Orationes panegyricae

 ἀντιθέειν ἐξ ἀντιπάλου μοίρας ἠνέσχετο· ἀλλὰ κατώρθετό σοι ὁ πένταθλος καὶ ἤνυστο τὸ παγκράτιον μηδενός σοι συγκαταβάντος εἰς τὸν ἀγῶνα. Τοῦτό σοι τοῦ

 τὰς ψήφους, τὴν θείαν δίκην φαντάζομαι καὶ πρὸς τὸ ἀδέκαστον δικαστήριον ἀναφέρομαι. ὅταν ἐν ἀρχαιρεσίαις σε δοκιμάσω, θαυμάζω τὴν σύνεσιν καὶ τὴν κατ

 πόρρωθεν τοῖς καταίρουσιν ἀπαστράπτει καὶ χεῖρα ὀρέγει τοῖς ἐκ πελάγους πρὸς τὴν Ῥώμην ἀλυπότατα παραπέμπουσα. Τί δ' ἐπὶ τούτοις ἡ φιλοσοφία κατεπαγγέ

 χρώμενον καὶ πρὸς τὴν γένυν ὑποκαθημένην ὑποκλῶντα ταύτην καὶ κάμπτοντα, ἐνθυμοῦμαι τοῦ Ἰνδοῦ τὴν ἐπὶ τούτῳ ὀφρῦν ὅπως εἶχε ταύτην ὑπὲρ ἕνα πῆχυν τῆς

 καὶ πρὸς ἀνθάμιλλον. ἄλλοι μὲν οὖν οἷς ἂν βούλοιντο παραμετρείτωσάν σε καὶ ἀντεξεταζέτωσαν, ἐγὼ δέ, εἰ καὶ καινήν τινα καὶ ἀνόμοιον δόξω ποιεῖν τὴν πα

 πεζῷ, οὐ μέτροις τε καὶ ποιήμασιν· ἢ πάρεισί γε ἴσως πολλοί, ἀλλ' οὐ λόγος αὐτοῖς τοῦ πράγματος, ὡς μηδὲ λόγου αὐτοῖς ὄντος. καὶ ῥέει μὲν ὁ χρόνος ἀκά

 τὴν τοῦ πατρὸς ἡγεμονίαν βασιλειῶν καταστραφεισῶν καὶ γεγονυιῶν οὐκ ὀλίγων ἐν ἀμφοτέραις μεταβολῶν, οἳ τὴν τύχην ἐπὶ τὸ χεῖρον μεταλλαξάμενοι καὶ ἀντὶ

 ἀντιστατούντων ἐθνῶν ἐβουλεύσατο, ἀλλὰ χρυσοῦ πάντα ποιούμενος ὤνια καὶ λαμπροτήτων βασιλικῶν, ἐντεῦθεν τὰς τῶν ἁπάντων εὐνοίας ἐκέρδαινε, καὶ τὸ ὑπερ

 ἀνεῴξαντος, καὶ αὐτὰς τὰς τῆς ψυχῆς πύλας ἀναπετάσαντος, καὶ πονηροῖς βίοις καὶ διεφθορόσι συγκοινωνήσαντος. οὐδὲ γὰρ εὐθὺς τὴν ὅλην ἐγνώκει τοῦ γένου

 τὰ τῆς ἀδικίας ἐργάζεσαι· ἐχαλέπαινέ τε γὰρ ἀδικοῦσιν ἐκεῖνος καὶ ἐπεξήρχετο. ἐπεὶ δὲ νοσεῖν ἤρξατο καὶ τὰ τοῦ σώματος ὑπέρρει ἢ μᾶλλον ὄγκοις ἀλλοτρί

 οὐ φρόνημα μεγαλοπρεπές, οὐ λόγον ἔμμουσον καὶ χαρίεντα, οὐκ ἄλλο οὐδὲν τῶν οἷα ψυχὴν οἶδε καλλύνειν καὶ φύσιν σώματος. ὦ νέα Ῥώμη, καὶ γένος μεγαλοπρ

