1

 2

 3

 4

 5

 6

5

ἔφην πρὸς τοὺς μαθητάς μου· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι τοῦ ἐξυπνίσαι αὐτόν. Θεῷ λέγεις, Μάρθα· Εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός. Παῦσαι τοίνυν, Μάρθα, συγχωρῶ σοι σφαλλομένῃ, τὸ μὲν διὰ τὴν φύσιν, τὸ δὲ διὰ τὴν θλίψιν. Ἀναστήσεται ὁ ἀδελφός σου. Λέγει αὐτῷ Μάρθα ἔτι προσκόπτουσα τῇ πίστει· Οἶδα, κύριε, ὅτι ἀναστήσεται ὁ ἀδελφός μου ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, ὅτε καθολικὸν τὸ δῶρον, οὐχὶ δὲ μερικὸν τὸ χάρισμα. Ὁ δὲ Χριστὸς πρὸς αὐτήν· Τί μακρὰν ὁδεύεις, ὦ Μάρθα; Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Εἰ πιστεύεις, παρακάλει· εἰ δὲ ἀπιστεῖς, ἄπιθι, γύναι· καὶ γὰρ διδάσκειν οὐκ ἐπιτρέπω σοι. Πιστεύεις τοῦτο; Λέγει αὐτῷ Μάρθα· Ναί, κύριε· ἐξ ὅτε γὰρ ἤρξω τῇ δούλῃ σου λαλεῖν, ἄλλη ἀντ' ἄλλης γεγένημαι. Τότε ὁ κύριος ἀποκριθεὶς ἔφη τοῖς παροῦσιν· Ποῦ τεθήκατε αὐτόν; Λέγουσιν αὐτῷ· Ἔρχου καὶ ἴδε. Καὶ ἐπορεύετο ὁ Ἰησοῦς ὡς μὴ εἰδὼς τὸν τάφον ὁ τὴν ψυχὴν τοῦ Λαζάρου βαστάζων· ἐπορεύετο γὰρ οὐκ ἀγνοῶν τὸν τάφον, ἀλλ' ὡς πλείονας βουλόμενος ἑλκύσαι μάρτυρας τῆς ἀναστάσεως. Εἶτα τοῦ Ἰησοῦ πορευομένου ἡ Μάρθα πάλιν δελεασθεῖσα προσῆλθε τῷ σωτῆρι λέγουσα· Κύριε, ποῦ ὑπάγεις; Ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. Ποῦ ὑπάγεις; Μέλλεις γελᾶσθαι, οὐκ ἐνδέχεται τοῦτον ἀναστῆναι. Ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. Αἱ τρίχες ἐξέπεσαν, αἱ σάρκες ἐμειώθησαν, αἱ φλέβες διελύθησαν, τῶν ὀστέων αἱ σάρκες τὴν φύσιν ἠρνήσαντο. Κύριε, ποῦ ὑπάγεις; Γέλως γινόμεθα· σκώληκες βόσκονται, ἰχῶρες λιμνάζουσιν. Τὸν υἱὸν τῆς χήρας ἀνέστησας, δέσποτα, ἐπειδὴ πρόσφατος ἦν ὁ νεκρὸς καὶ ἔτι ἡ ψυχὴ αὐτοῦ εἰς τὸ σῶμα περιεπέτατο καὶ ἡ σὰρξ νοτίδα θερμότητος ἐκέκτητο. Οὗτος δὲ ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. Εἰ καὶ αὐτὸς βούλει, ἀλλ' ὅμως ἡ ψυχὴ οὐ κα ταδέχεται εἰς ὀδῶδες ἀγγεῖον εἰσελθεῖν. Ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. Ὁ δὲ Χριστὸς πρὸς τὴν Μάρθαν· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ, καὶ εἶπες· Ναί, κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος; Τίς σε πάλιν ἐδελέασε μὴ πιστεύειν; Μὴ τῇ Εὕᾳ συνέτυχες; Μὴ τῷ ὄφει συνήντησας; Παῦσαι τοίνυν, ἀσθενόψυχε Μάρθα, καὶ γνῶθι ὅτι οὐκ ἀδυνατεῖ ῥῆμα παρὰ τῷ θεῷ. Θεῷ λέγεις· Ἤδη ὄζει. Πότε μύρον δυσωδίαν αἰδεῖται; Ἄνθρωπος μουσικὸς κεχαυνωμένην κιθάραν διατείνει, καὶ θεὸς νεκρὸν διαλελυμένον οὐκ ἐγείρει; Ταῦτα φήσας ὁ κύριος ἦλθέ φησιν εἰς τὸ σπήλαιον καὶ θεασάμενος τὸν τάφον ὁ Ἰησοῦς ἐδάκρυσεν. Ὢ τῶν πραγμάτων. Ἐδάκρυσεν ὁ δακρύων ἀφαιρέτης. ∆ιὰ τί δὲ ἐδάκρυσεν ὁ κύριος ὃν ἤμελλεν ἐγείρειν; ∆ιὰ τί; Ἵνα καὶ τῆς ἐνανθρωπήσεως πιστώσηται τὴν ἀλήθειαν, καὶ παραστήσῃ τὴν συμπάθειαν , καὶ τῆς θεότητος τὴν ἐξουσίαν γνωρίσῃ. Ἐδάκρυσεν ὁ Ἰησοῦς. ∆ιὰ τί; Ἵνα πληρώσῃ τὸ φάσκον ῥητόν· Κλαίειν μετὰ κλαιόντων καὶ χαίρειν μετὰ χαιρόντων. Ἐδάκρυσεν ὁ Ἰησοῦς. Ἀλλ' εἰ δεῖ ἀκριβέστερον εἰπεῖν διὰ τί ἐδάκρυσεν ὁ Ἰησοῦς, ἐδάκρυσεν οὐ τὸν Λάζαρον, ἀλλὰ τοὺς ἀπίστους Ἰουδαίους. Τότε λέγει ὁ Ἰησοῦς τοῖς παροῦσιν· Ἀποκυλίσατε τὸν λίθον ἀπὸ τοῦ μνήματος. Τί γάρ, δέσποτα, αὐτὸς οὐκ ἰσχύεις τοῦτο ποιῆσαι; Νεκρὸν ἐγείρεις καὶ λίθον οὐ κυλίεις; Οὐκ αὐτὸς εἶπες τοῖς μαθηταῖς σου· Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν; Ἐκείνοις ὀρέων ἐπαγγέλλῃ μετάθεσιν καὶ σὺ λίθον οὐκ ἰσχύεις ἀποκυλίσαι; Ναί, οὐκ ἀπὸ ἀσθενείας κελεύω, ἀλλ' ἀπὸ σοφίας ἰδίας ἐπιτάττω τοῖς Ἰουδαίοις, ὅπως μὴ μόνον τῇ ὄψει καὶ τῇ ὀσφρήσει πληροφορηθῶσιν, ὅτι ἀλήθεια καὶ οὐ φαντασία τὸ γινόμενον, καὶ ὅτι ἐγώ εἰμι ὁ νεκρῶν καὶ ζώντων κύριος. Εἶτα μετὰ τὸ ἀποκυλίσαι τὸν λίθον ἀνεκραύγασεν ὁ κύριος· Σοὶ λέγω, Λάζαρε, δεῦρο ἔξω , ἵνα κἂν οὕτως παύσηται Μάρθα λέγουσα· "Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός." Λάζαρε, δεῦρο ἔξω, ἵνα μάθωσιν οἱ παρόντες ὅτι οὐκ ἀτονῶ διαλελυμένον