν. Παρέστω ∆αβὶδ, καὶ τινασσέτω τὴν θεόφθογγον λύραν τοῦ Πνεύματος, καὶ τρανότερον νῦν μελῳδείτω καὶ ἐκτυπώτερον ῥῆσιν, ἣν πάλαι προβλεπτικοῖς πόῤῥω ἀνέκαθεν, καὶ καθαροῖς προορώμενος ὄμμασι τοῦ Θεοῦ Λόγου τὴν πρὸς ἡμᾶς ἔνσαρκον ἔλευσιν, ὡς ἐσομένην προεφήτευσεν· Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Ἑρμὼν μὲν τὸ πρότερον, τὸ τῆς υἱότητος ὄνομα τρανῶς τῷ Χριστῷ ὑπὸ Πατρὸς μαρτυρούμενον ἀκοῦσαν, ἠγαλλιάσατο, ὅταν ἄρτι πρὸς Ἰορδάνην ὡς παλαιᾶς καὶ νέας μεσίτης ὁ πρόδρομος βαπτίζειν ἐξεπορεύετο, τὸ κρυπτόμενον ἐν τῇ ἐρήμῳ κειμήλιον ὡς ἐν σκότει τῷ κόσμῳ φαῖνον, τὸ φῶς τὸ ἀπρόσιτον, καὶ λανθάνον τοὺς μυωπάζοντας, δημοσιεύειν ἀποστελλόμενον, ὅτε ἐν μέσῳ τῷ Ἰορδάνῃ τὸ ὕδωρ τῆς ἀφέσεως ἵστατο καθαῖρον τὸν κόσμον, οὐκ αὐτὸ καθαιρόμενον· ὅτε μὲν φωνῇ Πατρὸς οὐρανόθεν βροντώσῃ, Υἱὸς ἀγαπητὸς μαρτυρεῖται ὁ βαπτιζόμενος· περιστερὰ δὲ ὥσπερ, τῷ Πνεύματι δακτυλοδεικτεῖται ὁ μαρτυρούμενος. Νῦν δὲ Θαβὼρ ἀγαλλιᾶται καὶ γήθεται, τὸ θεῖον ὄρος καὶ ἅγιον, τὸ ὑψηλὸν, οὐχ ἧττον τῇ δόξῃ τε καὶ λαμπρότητι, ἢ τῷ ἀερίῳ μετεωρίσματι νῦν ἐπαξίως εὐφραίνεται. Οὐρανῷ γὰρ ἁμιλλᾶται τῇ χάριτι. Ὧ γὰρ ἐν ἐκείνῳ οἱ ἄγγελοι ἀκλινὲς ἐνερείδειν τὸ ὄμμα μὴ σθένουσιν, ἐν τούτῳ ἀποστόλων οἱ πρόκριτοι τῇ δόξῃ τῆς αὐτοῦ βασιλείας ὁρῶσιν ἐκλάμποντα· ἐν τούτῳ νεκρῶν πιστοῦται ἀνάστασις, καὶ νεκρῶν, καὶ ζώντων ἀναδείκνυται Κύριος, ἐκ νεκρῶν μὲν τὸν Μωϋσῆν προηκάμενος, ζῶντα δὲ τὸν Ἠλίαν προσαγόμενος μάρτυρα, τὸν πάλαι ἐκ γῆς ἁρματηλάτην πυρίπνοον πρὸς αἰθέριον τρίβον διφρηλατήσαντα. Ἐν τούτῳ καὶ νῦν προφητῶν οἱ ἔξαρχοι προφητεύουσι, διὰ σταυροῦ τὴν ἔξοδον τοῦ ∆εσπότου μηνύοντες. Ὅθεν σκιρτᾷ, καὶ ἀγάλλεται, καὶ ἀρνῶν μιμεῖται τὰ ἅλματα, μαρτυρίαν τὴν αὐτὴν τῆς υἱότητος ἐκ τῆς νεφέλης, τοῦ Πνεύματος, τὴν ζωοδότην Χριστὸν ἀκουτισθὲν ὑπὸ τοῦ Πατρὸς μαρτυρούμενον. Τοῦτο γάρ ἐστιν ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἐφ' ᾧ Θαβὼρ καὶ Ἑρμὼν ἀγάλλεται. Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Τοῦτο πάσης τῆς κτίσεως ἀγαλλίαμα· τοῦτο γέρας ἀνθρώποις, καὶ ἀναφαίρετον καύχημα. Ἄνθρωπος γὰρ, εἰ καὶ