κατορθώματα; ὢ τῶν ἐξ οὐρανοῦ κατὰ τῶν βαρβάρων βελῶν, ὢ τῶν ἀφανῶν τοξευμάτων, ὢ τῶν ἀγγελικῶν ἐν ἀέρι δυνάμεων, ὢ τῶν θείων στρατευμάτων κατὰ τῶν ἀθέων ταγμάτων. ποῦ νῦν αἱ μηδὲ ἀριθμούμεναι μυριάδες, τὰ συγκαλύψαντα νέφη μικροῦ δεῖν τὴν ἑσπέραν ξύμπασαν; ποῦ τὰ χυθέντα κατὰ τῶν ἡμετέρων ὁρίων βαρβαρικὰ ῥεύματα καὶ στρατεύματα, εἶτ' ἀθρόον συγχυθέντα καὶ κατὰ γῆς ῥεύσαντα καὶ τοῖς οἰκείοις συγκαλυφθέντα περιφανῶς αἵμασιν; ὢ τῶν σῶν ἀειρύτων δακρύων καὶ τῶν βυθίων καὶ ἀφανῶν στεναγμῶν, ὧν τὰ μὲν ἀντὶ ποταμίων ῥευμάτων ἐκείνοις ἐξήρκεσαν, τὰ δὲ ἀντὶ βελῶν ἐχρημάτισεν. Ἐγὼ δὲ βούλομαί τι καὶ πλέον ἐρεῖν, ἀλλά σου δέδοικα τὸ φιλόθεον, μή με καὶ δίκην εἰσπράξῃς τῶν λόγων ὥσπερ τολμήματος. ἀλλὰ μικρόν τί μοι φιλοσόφησον, καὶ μὴ εὐθὺς ἀπαντήσῃς καί μοι συγχέῃς τῇ εὐγλωττίᾳ τὴν ἐπιχείρησιν. θείας μὲν τὸ ἔργον προδήλως δυνάμεως, καὶ τίς ἀντερεῖ λόγος; ἀλλὰ σοὶ ὡς Μωϋσῇ πρὸς τοῦτο ἐχρήσατο ὁ θεός, καὶ σοὶ καταπολεμεῖ τὸν νέον τοῦτον Ἀμαληκίτην λαόν, οὐ χειρῶν ἐκτάσει μόνον, ἀλλὰ καὶ στρατηγικοῖς ἐνθυμήμασι καὶ γενναίοις στρατεύμασιν ἀμφοτέρωθεν βάλλουσι, καὶ κατὰ νώτων καὶ κατὰ στέρνων. ὃ γὰρ σοὶ γέγονεν ὁ θεός, τοῦτο σὺ καθίστασο τοῖς στρατεύμασι· κἀκεῖνα μὲν πρὸς σὲ τὴν ἀναφορὰν εἶχε, σὺ δὲ καθαρῶς πρὸς θεόν· ὃς ἀμφοτέρωθεν τὸ βάρβαρον καταπεπολέμηκε, παρὰ μὲν ἑαυτοῦ ἄνωθεν, ἐνταῦθα δὲ παρὰ τῶν σῶν χειρῶν καὶ στρατευμάτων. Τοῦτο μὲν δὴ τὸ ἐμὸν τόλμημα, οὐκ ἀρκούντως ἐξεργασθέν, ἀλλὰ μετρίως εἰσενεχθέν, ἵνα σου τῷ συντόμῳ λάθω τὴν ἀκοήν. καὶ εἰ μὲν εὐπαράδεκτόν σοι, βίβλοι φερέτωσαν, εἰ δ' οὖν, αὖραι διασκιδνάτωσαν· ἀμφοτέρωθεν γὰρ στεφανίτης αὐτὸς ἀναγορευθήσῃ, ἢ τῇ ἀληθείᾳ τοῦ ἐγχειρήματος ἢ τῷ φιλοθέῳ τοῦ σκέμματος. ὅπως δ' ἂν ἕξοι τοῦτο, νενίκηκας, ὦ βασιλεῦ, νίκην καὶ τηλικοῦτον ἔστησας ἐπὶ γῆς τρόπαιον, ὃ τοῖς μὲν τοῦ Μακεδόνος