1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

9

τοὺς προπεπονηκότας τῶν ἐλπιζομένων ἀγαθῶν τῆς χλιδῆς ἐναπολαύοντας, ἐκθυμότερόν πως πρὸς τοὺς ἀγῶνας σταλήσονται, οὐκ ἀνθρώποις παρατασσόμενοι, οὐδὲ ἀέρα δέροντες, οὐδὲ βόας ἀροτῆρας ὑπὸ ζυγὸν ἄγοντες, καὶ τούτοις γῆς τοὺς αὔλακας τέμνοντες, οὐδὲ θαλαττίων πελαγῶν σάλον πλέοντες, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους ἀνταγωνιζόμενοι, καὶ τὸ τύπτεσθαι χαίροντες, καὶ τὸ γυμνοῦσθαι πλοῦτον ἀθροίζοντες, καὶ ταῖς τοῦ κόσμου τρικυμίαις, καὶ τοῖς ταύτας κινοῦσιν τῆς πονηρίας πνεύμασι τὸ τοῦ σταυροῦ πηδάλιον παραβαλλόμενοι, καὶ θῆρας ὥσπερ ὠρυομένους τε καὶ ἁρπάζοντας τῇ δυνάμει τοῦ Πνεύματος ἀπελαύνοντες, καὶ ταῖς ἀνθρώπων καρδίαις, ὥσπερ τισὶν αὔλαξι τὸν λόγον τῆς εὐσεβείας ἐνσπείροντες, καὶ πολύχουν τῷ ∆εσπότῃ τὸν στάχυν προσαμώμενοι Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. ιεʹ. Τότε Μωσῆς μὲν, οἷα εἰκὸς, ἀπεφθέγξατο. Ἄκουε, νοητὲ Ἰσραὴλ, ἃ ὁ αἰσθητὸς Ἰσραὴλ οὐκἀκούειν δεδύνηται. Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Εἷς γὰρ Θεὸς ἐν τρισὶν ὑποστάσεσι γνωριζόμενος. Μία γὰρ οὐσία θεότητος τοῦ μαρτυροῦντος, καὶ τοῦ μαρτυρουμένου Υἱοῦ, καὶ τοῦ ἐπισκιάζοντος Πνεύματος. Οὗτός ἐστιν ὁ ὑπὸ Πατρὸς νῦν μαρτυρούμενος, ἡ τῶν ἀνθρώπων ζωή. Ταύτην ἐπὶ ξύλου κρεμαμένην οἱ ἀγνώμονες ὄψονται, καὶ τῇ ζωῇ αὐτῶν οὐ πιστεύσουσιν. Ἐντεῦθεν Ἠλίας τε ἀντέφησεν· Οὗτός ἐστιν, ὃν ὡς ἐν λεπτῇ αὔρᾳ τῷ πνεύματι ἀσώματον τὸ πάλαι τεθέαμαι. Θεὸν μὲν γὰρ 96.569 οὐδεὶς ἑώρακε πώποτε, καθὸ πέφυκε φύσεως. Καὶ ὃ δὲ ἑώρακε, ἐν πνεύματι τοῦτο τεθέαται. Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ταῦτά ἐστιν, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη πώποτε. Οὕτως ἐν αἰῶνι τῷ μέλλοντι πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, Χριστὸν ὁρῶντες τῷ φωτὶ ἀστράπτοντα τῆς θεότητος. ιϛʹ. Τί δὲ ὁ Πέτρος τῆς θείας ταύτης ἀποκαλύψεως θεατὴς γενόμενος; Ὥσπερ ἔνθους τῷ πνεύματι, Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, τῷ Κυρίῳ ἔφησε. Τίς γὰρ ζόφον φωτὸς ἀνταλλάσσεται; Ὁρᾶτε τὸν ἥλιον τοῦτον ὡς καλὸς, ὡς ὡραῖος, ὡς ἡδὺς, ὡς ποθεινὸς, ὡς ἐξαστράπτων καὶ ἔκλαμπρος, καὶ τὴν ζωὴν ὡς γλυκεῖά τε καὶ ἐπέραστος, ἧς πάντες ἀντέχονται, καὶ πάντα δρῶσιν ὡς ἂν ταύτης μὴ ἀστοχῆσαι· πόσῳ μᾶλλον δοκεῖτε αὐτὸ φῶς, ἐξ οὗ φῶς ἅπαν φωτίζεται, ποθεινότερον καὶ γλυκύτερον, τὴν αὐτοζωὴν, ἐξ ἧς ζωὴ ἅπασα ζωοῦται, καὶ μεταδίδοται, ἐν ᾗ πάντες ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν; πόσῳ πλέον ἐρασμιώτερον καὶ ἡδύτερον; Οὐχ ὅλως ἐπιθυμία, οὐκ ἔννοια τῆς ὑπεροχῆς τὸ μέτρον εἰκάζουσα. Νικᾷ σύγκρισιν πᾶσαν, καὶ μέτροις οὐχ ὑπερβάλλεται. Πῶς γὰρ ἂν μετρηθείη τὸ ἀπερίγραπτον, καὶ διανοίαις αὐταῖς τὸ ἀπερίληπτον; Τοῦτο τὸ φῶς κατὰ πάσης τῆς φύσεως ἔχει τὰ νικητήρια. Αὕτη ἡ ζωὴ, ἡ τὸν κόσμον νικήσασα· πῶς οὖν οὐ καλὸν τοῦ καλοῦ μὴ χωρίζεσθαι; Οὐκ ἀτόπως οὖν ὁ Πέτρος ἐφθέγξατο· ἀλλ' ἐπεὶ πάντα καλὰ ἐν καιρῷ αὐτῶν, καὶ καιρὸς τῷ παντὶ πράγματι, ὁ Σολομῶν ἀπεφθέγξατο· ἔδει δὲ μὴ μόνον τοῖς αὐτόθι τὸ καλὸν περικλείεσθαι, ἀλλ' ἐπὶ πάντας, δηλαδὴ τοὺς πιστεύοντας, χεθῆναι καὶ ὁδεῦσαι τὸ ἀγαθὸν, ὡς πλείονας εἶναι τοὺς τῆς εὐεργεσίας μεθέξοντας· τοῦτο δὲ σταυρὸς, καὶ πάθος, καὶ θάνατος ἐκπεραίνειν ἔμελλεν, οὐ καλὸν μένειν αὐτόθι τὸν τῷ ἰδίῳ αἵματι πλάσμα τὸ οἰκεῖον ἐξαγοράσοντα, ἐφ' ᾧ καὶ σεσάρκωτο. Εἰ ἐν ὄρει Θαβὼρ μεμενήκατε, οὐκ ἂν εἰς πέρας ἡ πρὸς σὲ ἐπαγγελία ἐκβέβηκεν. Οὐ γὰρ κλειδοῦχος τῆς βασιλείας γεγένησο· οὐκ ἂν λῃστῇ ἠνέῳκτο ὁ παράδεισος· οὐκ ἂν ἡ γαυρὸς τυραννὶς τοῦ θανάτου κατήργητο· οὐκ ἂν εἰς προνομὴν τὰ τοῦ ᾅδου βασίλεια δέδοτο· οὐκ ἂν πατριάρχαι, καὶ προφῆται, καὶ δίκαιοι τῶν ᾅδου μυχῶν ἀπηλλάγησαν· οὐκ ἂν ἡ φύσις τὴν ἀφθαρσίαν