 ἐλαύνει σφαῖραν, ὁ δὲ τὴν ὑπέργειον, ἵν' ὁ μὲν ἐς ἅπαξ, ἡ δ' ἐς δώδεκα κύκλους τὴν ἑαυτῆς ζώνην περιελίξηται, καὶ ἀποβάλῃ τὸ φῶς καὶ πάλιν ἐνδύσηται,

 τούτου δυνάμει τὰς ἀρετὰς ὁριζόμενος, καὶ τὴν ὑψηλοτέραν γεωμετρίαν ἀσκῶν. ἡ μὲν γάρ, ὡς καὶ Πρόκλος φησί, τὴν μέσην ἀπείληφε χώραν τῶν ἀμερίστων καὶ

 βασιλείας αὐτῷ κράτος περιεγένετο, πρὸς τούτοις τὴν ἐν ποιμνίοις ζωὴν τοῦ ∆αβίδ, τὴν δίωξιν, τοὺς πολλοὺς ἐκείνους κινδύνους οἷς οὐχ ἥλω περιπεσών, κα

 μοναρχίαν κατακλείει τυραννικήν, κακοῦ κακὸν ἀλλαξάμενος. οὐχ ἡσυχάζει ἡ δίκη, ἀνάπτει τοὺς ἄνθρακας, πέμπει τὸ βέλος, πίπτει ὁ πονηρός, συμπίπτει πᾶν

 ἐγὼ τὴν ἐκείνου ζώνην καλῶ-ὑποσπᾷ δὲ καὶ τῆς παλαιᾶς Ῥώμης οὐκ ὀλίγην ἱππικήν τε καὶ πεζικὴν δύναμιν, συνάπτει τούτοις καὶ τῆς ἑῴας τὸ κράτιστον στράτ

 ἄγγελος περιφανεστέραν νίκην εἰργάζετο. ἔχω τι πλέον εἰπεῖν τῶν θαυμασίων ἐκείνων· ἐν τύποις ἐκεῖ καὶ εἰκονίσμασιν ὁ σταυρός, ὄφις χαλκοῦς ἐπ' ἰθυτενο

 σύ, βασιλεῦ· ὅσῳ μᾶλλον ἐπιρρεῖς ἡμῖν τὰς εὐεργεσίας ἀφθόνως, τοσοῦτον αὐξάνεις πληρούμενος. ἐντεῦθεν δὲ οὐδεὶς ἀπολέλειπται τοῦ τοιούτου πλούτου τῆς

 τοῖς ὄμμασιν, εἶτα δὴ χεόμενον καὶ λυόμενον, ἀλλὰ παντὸς τοῦ φαινομένου κρείττων καὶ ὑψηλότερος. ἀλλ', ὦ βασιλεῦ-παλιλλογῶ γάρ σοι τὴν κλῆσιν καὶ δὶς

 τὸ ἑσπέριον τῆς φρυκτωρίας πληροῖς, οὔτε τῶν ἀκτίνων φθονήσας ἡμῖν οὔτε τοῦ κύκλου τὸ χρῶμα μεταποιήσας, ἀλλ' ὅσῳ γε μᾶλλον ὁ χρόνος τὰς ἀποστάσεις δι

 ἡλίου ἀνατολὴν καθ' ἣν ἐκεῖνος ἀμέσως ἄνεισιν γῆν, ὡς, εἴ γέ τις ἐθέλοι τῶν ἡμεδαπῶν, ἐκεῖσε βαδίσας ἐπ' ἐξουσίας οὐ γεωμετρικαῖς ἐφόδοις, ἀλλὰ τοῖς ὀ

 ἄτεχνος ἐγὼ τῶν σῶν συγγραφεὺς καὶ περὶ τὸν καιρὸν ἁμαρτάνων, καὶ μὴ τὴν φύσιν ἔχων ὁμοῦ ἐφ' ἑκάτερα βάλλουσαν. σὺ μὲν γὰρ ἅμα εἰρηνικός τις καὶ μάχιμ

