ἄγγελοι τοῦ θεοῦ ἀναλέξωνται τὰ προσπεφυκότα τῇ ψυχῇ φαῦλα δόγματα καὶ παραδῶσιν αὐτὰ εἰς ἀνάλωσιν, τῷ λεγομένῳ καίειν πυρὶ ἀνατρέποντες αὐτά. Καὶ οὕτω συλλέξουσιν οἱ τοῦ λόγου ἄγγελοι καὶ ὑπηρέται ἐκ πάσης τῆς τοῦ Χριστοῦ βασιλείας πάντα τὰ ἐνυπάρχοντα ταῖς ψυχαῖς σκάνδαλα καὶ τοὺς τὴν ἀνομίαν ποιοῦντας λογισμούς, οὕστινας ἀναλίσκοντες βαλοῦσιν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· ἔνθα καὶ οἱ συναισθηθέντες ἑαυτῶν διὰ τὸ κοιμᾶσθαι τὰ σπέρματα τοῦ πονηροῦ ἐν ἑαυτοῖς εἰληφέναι κλαύσονται καὶ ὡσπερεὶ ἑαυτοῖς θυμωθήσονται. Τοῦτο γὰρ ὁ βρυγμὸς τῶν ὀδόντων, διὸ καὶ ἐν τοῖς Ψαλμοῖς τὸ «ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν» λέλεκται. Τότε μάλιστα οἱ δίκαιοι λάμψουσιν οὐκέτι διαφόρως, ὡς κατὰ τὰς ἀρχάς, ἀλλὰ πάντες ὡς εἷς ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. Ὡς μυστήριον γοῦν δηλῶν ὁ σωτήρ, τάχα μὲν καὶ διὰ πάντων τῶν ἐν τῇ φράσει τῆς παραβολῆς, τάχα δὲ μάλιστα διὰ τοῦ τότε οἱ δίκαιοι λάμψου σιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν, ἐπιφέρει· «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω», διδάσκων τοὺς οἰομένους ἐν τῇ φράσει τῆς παραβολῆς σαφέστατα αὐτὴν ἐκτεθεῖσθαι, ὡς καὶ ἐν τοῖς τυχοῦσι δύνασθαι νοηθῆναι αὐτήν, ὅτι καὶ αὐτὰ τὰ τῆς διηγήσεως τῆς παραβολῆς δεῖται σαφηνείας. 10.3 Ἀλλ' ἐπεὶ ἀνωτέρω ἐφάσκομεν εἰς τὸ τότε οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος, ὅτι οὐχ ὡς τὸ πρότερον διαφόρως λάμψουσιν οἱ δίκαιοι, ἀλλ' ἔσονται οἱ πάντες ὡς εἷς ἥλιος, ἀναγκαίως ἐκθησόμεθα τὸ φανὲν ἡμῖν εἰς τὸν τόπον. Ἔοικεν ὁ ∆ανιήλ, «φῶς τοῦ κόσμου» ἐπιστάμενος τοὺς συνιέντας καὶ τοὺς πολλοὺς τῶν δικαίων διαφέροντας τῇ δόξῃ, εἰρηκέναι τὸ «καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος, καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι». Καὶ ὁ ἀπόστολος δέ, ἐν τῷ «ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ, οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν», τὰ αὐτὰ λέγει τῷ ∆ανιήλ, τὸν νοῦν ἀπὸ τῆς προφητείας αὐτοῦ τοῦτον λαβών. Ζητήσει οὖν τις πῶς οἱ μὲν περὶ διαφορᾶς τοῦ ἐν τοῖς δικαίοις λέγουσι φωτός, ὁ δὲ σωτὴρ τοὐναντίον· ὡς εἷς ἥλιος λάμψουσιν. Ὑπολαμβάνω οὖν ὅτι παρὰ μὲν τὴν ἀρχὴν τῶν ἐν τοῖς σῳζομένοις μακαρισμῶν, ὅτι οὐδέπω ἐκαθάρθησαν οἱ μὴ τοιοῦτοι, τὰ τῆς διαφορᾶς γίνεται τοῦ τῶν σῳζομένων φωτός· ἐπὰν δέ, ὡς ἀποδεδώκαμεν, συλλεγῇ ἀπὸ τῆς βασιλείας ὅλης Χριστοῦ πάντα τὰ σκάνδαλα καὶ οἱ ποιοῦντες τὴν ἀνομίαν λογισμοὶ βληθῶσιν εἰς τὴν κάμινον τοῦ πυρὸς καὶ καταναλωθῇ τὰ χείρονα καὶ τούτων γινομένων εἰς συναίσθησιν ἔλθωσιν οἱ παραδεξάμενοι τοὺς υἱοὺς τοῦ πονηροῦ λόγους, τότε ἓν γενόμενοι ἡλιακὸν φῶς οἱ δίκαιοι λάμψουσιν ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. Τίνι δὲ λάμψουσιν ἢ τοῖς ὑποδεεστέροις ἀπολαύσουσι τοῦ φωτὸς αὐτῶν, ἀνάλογον τῷ νῦν λάμπειν τὸν ἥλιον τοῖς ἐπὶ γῆς; Οὐ γὰρ δήπου ἑαυτοῖς λάμψουσι. Μήποτε δὲ καὶ τὸ «λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων» ἀπογράψασθαι δυνατόν ἐστιν «ἐπὶ τὸ πλάτος τῆς καρδίας» κατὰ τὸ εἰρημένον τῷ Σολομῶντι τριχῶς, ὥστε καὶ νῦν λάμπειν τὸ φῶς τῶν Ἰησοῦ μαθητῶν ἔμπροσθεν τῶν λοιπῶν ἀνθρώπων καὶ μετὰ τὴν ἔξοδον πρὸ τῆς ἀναστάσεως καὶ μετὰ τὴν ἀνάστασιν, ἕως ἂν καταντήσωσιν οἱ πάντες «εἰς ἄνδρα τέλειον» καὶ γένωνται πάντες εἷς ἥλιος· τότε λάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. 10.4 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν (13, 44). Τὰς μὲν προτέρας παραβολὰς τοῖς ὄχλοις εἶπε· ταύτην δὲ καὶ τὰς ἑξῆς αὐτῆς δύο, οὐ παραβολὰς ἀλλ' ὁμοιώσεις πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν τυγχανούσας, ἔοικεν ἐν τῇ οἰκίᾳ γενόμενος πρὸς τοὺς μαθητὰς εἰρηκέναι· περὶ ἧς ὁ προσέχων τῇ ἀναγνώσει ἐξεταζέτω καὶ τῶν ἑξῆς δύο μήποτε οὐδὲ παραβολαί εἰσιν· ἐπ' ἐκείνων μὲν γὰρ οὐκ ὤκνησεν ἡ γραφὴ καθ' ἑκάστην προτάσσειν τὸ ὄνομα τῆς παραβολῆς, ἐπὶ δὲ τούτων τὸ αὐτὸ οὐ πεποίηκεν. Καὶ εἰκότως γε τοῦτο πεποίηκεν. Εἰ γὰρ τοῖς ὄχλοις ἐλάλησεν «ἐν παραβολαῖς» καὶ «ταῦτα πάντα ἐλάλησεν ἐν παραβολαῖς καὶ χωρὶς παρα βολῆς