2
λέγων· Εὐλογήσει με πάντα τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθίων. Ἐροῦσι δὲ πάντως τινὲς ὅτι ἐνταῦθα ὁ δεσπότης Χριστὸς περὶ θηρίων ἀγροῦ καὶ σειρήνων καὶ στρουθίων διελέγετο, οὐχὶ δὲ περὶ ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων. Ἄκουε συνετῶς· οὐδὲν γὰρ παρ' ἡμῶν λεχθήσεται ἀναπόδεικτον. Πολλαχοῦ γὰρ ἡ θεία γραφὴ τοὺς ἀπὸ πονηρίας ἀνθρώπους ἐπιστρέφοντας θηρία οἶδε καλεῖν, οὐκ ἐκ τῆς φύσεως, ἀλλ' ἐκ τῆς πράξεως τὴν προσηγορίαν ποιουμένη. [Καὶ τούτοις μάρτυς αὐτὸς ὁ κύριος λέγων περὶ τοῦ Ἡρῴδου· Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, οὐχ ὅτι ἀλώπηξ ἦν ὁ Ἡρῴδης βασιλεὺς γὰρ ἐτύγχανεν, ἀλλ' ἐκ τῆς γνώσεως καὶ γνώμης τὴν ὀνομασίαν ἐλάμβανεν. Ὥσπερ ἡ ἀλώπηξ ἄλλην ὁδὸν ἀνῄει καὶ ἄλλην περινοστεῖ διάστροφον πορείας ποιουμένη, τὸν αὐτὸν τρόπον καὶ ὁ Ἡρῴδης ἄλλα μὲν τοῖς χείλεσιν ἐλάλει , ἄλλα δὲ τῇ καρδίᾳ κατελάλει διαβολικά, μηδὲν ἐξανύων. Πειθέτω δὲ σὲ καὶ ὁ μακάριος Παῦλος θριαμβεύων Κρῆτας καὶ λέγων ὁ αὐτός· Κρῆτες ἀεὶ ψεῦσται, θηρία ἀνήμερα, γαστέρες ἀργαί. ∆ιὰ τί; Ὄφις μὲν ἄλογος ἅπαξ καθήψας τῆς χειρὸς τοῦ μακαρίου Παύλου μηδὲ αὐτὸν βλάψας, Κρῆτες δὲ οἱ ἀνθρωπόμορφοι θῆρες ἐπιδραμόντες τῷ μακαρίῳ Παύλῳ θανάτῳ περιβαλλεῖν ἠγωνίσαντο, καὶ ταῦτα συχνῶς παρ' αὐτοῦ θεραπευόμενοι. Οὕτω καὶ ὁ προφήτης ∆ανιὴλ ὑπὸ τῶν λεόντων μὴ βλαπτόμενος, ἀλλ' ὡς φίλος τιμώμενος, νηστεύτας αὐτοὺς ἔδειξεν· καὶ αὐτοὶ μὲν ἐτίμων, ἄνθρωποι δὲ πονηροὶ τοῦ διαβάλλειν αὐτὸν κόρον οὐκ ἐλάμβανον. Οὕτω καὶ Ἰωάννης ὁ βαπτιστὴς ὑπὸ θηρίων ἀγρίων ἐν τῇ ἐρήμῳ δουλευθείς, ἐν δὲ τῇ πόλει ὑπὸ πονηρῶν ἀνθρώπων ἀποκεφαλισθείς, θριαμβεύων δὲ πάλιν τοὺς θηριοψύχους ἔλεγεν· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Εἰ ὅλως ἐπιστρέψατε καὶ τὸν τῆς προφητοκτονίας ἰὸν ἐξεμέσατε , καρποὺς ἀξίους ποιήσατε τῆς μετανοίας. Τοῦτο γὰρ ὑπὲρ ἡμῶν ὁ κύριος εἶπεν· Εὐλογήσουσί με τὰ θηρία τοῦ ἀγροῦ. Θηρία τοὺς ἀπὸ πονηρίας ἐπιστρέφοντας ἀνθρώπους λέγει, ἀγρὸν δὲ τὸν παρόντα κόσμον. Καὶ τούτου μάρτυς αὐτὸς ὁ κύριος λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ. Καὶ ἑρμηνεύων τὴν παραβολὴν ὁ κύριος ἔλεγεν· Ἀγρός ἐστιν ὁ κόσμος. Θηρία τοὺς ἀπὸ πονηρίας ἐπιστρέφοντας ἀνθρώπους λέγει, οἵτινες ἐτύγχανον οἱ ἅγιοι ὡς τὸν Χριστὸν εὐλογοῦντες. Σειρῆνες δὲ αἱ τῶν ἁγίων ψυχαί, αἵτινες τὸν κλύδωνα τοῦ βίου διαπεράσασαι τὸ τῆς εὐχαριστίας μέλος καθ' ἑκάστην βοῶσι καὶ λέγουσιν· ∆ιήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Θυγατέρας δὲ στρουθῶν τὰς ἁγίας γυναῖκας καλεῖ τὰς ἐκ τῶν προφητῶν κατηχημένας, ἃς ὁ ἱέραξ τῆς ἀπωλείας διάβολος ἁρπάσαι οὐδὲ δύναται, αἵτινες τυγχάνουσι Μάρθα καὶ Μαρία ἀδελφαὶ τοῦ Λαζάρου, αἵτινες ἡμῖν ἀρτίως ἐκελάδησαν τῷ στόματι καθάπερ πνεύματι καὶ ὥσπερ ἀηδόνες τινὲς τὴν ἀνάστασιν τοῦ σωτῆρος εὐηγγελίσα<ν>το. Στρουθοὺς δὲ ὁ λόγος τοὺς προφῆτας αἰνίττεται· καὶ τούτοις μάρτυς ὁ ∆αυῒδ ἐκβοῶν· Ἐγενήθην ὡς στρουθίον μονάζον ἐπὶ δώματος. ∆ιὰ τί; Ἵνα μὴ ὁ Σαοὺλ ὁ τοῦ φθόνου γὺψ ἀδικήσῃ με. Καὶ πάλιν ὁ αὐτὸς προφήτης πρὸς τοὺς διαβόλους κόρακας τοὺς συμβουλεύοντας αὐτῷ τὰ μάταια ἀποκριθεὶς ἔφη· Πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Ἰδοὺ γὰρ ὁ ἀετὸς ὁ μέγας θεὸς λόγος τοῖς πτέρυξι τῆς ἐνανθρωπήσεως σκέπει.] Ἀλλ' ἵνα μὴ τὸν λόγον ἐν παρεκβάσεσιν ἀναλώσωμεν, φέρε καὶ ἡμεῖς συμφώνως τὰ βαΐα τῶν φοινίκων ἀναλεξάμενοι, τουτέστι τὰ κατὰ τῆς τοῦ διαβόλου νίκης πέπλαβαΐα γὰρ νίκης σημαντικά, εὐφημήσωμεν μεγάλως τῷ στόματι καὶ τῇ καρδίᾳ τὸν ἀγωνοθέτην Χριστόν, τὸν ἐπὶ πῶλον μὲν ὄνου καθεζόμενον οἰκονομικῶς, ἐπὶ δὲ τῶν χερουβὶμ καὶ τῶν