ἡλίου ἀνατολὴν καθ' ἣν ἐκεῖνος ἀμέσως ἄνεισιν γῆν, ὡς, εἴ γέ τις ἐθέλοι τῶν ἡμεδαπῶν, ἐκεῖσε βαδίσας ἐπ' ἐξουσίας οὐ γεωμετρικαῖς ἐφόδοις, ἀλλὰ τοῖς ὀφθαλμοῖς τὸ τοῦ ἡλίου αὐτοπτήσειε μέγεθος. εἰ δ' ἄλλως τῶν μετεώρων μὲν μὴ ἐρῴη, τῶν δ' ἐν τοῖς μύθοις θηρίων, μᾶλλον δὲ τεράτων, περὶ ὧν ἐν ἀπορρήτοις φιλοσοφοῦσιν Ἰνδοί τε καὶ Λίβυες, ἐφ' ὑψηλοῦ τοῦ θεάτρου καθήμενος ὥσπερ ἐν πομπαῖς ἴδοι τὰ μὲν πυργοφόρα καὶ μάχιμα, τὰ δὲ θεατρικά τε καὶ αὐτοφαῆ καὶ ταῖς περὶ αὐτῶν ἱστορίαις οὐκ ἀπιστήσειεν. ἄλλοι μὲν οὖν ἴσως αὐτὸ θαυμάζουσι τὸ φαινόμενον, ὅπως τὸ μέγα τῆς γῆς ἀκρωτήριον, ὁ ἐλέφας, ἐφ' οὗ τάχ' ἂν οἱ τοῦ Ἀλωέως παῖδες τὴν Ὄσσαν ἐπικυλίσαντες τῷ οὐρανῷ ἐπλησίασαν, τὸ περιβριθὲς τῆς οἰκουμένης φορτίον, τὸ τοῖς ὀφθαλμοῖς ἀπιστούμενον θέαμα, πάντα πόρρωθεν ταράσσον καὶ ξυγκυκῶν, ἐπὰν ἐγγὺς τοῦ σοῦ βήματος γένηται, πρῶτα μὲν τοῦ θυμοῦ λήγει καὶ πρὸς ἡμερότητα μεταβάλλεται, ἔπειτα διανοίας λογικῆς ὥσπερ πιμπλάμενον τοῦ σοῦ κράτους αἰσθάνεται καὶ ἠρέμα κάμψαν τὸ γόνυ τὸ μέτωπον προσερείδει τῇ γῇ. ἐγὼ δ' ἐντεῦθεν ἄλλο τι συμβολικῶς ἐννοῶ, ὅτι σοι τῆς γῆς οἱ γίγαντες ξύμπαντες-οὕτω γὰρ ἐγὼ τὰς παλαιτάτας ἀρχὰς ὀνομάζω-ἐθελοντὶ τὰς ἑαυτῶν ὑποστρώσουσι κεφαλὰς καὶ βραχεῖ ἀχθήσονται χαλινῷ ὅπῃ δὴ καὶ θελήσειας. Τί δέ; τὸ δ' ἄλλο θηρίον ἀξύμβολον ἡμῖν φανεῖται καὶ ἀσημείωτον; οὐμενοῦν. ἑῴας γὰρ αὐτὸ καὶ ἑσπέρας ξύνδεσμον ἐγὼ τίθεμαι· ἐξ ἀνατολῆς γὰρ ὥσπερ τῆς ὑψηλῆς κεφαλῆς τοῖς ὀπισθίοις συγκαταδύνει ποσίν. οἷς δὴ σὺ τμήμασι τὴν ἀρχὴν ἐκτενεῖς καὶ ἡ ἀρχὴ δεξιά· ἀπὸ γὰρ τῆς ἑῴας ἀρξάμενος ὥσπερ οὐρανὸς ἀπλανὴς εἰς τὸν ἑσπέριον περιελίττῃ ὁρίζοντα. ἀλλ' ἐντεῦθέν σοι ἀρρήτῳ θέοντι φορᾷ τὸ ὑπὲρ τὸν Ἴστρον ἔθνος προσυπαντᾷ. γένος δὲ τοῦτο νομαδικὸν καὶ αὐτόσκευον, αὐτοματίζον τὸν βίον καὶ ἀρχὴν μὴ λογιζόμενον κρείττονα, τὴν ψυχὴν συνδιαλύον τῷ σώματι· διὰ τοῦτο ἀδιαφορεῖ μὲν τοῖς πράγμασι, θανατᾷ δὲ οὐχ ἥκιστα καὶ τῷ πολέμῳ ἐφάλλεται καὶ προσάλλεται, ὡς οὐδὲν ὂν αὐτῷ εἰ τεθναίη εἴτ' ἄλλον ἐντεῦθεν παρὰ τὸν μοιραῖον, ὥς πού τις ἔφησεν, ἀπαγάγοι κλωστῆρα, ἀλλ' ὢ τῆς σῆς βαθείας συνέσεως, ὢ φρενὸς βαθείας καὶ διανοίας μεγαλογνώμονος. αἰσχρὸν ἡγησάμενος τῶν Ῥωμαίων τὰς τάξεις τοιούτοις ἀντιφερίζειν ἀνδράσιν, ἐφ' οἷς ἐν ἴσῳ τὸ νικᾶν ἐστι τῷ ἡττᾶσθαι, ὥσπερ τινὰς Γαβαωνίτας τῷ σῷ συγκαταριθμεῖς Ἰσραήλ, ἐπιτάξας αὐτοῖς ὑδροφορεῖν καὶ ὑλοτομεῖν, ἑλομένοις καὶ τούτοις ἐν οἴκῳ παραρριπτεῖσθαι κυρίου ἢ ἐν σκηνώμασιν ἁμαρτωλῶν κατοικεῖν. καὶ ὢ τοῦ θαύματος. οἱ μηδὲν τοῦ φαινομένου πλέον εἰδότες, τὴν ἡμετέραν ἐν ἀπορρήτοις δόξαν μεμυσταγώγηνται καὶ τελεστικῶν καθαρσίων τυχόντες καὶ ἁγνισμάτων ἐξ ἀγόνων λίθων καὶ ἀκροτόμων ὀρῶν ἀπεγεννήθησαν τέκνα τῷ Ἀβραάμ. Ἀλλ' οὔτε λειμὼν εὐθὺς ἅπασιν εὐανθής ἐστι τοῖς φυτοῖς οὔτε θάλασσα προβόλοις ὁμοῦ καὶ σκοπέλοις λειοκυμονεῖ καὶ ἀκταῖς οὔτε σῶμα εἰς ὑγιεινὴν ἁρμονίαν συμπέπηκται ἐξ ὅλων ὁμοῦ τῶν μερῶν, ἀνάλογα δὲ μέρη σώματι καὶ τῇ κατὰ πάντων ἡγεμονίᾳ μερίδες ἀρχῶν, ὧν αἱ πλείους τῇ ὁλότητι προσχωροῦσαι παρὰ τὰς ἐλάττονας τὴν ξύμπασαν ἀκρωτηριάζουσι τελειότητα, ἕως ἂν ὥσπερ οἱ χείμαρροι ἐκ μιᾶς διαιρεθέντες ἀρχῆς καὶ λεπτὰ ῥεύσαντες αὖθις ὁμοῦ πρὸς τὴν χαράδραν συγκατακλύσωσι. τοῖς μὲν οὖν ἄλλοις αἰνίσσομαι ταῦτα λέγων, σοὶ δὲ τὴν Ἰταλίαν ἀριδήλως διασαφῶ· ἥτις ἀφ' ἑτέρων μὲν ἀπερρύη δακτύλων, παρὰ δὲ τῶν σῶν πρὸς τὴν πρώτην ἀναχεῖται πηγήν, πρώτη γὰρ διά σε ἡ νεωτέρα Ῥώμη καὶ κρείττων, πρὸς ἣν δεῖ ὥσπερ ἐν μεταβολαῖς εὐρίπων ἀνθυπενεχθῆναι τὰ ῥεύματα, ἵν' ὡς πρός τινα μεγάλην καὶ ἄπλετον θάλασσαν οἱ ποταμοὶ πάντες συρρεύσωσιν, μᾶλλον δὲ ὡς πρὸς τὸ τοῦ παντὸς κέντρον συννεύσωσιν ἑκατέρωθεν. κἀγὼ ἐπὶ τὸν πέριξ κύκλον ἴσοις βαδίσω τοῖς διαστήμασιν, ἀλλ' οἷος