 βούλεσθαι. τό τε γὰρ παρὸν συνορᾷς καὶ τὸ μέλλον εἰκάζεις καὶ τὸ ἀφανὲς ἀνευρίσκεις ἐξ ὀφρύων τε καὶ βλεφάρων φυσιογνωμονῶν, ὡς μάλιστα τὰ ἐν τῇ ψυχῇ

 λέγειν; -ἀσχήμων μέχρι τοῦ σχήματος, καττιτερινὸς ἢ χολοβάφινος καὶ τὸ ὅλον ψευδόχρυσος, ἀλλ' ἐπειδὴ ἐντὸς τῶν δεινῶν ἐγεγόνει, ἐδόκει λέων ὁ πίθηκος

 λίθοις κειμένοις παρ' ἑκάστην πλευράν, ἵνα συνεχὲς δόξῃ τὸ συνημμένον καὶ τὸ ἡρμοσμένον ὁμοφυές. ὅρα μοι καὶ ναῶν ὕψη καὶ κάλλη καὶ τὴν ἐν ἅπασιν εὐαρ

 ἐνταῦθα δὲ χεὶρ ἐναργὴς πέντε ῥόδων διῃρημένη ἀκρέμοσιν. ἀλλὰ τοῦτο μὲν μαρτύριον ἀψευδέστατον τῆς θεοειδοῦς ἐκείνης ψυχῆς. βούλει δέ τι ἴχνος ἰδεῖν κ

 ὑπερπίπτων οὐσίαν καὶ τῶν εἰδῶν ἔχων συνεπτυγμένους τοὺς λόγους καὶ παρ' ἓν ἥκιστα διαιρούμενος. σὺ δὲ ὁ τοιοῦτος οὐ πᾶσαν μὲν ἀρχήν, πᾶσαν δὲ ἡγεμονί

 ἐρρύησαν αἱ τῶν εὐεργετημάτων πηγαὶ ὥσπερ ἐξ ἀκροτόμου πέτρας τὸ ἐνδόσιμον εἰληφυῖαι τῆς ῥύσεως· αὗταί σε καὶ πρὸ τῆς ἀρχῆς τῇ φήμῃ διήγγελλον καὶ μετ

 ὑφηγητήν, οὕτω κἀκεῖσε τῶν οἰκονομημάτων διαιτητήν, ἵνα σοι ἁρμόσω καὶ πρὸς ἀμφότερα, λέγων τε πράξεις τὰς σὰς καὶ πράττων τοὺς λόγους τῆς σῆς οἰκονομ

 μ]ερίδων εὐφημίας ἐστέρηνται, οὐδεὶς δὲ τῶν πάντων ἐν πᾶσι τοῖς ἐπαινοῦσι λόγοις ἐφήρμοσε. σοὶ δὲ τοσοῦτον [κατὰ] πάντων ἐν ἅπασι συγκεχωρηκὸς ὡς ἀρκε

 τὴν ἄκραν ὀξύτητα ἀγαγεῖν, ἢ τὴν σὴν ψυχὴν μὴ διαρ[ραγεῖσαν ἐξε]τάσεσιν, ἀλλὰ καὶ τῷ μεγέθει τῶν περιστάσεων καὶ τῷ πλήθει τοῦ χρόνου γενναιότατα διαρ

 καὶ ἀπεσπάσθησαν, καὶ τὴν φύσιν ὁ τρόπος ἠλλοίω[σε ....], καὶ μεμενήκασι, καὶ μετὰ τὴν διάστασιν, ἀλλοτρίαις ῥίζαις τρεφόμενά τε καὶ πιαινόμενα. ἀλλ'

 δὲ περὶ τοὺς θείους σηκοὺς φιλοτεχνίαν τε καὶ ἐπιμέλειαν τίνες ἂν ∆ημοσθένεις ἢ τῶν συγγραφέων οἱ ἄριστοι διαγράψειάν τε καὶ ἐξυμνήσειαν; ὡς καλοί σο

 αὐτοῦ καὶ τῶν ἄχρι σοῦ βασιλέων ὑπερανεστηκὼς τοῖς ἀνδραγαθήμασιν, ἀλλὰ τοῖς μὲν σκέμμασιν ἐλάττων τῶν ἀποτελεσμάτων ἀναγέγραπται, ἐν [δὲ ...] τοῖς ἔρ

 ἐλάττονα, τὰ πρωτεῖα τῷ λόγῳ κατὰ θυμοῦ δέδωκας, καὶ τὸν μὲν ὥσπερ τινὰ βάσιν ἐπὶ τῆς ἀκροπόλεως ἔδρασας, τὸν δὲ ὑποκεῖσθαι καὶ δορυφορεῖν ἔταξας. διὰ

 ὁρώμενα θέμενος, ὅταν δὲ καὶ τὸν τάφον τῆς βασιλίδος θεάσωμαι, θεῶμαι δὲ πολλάκις ὁπόταν τινὰ δυσχέρειαν τύχης παραμυθήσασθαι βούλωμαι ἐκπλήττομαι τῷ

 λόγῳ περιλαβεῖν. τίνι γὰρ γένοιτ' ἂν ἐφικτὸν τὸ ἀνέφικτον, κἂν τὴν Ὁμηρικὴν πρὸς λόγους ἐπλούτησε δύναμιν, κἂν τὴν Ἡροδότειον χάριν καὶ ἡδονήν, κἂν τὴ

 θαυμάζων καὶ ἀμειβόμενος εἰκονουργεῖν προθυμεῖται· καὶ στήλην τις ἤδη κατασκευάσας σοι ἐπέγραψε τὸν μειλίχιον. Τοιγαροῦν οὐκέτι μόνος ἐπ' ἀγχινοίᾳ καὶ

 εὐφημίας πολὺς καὶ ὅλῳ τῷ χρόνῳ παραμετρούμενος. πῶς ἂν οὖν ἐν ὀλίγῳ τὸ πᾶν συλλάβοιμι; ἐρῶ τοιγαροῦν ὀλίγον τῶν σῶν ἀρετῶν, καὶ τοῦτο ἐπὶ κεφαλαίῳ, ἵ

 τῶν σῶν ἐγκωμίων ἁψαμένῳ πᾶς τις συγχαίρει καὶ συναγάλλεται· καὶ ὅτι μὴ τάχιον τοὺς τῆς εὐφημίας ἔπλεξα λόγους, δυσανασχετεῖ μᾶλλον καὶ δυσχεραίνει· κ

 χάριεν, τὸ τοῦ φρονήματος πολιόν, τὸ τοῦ μεγέθους σύμμετρον, τὴν ἀγχίνοιαν, τὴν τοῦ νοὸς σταθηρότητα, τὸν ἄζυγα βίον, τὸ πάντων μέγιστον τὴν παρθενίαν

 ἀθ[ρόον] ἡμῖν τὸν κύρ[ιον] καὶ στρατηγικώτατον καὶ τοῖς πᾶσιν ἀρέσκοντα, ὢ φροντίδος ἀρίστης, ὢ συνετοῦ σκέμματος, ὢ γενναιοτάτου βουλεύματος, ὢ ἐνθέο

 ἀρετῶν; σὺ παρὰ τοὺς πώποτε βασιλεῖς δικαιοσύνην ἐτίμησας καὶ φιλανθρωπίαν προέκρινας, καὶ τὸ τῆς φρονήσεως ἄκρον κατειληφὼς τῷ ἁπλῷ καὶ καθαρῷ τῆς ψυ

