Commentarium in evangelium Matthaei

 ἄγγελοι τοῦ θεοῦ ἀναλέξωνται τὰ προσπεφυκότα τῇ ψυχῇ φαῦλα δόγματα καὶ παραδῶσιν αὐτὰ εἰς ἀνάλωσιν, τῷ λεγομένῳ καίειν πυρὶ ἀνατρέποντες αὐτά. Καὶ οὕτ

 οὐκ ἐλάλει αὐτοῖς», οὐ τοῖς ὄχλοις δὲ ἐλθὼν «εἰς τὴν οἰκίαν» διαλέγεται ἀλλὰ τοῖς προσελθοῦσιν αὐτῷ μαθηταῖς ἐν αὐτῇ, δῆλον ὅτι οὔκ εἰσι παραβολαὶ τὰ

 λόγον πεπράκασι τὰ ὑπάρχοντα αὐτῶν, ἵνα, διὰ τοῦ πεπρακέναι καὶ ἀπο<δε>δόσθαι ἐκεῖνα καὶ ἀντ' ἐκείνων καλὴν προαίρεσιν βοηθουμένους αὐτοὺς εἰληφέναι ἀ

 πορθμῷ οὐκ ἐν ταῖς πίναις ὅ ἐστιν ὀστράκων εἶδος μαργαρι τοφόρον, ἀλλ' ἐν τοῖς προσαγορευομένοις μυσί. Τούτοις δέ, λέγω δὴ τοῖς κατὰ Βόσπορον, ἡ νομὴ

 Χριστοῦ» χωρῆσαί τις δυνηθῇ, προεγγυμνασάμενος ταῖς, ἵν' οὕτως ὀνομάσω, ὑπερεχο μέναις γνώσεσιν ὑπὸ τῆς Χριστοῦ γνώσεως. Ἀλλ' οἱ πολλοί, μὴ νοήσαντες

 φαύλων ὡς ἐν ἰχθύσι γενῶν ἐπὶ τὰ ἀστεῖα, ἢ ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ χείρονα, τοὺς δὲ ἐν ἀνθρώποις δικαίους ἢ πονηροὺς ἀεὶ ἔστι θεωρεῖν ἢ ἐπὶ τὴν ἀρετὴ

 τὴν ἀπὸ παντὸς γένους ἐθνῶν κλῆσιν. Οἱ δὲ διακονησάμενοι τῇ βληθείσῃ εἰς τὴν θάλασσαν σαγήνῃ ὁ κύριός ἐστι τῆς σαγήνης Ἰησοῦς Χριστὸς καὶ οἱ προσελθόν

 ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ' ὑμᾶς». 10.14 Συνήκατε ταῦτα πάντα; Λέγουσι ναί (13, 51[52]). Ὁ γινώσκων τὰ ἐν ταῖς καρδίαις τῶν

 τῶν οὐρανῶν «ἐντὸς ὑμῶν ἐστι», καὶ μάλιστα διὰ τὴν ἀπὸ τοῦ γράμματος ἐπὶ τὸ πνεῦμα μετάνοιαν, ὅτι «ἡνίκα ἂν ἐπιστρέψῃ» τις «πρὸς κύριον, περιαιρεῖται

 ποιήσῃ ἑαυτῷ ὅμοιον, ἕως ὁ μαθητὴς «γένηται ὡς ὁ διδάσκαλος», μιμούμενος πρῶτον τὸν μιμητὴν τοῦ Χριστοῦ, μετὰ δὲ τοῦτον καὶ αὐτὸν <τὸν> Χριστὸν κατὰ τ

 μείζους ἐποίει τῶν ἐν Ἠλίᾳ καὶ ἐν Ἐλισσαίῳ καὶ ἔτι πρότερον ἐν Μωσῇ καὶ Ἰησοῦ τοῦ Ναυῆ. Ἔλεγον δὲ οἱ θαυμάζοντες, οὐκ εἰδότες αὐτὸν παρθένου υἱόν, οὐδ

 γὰρ πατρίδα νομίζειν αὐτῶν τὴν Ἰουδαίαν καὶ συγγενεῖς τὸν Ἰσραὴλ ἐκεῖνον, οἰκίαν δὲ τάχα τὸ σῶμα· ἠτιμώθησαν γὰρ πάντες ἐν τῇ Ἰουδαίᾳ ὑπὸ τοῦ «κατὰ σά

