1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

5

ἐκήρυξε. Θεὸς γάρ ἐστιν ὄντως καὶ ἄνθρωπος, οὐ Πέτρου, οὐ Παύλου, οὐ Ἰωσὴφ, οὐδέ τινος πατρὸς υἱὸς ἐχρημάτισεν, ἀλλ' ἀνθρώπου· οὐ γὰρ ἔσχε πατέρα ἐπὶ τῆς γῆς, ὁ μὴ ἐσχηκὼς μητέρα ἐν οὐρανοῖς. ζʹ. Ἔργῳ τοίνυν πιστωθῆναι τὸν λόγον βουλόμενος, καὶ εἰδὼς ὃ μέλλει δρᾷν, ἡ παντουργὸς τοῦ Θεοῦ σοφία καὶ δύναμις, ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς γνώσεως ἀπόκρυφοι. Εἰσί τινες, ἔλεγε, τῶν ὧδε ἑστώτων, οἳ οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. Εἰ μὲν οὖν, ὡς ἐφ' ἑνὸς ἔφησεν 96.557 Ἔστι τις τῶν ὧδε ἑστώτων, ταυτὸ μηνύειν ὑπετοπήσαμεν, τῷ, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; περὶ Ἰωάννου τοῦ Θεολόγου εἰρημένῳ, ὡς θανάτου ἄγευστον διαμένειν, μέχρι τῆς Χριστοῦ παρουσίας· οὕτω γὰρ ἤδη τινὲς ἐκεῖνο τῶν λίαν σοφῶν ἐξελάβοντο. Ἀλλ' ἐπεὶ πλείονας ὁ λόγος τοὺς ὀψομένους ἐμήνυσεν, οὐ μὴν ἀλλὰ καὶ τὸ ἔργον ἐπηκολούθησεν, οὐ δώσει χώραν τοῖς βουλομένοις ὧδε νοεῖν τοῦ λόγου τὴν ἔκδοσιν. Εἰσὶ τοίνυν τινὲς τῶν ὧδε ἑστώτων, φησί· τίνος ἕνεκεν, τινὲς, καὶ οὐχ ἅπαντες; ἐπὶ τὴν θέαν ταύτην ἐκλήθησαν; Οὐ πάντες μαθηταὶ καὶ ἀπόστολοι; οὐχὶ πάντες κληθέντες ὁμοίως ἐπηκολούθησαν; οὐ πάντες τοῦ ἴσου χαρίσματος τῶν ἰάσεων ἔτυχον; καὶ πῶς οὐ πάντες καὶ ταύτης τῆς ὑπὲρ θέαν κατηξιώθησαν ὄψεως; Οὐχ ὁ ∆εσπότης ἀπροσωπόληπτος; Πάντες μὲν μαθηταὶ, ἀλλ' οὐ πάντες τῇ νόσῳ τῆς φιλαργυρίας τυφλώττοντες. Πάντες μαθηταὶ, ἀλλ' οὐ πάντες τῇ λήμῃ τῆς βασκανίας τὸ ὀξυδερκὲς ἀφῃρημένοι τοῦ ὄμματος. Πάντες μαθηταὶ, ἀλλ' οὐ πάντες προδόται. Πάντες ἀπόστολοι, ἀλλ' οὐ πάντες δι' ἀπογνώσεως βρόχῳ περιπειρόμενοι, καὶ κακῷ τὸ κακὸν διορθούμενοι. Πάντες φιλόχριστοι, εἷς δὲ φιλάργυρος· Ἰούδας οὗτος ὁ Ἰσκαριώτης, εἷς μόνος οὐκ ἄξιος ἦν τῆς θέας τῆς θεότητος. Ἀρθήτω γὰρ, φησὶν, ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Μόνος