 κατορθώματα; ὢ τῶν ἐξ οὐρανοῦ κατὰ τῶν βαρβάρων βελῶν, ὢ τῶν ἀφανῶν τοξευμάτων, ὢ τῶν ἀγγελικῶν ἐν ἀέρι δυνάμεων, ὢ τῶν θείων στρατευμάτων κατὰ τῶν ἀθ

 χαρακτῆρος τὸ μέγιστον. ὅσοι μὲν γὰρ τοῦ πολιτικοῦ γεγόνασιν ἤθους, εἰ μὲν ἑκουσίως πρὸς τοῦτο καταβεβήκασιν, οἰκονομικοί τε ἔδοξαν καὶ συμμεμετρημένο

 πολιτικῆς διοικήσεως καὶ θείας ἀκροάσεως. εἰ μὲν οὖν ἐν θατέρῳ τυγχάνων καὶ τοῦ λοιποῦ ἔχεται, ἀπόρρητον τοῦτο τέως ἔστω πολλοῖς. ὃ δὲ κατείληφα, ἑκάτ

 σοφῶν ἐς Ἄμμωνος φοιτῶντες ἢ ἐντὸς τοῦ ∆ελφικοῦ γινόμενοι τρίποδος ἀθρόον τὴν φαινομένην σοφίαν ἐπὶ τὴν θειοτέραν καὶ κρείττονα μετετίθεσαν, πῶς οὐχὶ

 ἀρορμὰς προειλήφαμεν, ἔτι δὲ ἀτοπώτερον, εἰ τοῖς μὲν τελευτήσασι τῶν ἀγαθῶν καὶ γενναίων ἀνδρῶν εὐφημίας ἀποδιδόαμεν, ὧν τε εἰρήκασιν ἐφ' οἷς πεπράχασ

 καὶ οὐ πολλοστῷ μηνὶ τῶν σπερμάτων, ἀλλὰ παραυτίκα κομιζομένω τὸ θέρος· καὶ ἵνα τὸ τοῦ εὐαγγελίου εἴποιμι, ἔτρεχον μὲν οἱ δύο ὁμοῦ, τὸ δ' ἐφεξῆς ὀκνεῖ

 οἰκοδομεῖν ἐπιβάλωμεν, ὁ θαυμάσιος οὗτος καὶ τὴν φύσιν καὶ τὴν σπουδήν, πολλὴν μὲν καὶ ἀπὸ τῆς συμφυοῦς ἀρχῆς πρὸς τὸν λόγον συντέλειαν εἴληφε, πολλὴν

 μὲν γὰρ ἓν τούτων προσειληφότες, τῶν λοιπῶν κατολιγωρῷεν, ἢ ὦτα νοῦ προϊστῶντες γλῶτταν ἀδιανόητον ἔχουσιν, ἢ πηγαῖον ὕδωρ καὶ ὄντως ἔννουν ἀπαντλησάμ

 ἀρέσκει τοῦ μικρολόγου καὶ κατατέχνου. Τούτων τοιγαροῦν τῶν ἀπηριθμημένων σοφῶν ὁ νῦν τῷ λόγῳ τιμώμενος, Γρηγόριον μὲν μιμεῖσθαι βούλεται, καί γε καὶ

 ἐγνώκειν μόνον ὁπόσα Ἕλληνες οὐδ' ὁπόσα Χαλδαῖοι ἢ Αἰγύπτιοι, ἀλλὰ καὶ κατεγνώκειν αὐτῶν, πλὴν οὐ πάντων, οὐδέ μοι ὁ ἔλεγχος διὰ πάντων τῶν ἐκείνοις ε

 φιλοτιμίᾳ, ὁ τῷ μεγάλῳ Κωνσταντίνῳ καὶ ὁμώνυμος καὶ ὁμότροπος, καὶ μόνος πρὸς πάντας γενναίως ἀνταγωνισάμενος, καὶ τὴν ὁμωνυμίαν λαβὼν τῆς τέχνης καὶ

