1

 2

 3

 4

 5

 6

4

ἐχάραξεν. ∆ιὰ τί δὲ ἀπήλειψε καὶ οὐκ ἐχάραξεν; ∆ιὰ τί; Ἄκουε. Εἰ ἐχάραξε καὶ οὐκ ἀπήλειψεν, ἤμελλε φέρειν κἂν μικρὸν λείψανον τοῦ προτέρου χρέους. Ὅθεν τοῦτο θεωρήσας καὶ ὁ μακάριος Παῦλος ἐβόα λέγων· Τὸ χειρόγραφον ἡμῶν τῶν ἁμαρτιῶν ἦρκεν ἐκ μέσου Χριστὸς τῷ σταυρῷ αὐτὸ προσηλώσας. ∆ιὰ τί δὲ τῷ σταυρῷ αὐτὸ προσήλωσεν; Ἵνα πᾶς παραπορευόμενος μάθῃ τὴν τούτου ἀκυρωσίαν. Ἐνήστευσε τοίνυν ὁ δεσπότης ἡμῶν Χριστὸς μετὰ τὸ βάπτισμα, ἔπαθε δὲ τοῦτο τὸ ἑκούσιον πάθος οὐκ εὐθὺς μετὰ τὸ βάπτισμα, ἀλλὰ μετὰ τριετῆ χρόνον, τὸ πρὸ ἓξ ἡμερῶν ὡς σημαινόμενον, τὸ παντὸς πάθους ἀναιρετικόν, τὸ τῆς ἐκκλησίας νυμφοστολικόν. Ἔπαθεν οὖν τοῦτο τὸ πάθος μετὰ τὸ πολλὰ καὶ θαυμαστὰ σημεῖα ἐργάσασθαι, μετὰ τὸ νεκροὺς ἀναστῆσαι, μετὰ τὸ παραλύτους σφίγξαι, μετὰ τὸ τυφλοὺς ὀμματῶσαι καὶ λεπροὺς καθαρίσαι. Ἀλλ' ὅμως οἱ ἀπόστολοι πνεύματος ἁγίου ἐμπλησθέντες ταύτας τὰς δύο πανηγύρεις, τὴν νηστείαν καὶ τὸ πάθος συνάψαντες, μίαν ἑορτὴν πάνδημον τῷ γένει τῶν Χριστιανῶν παρέδωκαν. Ἀγαλλιαθῶμεν οὖν καὶ εὐφρανθῶμεν, ὅτι πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. ∆ιὰ τί; Ἵνα Ἰουδαίους δριμύξῃ καὶ τὰ ἔθνη διασώσῃ. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. ∆ιὰ τί; Ἵνα πληρώσῃ τὸ μυστήριον καὶ ἀνοίξῃ τὸ ἱλαστήριον, ἵνα τῷ Λαζάρῳ συνδειπνήσῃ καὶ τὴν ταφὴν προθυμιάσῃ, ἵνα ὡς δοῦλος πειρασθῇ καὶ ὡς υἱὸς ἐλευθερωθῇ. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. ∆ιὰ τί; Ἵνα ὑπὲρ τῶν καταδίκων φραγελλωθῇ καὶ ὡς φιλάνθρωπος τούτους μαστίγων ἀπαλλάξῃ. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. ∆ιὰ τί; Ἵνα τὴν πλευρὰν λόγχῃ νυχθεὶς τὴν πλευρὰν τοῦ Ἀδὰμ ἰάσηται, ἵνα Ἰούδας ὁ Ἰσκαριώτης τὸ μὲν ὑλικὸν μύρον τριακοσίων δηναρίων διατιμήσηται, τὸν δὲ δεσπότην Χριστὸν τριάκοντα ἀργυρίων συμφωνήσῃ. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. ∆ιὰ τί; Ἵνα τὸν σταυρὸν ῥιζώσῃ καὶ τὴν σφραγῖδα ἀνθήσῃ, ἵνα τὸν ᾅδην ἐμφράξῃ καὶ τὸν παράδεισον ἀνοίξῃ. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. ∆ιὰ τί; Ἀκάνθινον στέφανον φορέσαι καὶ τὰς ἁμαρτίας ἡμῶν ἐκριζῶσαι, ἵνα τοῖς πιστοῖς συντάξηται καὶ πρὸς τὸν πατέρα ὁδεύσῃ. Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὁ λήθῃ παραπεμφθῆναι μὴ δυνάμενος, ὁ πόλεως ἀρχιπολίτης , ὁ ἅπαξ τεθνηκὼς καὶ δεύτερον τῷ βίῳ παραπεμφθείς, ὁ φυσικῷ θανάτῳ κλαπεὶς καὶ δεσποτικῇ χάριτι ἐγερθείς, ὁ ὑπὸ τοῦ τυράννου ταρτάρου ἁρπαγεὶς καὶ ὑπὸ τοῦ βασιλέως Χριστοῦ ἀποσπασθείς, ὁ νόσῳ καταρρυπωθεὶς καὶ λόγῳ ἀνανεωθείς. Ἴστε γὰρ πάντες σαφῶς, οἱ τοῦ Λαζάρου φίλοι, μᾶλλον δὲ οἱ τοῦ κυρίου μαθηταί, ὅτιπερ τοῦ Λαζάρου θανόντος καὶ τάφῳ παραδοθέντος μετὰ τέσσαρας ἡμέρας ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ἵνα τὸν Λάζαρον διυπνίσῃ. Παρ' αὐτῷ γὰρ κεκοίμητο, ἦν γὰρ αὐτοῦ καὶ φίλος ὡς τὰ φίλων διαπραττόμενος. Μάρθα δὲ καὶ Μαρία αἱ ἀδελφαὶ τοῦ Λαζάρου τῷ σωτῆρι προσῆλθον. Ἁπλῆ μὲν ἡ Μαρία οὖσα ἡσυχίαν ἦγεν, συνετώτερον γὰρ ἦν τὸ γύναιον· ἡ δὲ Μάρθα προεκπηδήσασα καὶ ὡς ἐν λύπῃ ὑπάρχουσα παρεκάλει τὸν κύριον βοῶσα· Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός· ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεόν, δώσει σοι ὁ θεός. Ὁ δὲ κύριος πρὸς τὴν Μάρθαν· Μάρθα, τί ἐσφαλμένα φθέγγῃ; Τί οὐκ οἶδας ὃ λέγεις; Ἐμποδίζεις τῷ ἀδελφῷ σου, οὐ συγχωρεῖς τοῦτον ἀναστῆναι, τῇ λύπῃ μεθύεις. Οὐδέπω ὁ Ἄρειος ἐβλάστησε καὶ σὺ ἀσθενοθεΐας ζιζάνιον προφέρεις λέγουσα· Εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός. Οὐκ ἤμην ὧδε, Μάρθα; Ἐρώτησον τοὺς μαθητάς μου καὶ μάθε ὅτιπερ εἰ καὶ ἀπὼν ἤμην τῷ σώματι, παρὼν ἤμην τῷ πνεύματι. Μόνον γὰρ ἀπέθανεν ὁ ἀδελφός σου καὶ ὁ συνὼν αὐτῷ ἄγγελος τὴν μετάθεσιν αὐτοῦ ἀνήνεγκέ μοι ὡς βασιλεῖ, εὐθέως