1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

3

μὴ ψιλὸς, ὑπάρχει ὁ μαρτυρούμενος. Ὢ τῆς ὑπὲρ νοῦν ἡμῖν δωρηθείσης ἀγαλλιά 96.552 σεως! ὢ τῆς ὑπὲρ ἐλπίδα μακαριότητος! ὢ δωρημάτων Θεοῦ νικώντων τὴν ἔφεσιν! ὢ χαρισμάτων οὐχ ὑπεικόντων μέτροις τῆς αἰτήσεως! ὢ δοτῆρος ἀφθόνου καὶ ὑπερφυοῦς, ὑπερφυᾶ κεκτημένου μεγαλοπρέπειαν! ὢ δωρεᾶς ἀξίας, οὐ τοῦ λαμβάνοντος, τοῦ διδόντος δὲ μάλιστα! ὢ ξένων συναλλαγμάτων! ὢ διδόντος δύναμιν, καὶ δεχομένου ἀσθένειαν! ὢ δεικνύντος ἄνθρωπον ἄναρχον, ἐν τῷ τὸν ἄναρχον σωματικῶς κτιζόμενον ἄρχεσθαι! Εἰ γὰρ θεοῦται μὲν ἄνθρωπος ἐν τῷ Θεὸν ἀνθρωπίζεσθαι, αὐτὸς δὲ ὁ εἷς Θεός τε καὶ ἄνθρωπος δείκνυται· ἄρα ὁ αὐτὸς, ἄνθρωπος ὢν, ἄναρχός ἐστι τῇ θεότητι, καὶ Θεὸς ὢν, τῇ ἀνθρωπότητι ἄρχεται. δʹ. Πάλαι μὲν οὖν ἐν ὄρει Σινᾷ καπνὸς, καὶ θύελλα, καὶ γνόφος, καὶ πῦρ δειματοῦν τὴν ἄκραν ἐκείνην ἐκάλυπτε συγκατάβασιν, ἀπρόσιτον τὸν νομοδότην κηρύττοντα, καὶ σκιωδῶς παραδεικνύντα αὐτοῦ τὰ ὀπίσθια, καὶ ἐκ τῶν οἰκείων κτισμάτων τὸν ἀριστοτέχνην δημοσιεύοντα. Νῦν δὲ πάντα φωτὸς καὶ αἴγλης πεπλήρωται. Αὐτὸς γὰρ ὁ τοῦ παντὸς τεχνίτης καὶ Κύριος ἐκ κόλπων πατρικῶν παραγέγονεν, οὐ μεταβὰς τῆς οἰκείας ἱδρύσεως, ἤτοι τῆς ἐν κόλποις τοῖς πατρικοῖς ἐνιζήσεως, συγκαταβὰς δὲ τοῖς δούλοις, καὶ δούλου μορφὴν μορφωσάμενος, καὶ φύσει, καὶ σχήματι γενόμενος ἄνθρωπος, ὡς ἂν χωρηθείη Θεὸς ἀνθρώποις ἀχώρητος, δι' ἑαυτοῦ καὶ ἐν ἑαυτῷ δεικνὺς τῆς θείας φύσεως τὴν λαμπρότητα. Τὸ πρὶν μὲν γὰρ ἐν ἑνώσει τῆς οἰκείας χάριτος Θεὸν καθίστησι τὸν ἄνθρωπον, ὅτε νέῳ ἐκ χοὸς πλαττομένῳ πνεῦμα ζωῆς ἐνεφύσησε, καὶ τοῦ κρείττονος μεταδέδωκε, καὶ εἰκόνι οἰκείᾳ καὶ ὁμοιώσει τετίμηκε, καὶ τῆς Ἐδὲμ πολίτην εἰργάσατο, καὶ ἀγγέλων ἐποίησε σύντροφον· ἀλλ' ἐπεὶ τῆς θείας εἰκόνος τὴν ὁμοιότητα τῇ τῶν παθῶν ἰλύϊ ἐζοφώσαμέν τε καὶ συνεχέαμεν, δευτέραν