 τὴν τῆς ἐκκλησίας ῥυθμίζει κατάστασιν, οὐχ ἧττόν γε ἢ Μωϋσῆς τὴν κάτω σκηνὴν συμπηγνὺς κατὰ τὸ δειχθὲν ἐκείνῳ παράδειγμα· εἴτε γὰρ ἐν σεραφὶμ μέλη ὑμν

 περὶ ὧν πρὸ τῆς ἀρχιερωσύνης, ὁπηνίκα οὐδὲ πολλαὶ τῶν χρημάτων ἦσαν αὐτῷ ἀφορμαί, λαμπρῶς κατεσκεύασε καὶ μεγαλοπρεπῶς ἀπειργάσατο; ὃν γὰρ ἤγειρε τῷ μ

 τῶν δὲ καὶ ἑτέροις μεταδιδόναι. Καὶ θαλαττίους μὲν ἴσως οὐχ ὑπέμεινε κλύδωνας, τοῖς δὲ κατ' ἤπειρον καμάτοις ἐστὶν ὅπη παραμετρηθείη τῷ Παύλῳ. περὶ δὲ

 δυοῖν θατέρου συμβαίνοντος, εἴτε τοῦ θεοῦ καταβαίνοντος εἰς τὸν νοῦν, εἴτε τοῦ νοῦ πρὸς θεὸν ἀναβαίνοντος. ἀλλὰ τίς τόπος τῆς τοῦ θεοῦ ἀναπαύσεως, ἢ τ

 φωνῆς, οὔτε παρά του τῶν κρειττόνων ἐχρηματίσθης δυνάμεων, τὰ τῆς ἱερωσύνης μὲν ἀποθέσθαι σύμβολα, ἐπ' ἄλλον δὲ σαυτὸν βίον μετενεγκεῖν, πόθεν οὕτως ἰ

 οὐδὲν ἂν ἀηδὲς τοῖς μεταχειρίζουσι ταῦτα γένοιτο· σοὶ δὲ αὐτὸ τοῦτο φιλοσόφῳ τυγχάνοντι, τίς ἐπήρεια παρὰ τῶν πραγμάτων γενήσεται; ὥσπερ οὐδὲ κυβερνήτ

 λέξεων· σὺ δὲ βασιλεῦ, καὶ δημηγορήεις ἐν τοῖς στρατεύμασι καὶ ὁρμὴν ἐπενέγκῃς τῷ λόγῳ καὶ συνεξορμήσεις τῷ πράγματι. καὶ οὗ μὲν καιρὸς ἀφέσεως βελῶν,

 στεφανωθείης τὴν κεφαλὴν ἐπὶ τροπαίοις λαμπροῖς. κοσμηθείης τοῖς κατὰ τῶν βαρβάρων ἀριστεύμασι, καὶ νίκαις δορυφορηθείης πολλαῖς. μὴ συγκαύσαι σε ἡμέρ

 θάλασσαν διαρρήξαις καὶ ποταμὸν ἀνακόψαις καὶ καταπολεμήσαις τὸν Ἀμαλήκ. Νεφέλη μὲν σκιάζουσα ὑπὲρ κεφαλῆς ἀφέλοιτό σου τὸν καύσωνα, στῦλος δὲ φωτὸς ὁ

