ἀντιθέειν ἐξ ἀντιπάλου μοίρας ἠνέσχετο· ἀλλὰ κατώρθετό σοι ὁ πένταθλος καὶ ἤνυστο τὸ παγκράτιον μηδενός σοι συγκαταβάντος εἰς τὸν ἀγῶνα. Τοῦτό σοι τοῦ κράτους προοίμιον, αὕτη σοι τῆς ἀρχῆς ἡ ἀνάρρησις, οὗτός σοι τῆς βασιλείου τέχνης ὁ πρόλογος. εἶτα θύων τὰ ἐπινίκια, μακρῷ τὸν Ἐμπεδοκλέα τῷ πολυτελεῖ τῆς θυσίας νενίκηκας. ἐκεῖνος γάρ, ἐπειδὴ Πυθαγορικὸς ὢν ἐμψύχων ἀπείχετο, βοῦν ἐξ ἀρωμάτων πλασάμενος, εἶτα τῇ πυρᾷ θέμενος, ἀποφορᾶς Ἰνδικῆς τὴν Ἀττικὴν ἐπλήρωσε γῆν. καὶ νῦν καινὸς θύτης ἐν ταῖς Ἑλληνικαῖς ᾠδαῖς ὁ φιλόσοφος. αὐτὸς δὲ πᾶσαν εἴσω τῆς πανηγύρεως τὴν οἰκουμένην πεποιηκώς, θεῷ μὲν ἀπαρχὰς τοῦ κράτους τὴν σεαυτοῦ ψυχὴν ἐσφαγίασας, τῷ σιτευτῷ μόσχῳ τῷ καὶ διά σε τυθέντι τὴν ἀναίμακτον σφαγὴν ἀντεπενεγκών. καὶ δῆτα συμπανηγυρίσας τοῖς εἰσελθοῦσιν ἅττα εἰκός, ἀνοίγεις μὲν τοῖς πᾶσι τὰς τῆς εὐδαιμονίας πηγάς, καὶ πάσας φλέβας χρυσίτιδας συγκεχωσμένας ἀναστομοῖς, καὶ ποταμοὺς ὅλους ἡμέροις ἐπικλύζοντας ῥεύμασι τῶν βασιλείων ἐκφράττεις πηγῶν, τοῖς τε νέφεσιν ἐπιτάξας αὖθις γεννᾶν ὥσπερ τις Ἠλίας τὸν οὐρανὸν κεκλεισμένον ἠνέῳξας, καὶ θάλασσαν νέαν χαρίτων ἀκηράτων δημιουργήσας, οὐκ ἔστιν ὅντινα τοῖς νάμασιν οὐκ ἐκάθηρας. Οὕτω δὲ δὴ τὴν πάνδημον ταύτην τετελεκὼς ἑορτήν, καὶ δευτέρων ἀπήρξω κρατήρων μάλα σεμνοτέρων καὶ πολλοῦ μετεχόντων τοῦ νέκταρος, οὗ δὴ καὶ αὐτὸς εἰς κόρον πέπωκα καὶ μετὰ τῶν μακαρίων ἠρίθμημαι· τὸ δὲ ὁποῖόν ἐστι δηλώσω. Ἐδόκει πάλαι κατὰ κλῆρον προϊέναι ἡ τῆς εὐδαιμονίας καὶ δυσπραξίας πηγή, καὶ παῖδες παρὰ πατέρων τὰ διάφορα τῆς τύχης δεχόμενοι ῥεύματα εἰς υἱωνοὺς μετωχέτευον. ἀλλὰ σὺ πρῶτος τὴν κακίστην ταύτην σύγχεας διαίρεσιν, καὶ τῷ τρόπῳ μᾶλλον ἢ τῷ γένει τὰ τῆς εὐτυχίας ταλαντεύσας ζυγά, τοὺς κλήρους ἡμῖν μετεκίνησας. καὶ πολλοὺς ἂν ἴδοι τις τῶν ἀπτέρων πάλαι γεγονότας ἐκπετασίμους καὶ ἐγγύτατα τοῦ σου περιϊπταμένους φωτός. οὐ γάρ ἐστιν ὅντινα τῶν ἐξ ἑκάστης ἐπιστήμης ἢ τέχνης ἤ τινος ἄλλης δυνάμεως τὸ ἐξαίρετον ἔχοντα οὐ τετίμηκας. σύ γε καὶ τὸν πρῶτον ἐσεβάσθης φιλόσοφον ὅτι μὴ δεῖται ἀρχῶν, καὶ τὸν ἐν μαθήμασιν ὅτι τῶν εἰδῶν ἐστι θεωρός, καὶ τὸν φυσικὸν ὅτι τὰς ἀπαρχὰς ἐφεῦρε τῶν στοιχείων τοῦ σώματος, καὶ τὸν ἀποδεικτικὸν ὅτι χρῆται τοῖς οὐσιώδεσι, καὶ τὸν διαλεκτικὸν ὅτι συλλογισμοῖς ἐφοδεύει ἀμφιδεξίως, καὶ τὸν σοφιζόμενον ὅτι παραλογίζεται εὐφυῶς, καὶ τὸν ἁρμονικὸν ὅτι τοὺς λόγους οἶδε τῶν κράσεων, καὶ τὸν ῥυθμικὸν ὅτι τὴν τῶν χρόνων ἀναλογίαν ἐπίσταται. Σὺ καὶ τὴν νομοθετικὴν κεκόσμηκας ὅτι πολιτειῶν κόσμος ἐστὶ καὶ τῆς ἀπείρου ὕλης εἰδοποιός, πέρατα ὡσανεὶ τοὺς μερικοὺς χρόνους περιτιθεῖσα τοῖς πράγμασι. καὶ τὴν ῥητορικὴν ἐπόθησας, ὅτι ἑκατέρωθεν ἐπιχειρεῖ δεξιῶς καὶ ποικίλλεται τοῖς εἴδεσι καὶ ταῖς κράσεσι. σὺ καὶ τὸν τοξότην ἐπῄνεσας κατὰ σκοπῶν ἀφιέντα, καὶ τὸν ἀκοντιστὴν εὔστοχα πέμποντα, καὶ τὸν στρατηγὸν τὴν τῆς φάλαγγος ἀσπίδα συνέχοντα, καὶ τὸν πρωτοστάτην θαρροῦντα, καὶ τὸν οὐραγὸν τὸν λόχον φυλάττοντα. σὺ καὶ ῥώμην ἐθαύμασας σώματος καὶ ἀνδρείαν ψυχῆς καὶ μηχανημάτων ἐπίνοιαν καὶ γλώττης περιβολὴν καὶ λόγου κάλλος καὶ τέχνης δύναμιν καὶ μέγεθος ἐπιστήμης καὶ ὑλῶν ἀρχιτεκτονίαν καὶ φύσιν ὀξεῖαν καὶ φρόνημα βεβηκὸς καὶ αἰδοῦς ἄνθος καὶ παρρησίαν πρεσβυτικὴν καὶ σιωπὴν εὔλογον καὶ λόγον σιωπῆς εὐκαιρότερον καὶ πάντα ζηλώσας προσφυῶς, ἐκ πάντων συντέθεικας σεαυτόν. οὕτω γάρ σου τὴν ψυχὴν ἁπαλὸν ἐκμαγεῖον πεποίηκεν ὁ θεός, ὡς πρὸς πάντα μεθαρμόζεσθαι εὐφυῶς, καὶ πᾶν μὲν εἶδος δυνάμεως ἀναδέχεσθαι, πρὸς πάντα δὲ λόγον εὐκόλως μεταρρυθμίζεσθαι. Ὅταν σε ταῖς ἐκ τῶν ἐθνῶν πρεσβείαις θεάσωμαι χρηματίζοντα καὶ πρὸς τὸ τῆς οἰκονομίας εἶδος ἐμβιβάσω τὸν νοῦν, αὐτόχρημά σε τέχνην λογίζομαι καὶ δεινότητος μέθοδον. ὅταν κληροῦντα τὰς ὑποθέσεις καὶ διαιτῶντα ταῖς δίκαις καὶ χειροτονοῦντα