κοινωνίαν ὁ συμπαθὴς ἡμῖν κεκοινώνηκε, πολὺ τῆς προτέρας ἀσφαλεστέραν τε καὶ παραδοξοτέραν. Αὐτὸς γὰρ ἐν ὑπεροχῇ μένων τῆς οἰκείας θεότητος, μεταλαμβάνει τοῦ χείρονος, ἐν αὐτῷ θεουργῶν τὸ ἀνθρώπινον, καὶ τῇ εἰκόνι τὸ ἀρχέτυπον μίγνυται, καὶ τὸ οἰκεῖον κάλλος ἐν ταύτῃ παραδείκνυσι σήμερον. Καὶ λάμπει μὲν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος· φωτὶ γὰρ ἀΰλῳ ταυτίζεται καθ' ὑπόστασιν, κἀντεῦθεν δικαιοσύνης γεγένηται ἥλιος· ὡς δὲ χιὼν λευκαίνεται τὰ ἱμάτια· περιβολῇ γὰρ, οὐχ ἑνώσει δεδόξασται, σχέσει δὲ, καὶ οὐκέτι καθ' ὑπόστασιν. Νεφέλη δὲ φωτὸς ἐπεσκίασε, τὸ σέλας ζωγραφοῦσα τοῦ Πνεύματος. Ὧδε γάρ πως ὁ θεῖος ἔφη Ἀπόστολος, τοῦ μὲν ὕδατος εἰκόνα φέρειν τὴν θάλασσαν, τὴν δὲ νεφέλην τοῦ Πνεύματος. Πάντα δὲ φωτεινὰ καὶ ὑπέρλαμπρα τοῖς δεκτικοῖς φωτὸς, καὶ μὴ τὴν ψυχὴν τῷ ῥύπῳ μεμολυσμένοις τῆς συνειδήσεως. εʹ. ∆εῦτε τοίνυν, καὶ ἡμεῖς τῶν μαθητῶν ζηλώσω 96.553 μεν τὸ ὑπήκοον, καὶ καλοῦντι Χριστῷ προθύμως ἑψώμεθα, καὶ τῶν παθῶν τὸν ὄχλον ἐκτιναξώμεθα, καὶ Θεοῦ ζῶντος Υἱὸν ἀνεπαισχύντως ὁμολογήσωμεν, καὶ τῆς ἐπαγγελίας γεγονότες ἐπάξιοι, πρὸς τὸ ὄρος τῶν ἀρετῶν τὴν ἀγάπην ἀναφοιτήσωμεν, καὶ θεαταὶ τῆς δόξης, καὶ ἀκουσταὶ τῶν ἀποῤῥήτων γενώμεθα. Ὄντως γὰρ μακάριοι, ὡς ὁ Κύριος ἔφησεν, οἱ τῶν ὁρώντων ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα, ὅτι ἀκούουσιν, ἃ πολλοὶ προφῆται καὶ βασιλεῖς ἐπεθύμησαν ἰδεῖν καὶ ἀκοῦσαι, καὶ οὐκ ἔτυχον τῆς ἐφέσεως. ∆εῦτε οὖν, τῶν θείων λογίων τὰς ῥήσεις ὡς ἐνὸν ἀναπτύξαντες παραθήσωμεν τράπεζαν τοῖς καλοῖς δαιτυμόσιν ἡμῖν, καὶ πρὸς τὰ θεῖα τὴν ἅπασαν ἀνατείνουσιν ὄρεξιν. Παραθήσωμεν τράπεζαν τῇ ἐφέσει κατάλληλον. Παραθήσωμεν τράπεζαν θείων λογίων τῇ τοῦ Πνεύματος κεκαρυκευμένην χάριτι, οὐ σοφίᾳ λόγων Ἑλληνικῶν ἐναβρυνομένην· ἐπεὶ μηδὲ λίαν τῆς τούτων μεμυήμεθα γνώσεως, ἀλλὰ τοῦ διδόντος