δυοῖν θατέρου συμβαίνοντος, εἴτε τοῦ θεοῦ καταβαίνοντος εἰς τὸν νοῦν, εἴτε τοῦ νοῦ πρὸς θεὸν ἀναβαίνοντος. ἀλλὰ τίς τόπος τῆς τοῦ θεοῦ ἀναπαύσεως, ἢ τίνι τῶν πάντων χωρητὸς ὁ ἀχώρητος; οὐχὶ δὲ καὶ διὰ κενοῦ τοῦ παντὸς χωρήσει, κατιὼν ἢ ἀνιών, ὅς γε δὴ ἑαυτοῦ τὸ πᾶν συμπεπλήρωκε καὶ ὑπὲρ τὸ πᾶν ἐφ' ἑαυτοῦ ἕστηκεν; οὔκουν ἐκεῖνον γινώσκομεν καταβαίνοντα, ἀλλ' ἡμεῖς ἀναβαίνοντες, ἐλλάμψεις τινὰς παρ' αὐτοῦ εἰς τὴν ἐκείνου γνῶσιν δεχόμεθα· καὶ τὸ ἐνοικεῖν γὰρ τὸν θεὸν καὶ ἐμπεριπατεῖν ἡμῖν, καὶ τὸ σὺν τῷ πατρὶ δὲ τὸν λόγον συνιέναι καὶ μονὴν ἐπὶ τοῖς θειοτέροις ποιεῖν, καὶ τἆλλα ὅσα οὕτως ἡ γραφὴ συγκαταβαίνουσα διαλέγεται, οὐ συγκαταβάσεώς ἐστι τοῦ θεοῦ πρὸς ἡμᾶς σύμβολον, ἀλλὰ τῆς πρὸς ἐκεῖνον ἡμῶν ἀναβάσεως. αὐτῇ γὰρ οὐσίᾳ καὶ αὐτῷ πράγματι ἅπαξ καταβέβηκε πρὸς τὴν ἡμετέραν φύσιν ὁ ταύτην προσειληφὼς ἀπορρήτῳ τρόπῳ καὶ ὃν οὐδ' ἂν γνοῖεν οὐδ' ἄγγελοι, οὔτε τὸν πατρῷον κόλπον ἀφεὶς καὶ τὴν τῆς παρθένου νηδὺν οἰκήσας καινοπρεπῶς. εἰ γοῦν τεθεώρηκεν ὁ εὐφημούμενος, πάντως καὶ ἥρπασται, τοῦτο γὰρ ὁ λόγος διηγωνίσατο· μετετέθη δὲ καὶ πρὸς τὸν παράδεισον, ἔνθα καὶ μεμύηται τὰ ἀπόρρητα. τῶν μὲν γὰρ ἐν οὐρανῷ φωνῶν ἴσως ἀχώρητος, ἡ δὲ χθαμαλωτέρα μετάθεσις διομαλίζει τῷ θεωρῷ τὰ μυστήρια, καὶ δεῖ καταβαίνοντας τοὺς μύστας ἐκ τῆς οὐρανίας περιωπῆς, μὴ εὐθὺς εἰς τὴν γῆν καθέλκεσθαι, ἀλλ' ὥσπερ ἐν ἐλάττονι σταθμῷ μεταβάντας εἰς τὸν παράδεισον, κἀκεῖ τῶν προσφυῶν μυστηρίων ἀξιωθέντας, οὕτως ἐξ ὑπογύου πρὸς τὴν γῆν κατιέναι. Τοιοῦτος ἡμῖν ὁ θεῖος ἀρχιερεύς, τοῖς μὲν ἄκροις ἀπεικασμένος, καί τινα σκιὰν ἔχων τῆς ἐκείνων μορφῆς, τοῖς δὲ μέσοις ἀφωμοιωμένος, τῶν δὲ μετὰ τούτους ὑπερανέχων. ἔγωγ' οὖν αὐτὸν ὥσπερ καθυφῆκα τοῦ Παύλου, οὕτως εἰς ἶσον ἄγω τῷ Σαμουὴλ καὶ τῶν μετ' ἐκεῖνον ἀρχιερατευσάντων προτίθημι. προκέκληται γὰρ καὶ οὗτος ὑπὸ τοῦ λόγου, καὶ τῆς ἐπωμίδος καὶ πρὸ τῆς ἀρχιερωσύνης