1

 2

 3

 4

 5

 6

6

ἐγεῖραι. Λάζαρε, δεῦρο ἔξω· ἐγώ σε τοῦ τάφου ἠλευθέρωσα, σύ με ἐν τῷ σταυρῷ πρόπεμψον. Λάζαρε, δεῦρο ἔξω, καὶ λοιπὸν ὡς φίλος συνδείπνει μοι. Εἰ γὰρ καὶ βούλονται Ἰουδαίων παῖδες ἀνελεῖν σε, ἀλλ' ὅμως ἐγὼ συνδειπνῶ σοι. Οὐκ ἐκδίδωμί σε· ἦλθον γὰρ οὐχὶ προδοῦναι, ἀλλ' ὑπὲρ φίλων τὴν ψυχήν μου θεῖναι. Ὅτι δὲ ἐβούλοντο Ἰουδαίων παῖδες ἀνελεῖν τὸν Λάζαρον, οἱ ἀεὶ αἱμοχαρεῖς ὄντες, ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι ἐβουλεύσαντο ὅπως καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Ὢ τῆς τῶν ἀρχιερέων, μᾶλλον δὲ ἀνιερέων μανίας. Ὃν γὰρ ὁ τάρταρος φρίξας ἀπέδωκεν, οὗτοι θανάτῳ πάλιν περιβαλεῖν ἠβούλοντο. ∆ιὰ τί, ὦ Ἰουδαῖοι, Λάζαρον ἀνελεῖν ἐπιχειρεῖτε; Μὴ γὰρ καὶ αὐτὸς τὸ σάββατον λύει; Τὴν ἀνάστασιν μηνύει· τί δὲ αὐτὸν καὶ βούλεσθε ἀνελεῖν; Ἐὰν γὰρ ὑμεῖς αὐτὸν ἀνέλητε, πάλιν Χριστὸς αὐτὸν ἀναστήσει. Αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.