μὲν οὖν τῶν λοιπῶν ἀφιέμενος, ὅ τε φθονερός τε καὶ βάσκανος, εἰς πλείονα μανίαν ἐξεπυρεύετο. Ἔδει δὲ πάντας τῆς δόξης ἐπόπτας γενέσθαι, τοὺς θεατὰς τῶν παθημάτων ἐσομένους εἰς ὕστερον. Ἐντεῦθεν τοὺς κορυφαίους τῶν ἀποστόλων προσλαμβάνεται μάρτυρας τῆς οἰκείας δόξης τε καὶ λαμπρότητος· τρεῖς δὲ τὸν ἀριθμὸν, τῆς Τριάδος τὸ σεπτὸν ὑπεμφαίνων μυστήριον· καὶ ἐπὶ δύο ἢ τριῶν μαρτύρων πᾶν ῥῆμα σταθήσεται. Οὕτως ἀποκλείει μὲν τῷ προδότῃ τὰ τῆς προδοσίας ἐγκλήματα. Ἀποκαλύπτει δὲ τοῖς ἀποστόλοις τὴν οἰκείαν θεότητα. Τὸν γὰρ Ἀνδρέαν ὁρῶν σὺν τοῖς λοιποῖς οὗτος κάτω μείναντα, οὐκ εἶχεν εἰπεῖν ἀπολογίας προσχήματι, τῷ μὴ τυχεῖν τῆς θέας, πρὸς τὴν ἀπεμπολὴν τοῦ ∆εσπότου ἐνάγεσθαι. Τούτου χάριν Ἀνδρέας κάτω μεμένηκε, καὶ πᾶς ὁ λοιπὸς τῶν ἀποστόλων χορὸς, τῷ τόπῳ μὲν σωματικῶς διιστάμενοι, τῷ δεσμῷ δὲ τῆς ἀγάπης ἑνούμενοι, κάτω μὲν τῷ σώματι διατρίβοντες, ἄνω δὲ τῷ πόθῳ τῷ διδασκάλῳ ἑπόμενοι, καὶ τοῖς τῆς ψυχῆς κινήμασι. ηʹ. Καὶ μεθ' ἡμέρας μὲν ἓξ, Ματθαῖος καὶ Μάρκος οἱ θεῖοι εὐαγγελισταὶ γράφουσι· Λουκᾶς δὲ δὴ ὁ σοφώτατος· Ἐγένετο μετὰ τοὺς λόγους τούτους ὡς ἡμέραι ὀκτώ. Κυρίως καὶ ἀληθῶς ὀκτὼ, καὶ ἓξ ἡμέραι πρὸς τῶν τῆς ἀληθείας κηρύκων ἀναγορεύονται. Οὐ διαφωνία γὰρ τὸ λεγόμενον, 96.560 συμφωνία δὲ τοῦ αὐτοῦ ἐκφερομένη πνεύματος. Οὐ γὰρ αὐτοί εἰσιν οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ λαλοῦν ἐν αὐτοῖς. Ὅταν γὰρ ἔλθῃ, φησὶν, ὁ Παράκλητος, αὐτὸς διδάξει ὑμᾶς, καὶ ὑπομνήσει ὑμᾶς πάντα. Οἱ μὲν οὖν, μεθ' ἡμέρας ἓξ, φήσαντες, τὰς ἄκρας ὑπεξελόμενοι, τὴν πρώτην λέγω καὶ τελευταῖαν, τὰς μέσας ἠρίθμησαν· ὁ δὲ ἡμέρας ἀριθμῶν ὀκτὼ, ταύτας κἀκείνας ἀριθμίους πεποίηκεν. Οὕτως γὰρ κἀκείνως ἀριθμεῖν τοῖς ἀνθρώποις εἴθισται. Καὶ ἓξ μὲν ὡς πρῶτος καὶ τέλειος ἀριθμὸς παραλαμβάνεται. Ἐκ γὰρ τῶν οἰκείων μερῶν οὗτος ἀπαρτίζεται. Τούτου γὰρ τρία τὸ ἥμισυ, δύο τὸ τρίτον, καὶ τὸ