Ἀλεξάνδρου θρυλλουμένοις κατορθώμασιν ἀπαραμίλλως πᾶσιν ἀντίρροπον, ἢ τούτων μὲν ἀσυγκρίτως κρεῖττον, τοῖς δὲ Μωσαϊκοῖς παραβαλλόμενον καὶ οὐκ ὀλίγῳ μέρει νικῶν, ἀλλ' ὁ μὲν δημαγωγὸς ἐκεῖνος ἀνὴρ καὶ θεὸς προσαγορευθεὶς Φαραὼ πολλὰ τῶν ἐθνῶν ἀφῆκεν ἀδούλωτα τῷ μετ' αὐτὸν στρατηγήσαντι, σὺ δὲ τοῖς παισὶν οὐδ' ὁντιναοῦν βάρβαρον ἀφῆκας ἀήττητον. Ἀλλ', ὦ γενναῖα τοῦ γενναιοτάτου πατρὸς σπέρματα καὶ γεννήματα-προσθήσω δὲ καὶ τῆς ὑπερφυοῦς μητρὸς καὶ ᾗ μηδὲν τῶν ἁπάντων ἀνθάμιλλον-μὴ πάθητε ταὐτὸν ὅπερ ὁ τοῦ Φιλίππου Ἀλέξανδρος. μὴ ἐπισκυθρωπάσοιτε τοῖς τοῦ πατρὸς κατορθώμασιν, ὡς πρὸς μηδένα τῶν πάντων βαρβάρων αὐτοὶ πολεμήσοντες καὶ νικήσοντες τῶν ὅλων ἡττημένων καὶ ἀπωσμένων. ἀλλ' ἱλαρᾷ τῇ ψυχῇ ἐπὶ τῶν ἀναιρεθεισῶν ἀσπίδων ἐμβαίητε καὶ τοὺς ἀπεσφαγμένους καταπολεμοῦντες λέοντάς τε καὶ δράκοντας καὶ τὰ τῆς οἰκουμένης τμήματα ἀλλήλοις καταλλάττοιτε, σπονδαῖς εἰρηνικαῖς συνάπτοντες τὸ ὁμόφυλον. καὶ εἴ τι μὲν βάρβαρον, πόρρωθεν ἀποκρούοιτε, τὴν δὲ πολιτείαν Ῥωμαίων νικᾶν ἕλοισθε φιλοτίμοις δωρήμασι καὶ φιλανθρωπεύμασι κατὰ τὰ πατρικὰ παραδείγματα. 15 Λόγος χαρακτηρίζων τὴν τοῦ πρωτοσυγκέλλου ἀρετήν Χαρακτηρίζειν τὸν ἄνδρα-ἔστω γὰρ τέως ἀνώνυμος- ἀλλ' οὐκ ἐγκωμιάζειν εἱλόμην. εἰ δέ τινας ὁ τοῦ χαρακτῆρος λόγος εὐφημιῶν προσλήψεται ἀφορμάς, θαυμάζειν οὐ χρή· δι' ἀλλήλων γὰρ οἱ λόγοι διήκουσι καὶ φιλοῦσιν ἀλλήλοις συμπλέκεσθαι. ἄλλως θ' ὁ χαρακτὴρ ἐκ γειτόνων τῷ ἐγκωμίῳ ἐστὶ καὶ διὰ ταῦτα ὁ περὶ θατέρου λέγων ἐξ ἀνάγκης καὶ τῷ λοιπῷ συμπλέκεται μέρει. Ὁ τοίνυν ἡμῖν χαρακτηριζόμενος ἐς τὸν ἡρωϊκὸν ἀναφέρει βίον τὴν γνώμην, τὸ δέ γε καθ' ἡμᾶς γένος ἑτεροῖόν ἐστι, ποικιλώτερον μᾶλλον ἢ βλοσυρώτερον· διὰ ταῦτα ὥσπερ Φωκίων καὶ Κάτων καὶ πρὸ τούτων ὁ Περικλῆς διὰ φρονήσεως μέγεθος ἀκοινώνητος δοκεῖ τοῖς πολλοῖς. ἔστι δὲ τοῦτο τοῦ ἀκριβοῦς