ἠξίωται, καὶ κέχρισται τῷ ἐλαίῳ τῆς χάριτος, ἐντὸς δὲ τοῦ καταπετάσματος οὐχ ἅπαξ, ἀλλὰ πολλάκις τοῦ ἔτους γίνεται, καὶ τὴν κιβωτὸν ὁρᾷ ἀτρεμίζουσιν ὄμμασιν, οὐκ ἐν συμβόλοις, οὐδ' ἐν τοῖς χρυσοῖς χερουβίμ, ἀλλὰ καθαρῶς καὶ γνησίως δορυφορουμένην ὑπὸ τῶν ἄνωθεν τάξεων, φημὶ δὴ τὴν παρθένον καὶ θεοτόκον, ἧς ὁ σωματικὸς τύπος αὐτὸ δὴ τοῦτο σύμβολον καὶ προχάραγμα. Ζήλῳ δὲ πολλάκις θείῳ πυρούμενος, πῦρ μὲν οὐκ ἐφέλκεται ἐπὶ τοὺς πονηροτέρους οὐράνιον, οὐδὲ δι' ἀμφοῖν τῶν ἀσελγαινόντων τὸν σειρομάστην ὠθεῖ, ἀλλὰ παρρησιάζεται κατὰ τῶν ἀσεβούντων, καὶ τὴν πλάνην αὐτοῖς ἐλέγξας καὶ διασείσας μετατίθησι πρὸς εὐσέβειαν. ἀναλύει τε τὴν τῆς ἁμαρτίας πλοκὴν καὶ τὸ τῆς αἰσχύνης αἶσχος ἐν τῇ διαιρέσει προδείκνυσι, καὶ οὓς ὁ τῆς ἐπιθυμίας οἶστρος εἰς μισουμένην μίξιν συνέπλεξε, τούτους ἐντεῦθεν ἀποδιελών, ἑνοῖ τῷ θείῳ σκοπῷ καὶ τῷ τῆς σωφροσύνης θεσμῷ. οὐ ταῦτα μείζω τῶν πάλαι θαυμαζομένων; ἔμοι γοῦν κριτῇ, καὶ εἴ τις ἕτερος τὴν διὰ λόγου παιδαγωγίαν κρείττονα πάσης ἡγεῖται τομῆς τε καὶ καύσεως. Εἶτα τί, ὦ τιμία μοι καὶ αἰδέσιμος κεφαλή; πρὸς σὲ γὰρ ἤδη τὰς τοῦ λόγου μεταβάλλω ἡνίας, ἵνα σοι ἐγγύτερον καὶ γνησιώτερον διαλέξωμαι, εἰ δὲ καὶ ἐν μέρει καθάψωμαι, πρᾴως τὸν λόγον ὑπένεγκαι, κἂν εἴ σοι τὸ ἀπόρρητον ἐκκαλύψω, μὴ ἐρυθριάσῃς, οὐ γὰρ ἵνα σοι δημοσιεύσω τὸ κεκρυμμένον, ἀλλ' ἵνα σοι τὴν γνώμην ἐλέγξω, πρὸς δὲ καὶ ἐπίσχω τοῦ ἐνθυμήματος, ἔκφορον τοῖς πολλοῖς ποιήσομαι τὸ τέως ἀπόρρητον. Εἰ μὲν γὰρ ᾔδειν ἄνωθέν σοι τὸ βεβουλευμένον δεδόσθαι, ἵν' ὥσπερ εἰς τὴν ἀρχιερωσύνην ἐκ τῆς προτέρας ζωῆς μετελήλυθας, οὕτω δὴ πάλιν ἐντεῦθεν εἰς ἑτέραν μεταχωρήσειας κρείττονα, ἐδεξάμην ἂν ὡς θεῖον τὸ βούλευμα, καὶ συνεβούλευσα ἄν σοι μὴ δὲ βεβουλεῦσθαι περὶ τοῦ πράγματος, ἀλλ' αὐτίκα καταπράξασθαι τὸ ἐντεταλμένον ὡς ἄνωθεν ἧκον καὶ <ἐκ> τοῦ θείου βουλευτηρίου. ἐπεὶ δέ, οὔτε θείας περὶ τούτου ἠκηκόεις