 προσέχων, εἰ διὰ τὸ πάνυ εὐτόνως βιοῦν καὶ ἐλέγχειν τοὺς ἁμαρτάνοντας μισοῖτο καὶ ἐπι βουλεύοιτο, ὡς διωκόμενος καὶ ὀνειδιζόμενος «ἕνεκεν δικαιοσύνης»

 βαπτιστής (14, 1. 2[-11]). Παρὰ δὲ τῷ Μάρκῳ οὕτως καὶ παρὰ τῷ Λουκᾷ οὕτως. ∆ιαφόρους δόξας εἶχον περὶ τῶν πραγμάτων Ἰουδαῖοι, τινὰς μὲν ψευδεῖς, ὁποία

 παρεσιώπησεν ἱστορίας. 10.21 Ἔχει δὲ οὕτως ἡ τοῦ Ματθαίου λέξις· Ὁ γὰρ Ἡρώδης κρατήσας τὸν Ἰωάννην, ἔδησεν αὐτὸν ἐν τῇ φυλακῇ. Εἰς ταῦτ' οὖν δοκεῖ μοι

 νεκροῖς ἐλεύθερος». «Εἰ γὰρ καὶ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ.» Ἔτι δὲ ὅρα τὸν λαὸν παρ' ᾧ καθαρὰ μὲν καὶ ἀκάθαρτα ἐξετάζεται βρώμα

 εἰς τὴν ἔρημον, ἦν ἐν αὐτῇ, τῷ ἰδιάζοντα εἶναι τὸν λόγον καὶ τὴν διδασκαλίαν αὐτοῦ παρὰ τὰ εἰθισμένα ἐν τοῖς ἔθνεσι γίνεσθαι καὶ νενομισμένα. Καὶ οἱ ἐ

 τῆς εὐλογίας ἄρτους διδόναι τοῖς μαθηταῖς, ἵνα παραθῶσι τοῖς ὄχλοις, «ἐθεράπευσε τοὺς ἀρρώστους», ἵν' ὑγιάναντες τῶν τῆς εὐλογίας μεταλάβωσιν ἄρτων· ο

 πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας οἱ μαθηταὶ λέγουσιν ἔχειν παρὰ τῷ Ματθαίῳ καὶ τῷ Μάρκῳ καὶ τῷ Λουκᾷ, οὔθ' ὅτι πύρινοι οὔθ' ὅτι κρίθινοι ἦσαν ὑποσημει

 «πᾶσα σὰρξ χόρτος», τουτέστιν ὑποκάτω ποιῆσαι τὴν σάρκα καὶ ὑποτάξαι «τὸ φρόνημα τῆς σαρκός», ἵν' οὕτω τις δυνηθῇ ὧν εὐλογεῖ ἄρτων <ὁ> Ἰησοῦς μεταλαβε

 προσερχομένων τῷ ὀνόματι τοῦ Ἰησοῦ οἱ μὲν γινώσκοντες «τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν» μαθηταὶ χρηματίζοιεν ἄν· οἷς δὲ τὸ τοιοῦτον «οὐ δέδοται»

 ἐμβῆναι τοὺς μαθητὰς ὁ Ἰησοῦς, ἢ τάχα ὁ τῶν πειρασμῶν καὶ περιστάσεων ἀγών, εἰς ὃν ἀναγκαζόμενός τις ὑπὸ τοῦ λόγου καὶ οἱονεὶ οὐχ ἑκὼν ἔρχεται, βουλομ

 ἡμᾶς προάγειν εἰς τὸ πέραν. Οὐ γὰρ δυνατὸν μὴ πειρασμοὺς ὑπομείναντας κυμάτων καὶ ἀνέμου ἐναντίου εἰς τὸ πέραν φθάσαι. Εἶτ' ἐπειδὰν ἴδωμεν πολλὰ τὰ πε

 ἀποστειλάντων, ἅτε μὴ δυνάμενοι διὰ τὸ σφόδρα κακῶς ἔχειν προσελθεῖν ἀφ' ἑαυτῶν, καὶ οὐδὲ μόνοι ἥψαντο τοῦ κρασπέδου, ὡς ἡ αἱμορροοῦσα, ἀλλὰ παρακαλεσ

 Ἰησοὺς οὐκ ἐγκαλεῖ περὶ παραδόσεως αὐτοῖς πρεσβυτέρων Ἰουδαίων, ἀλλὰ περὶ τῶν ἐντολῶν θεοῦ ἀναγκαιοτάτων δύο, ὧν ἡ μὲν ἑτέρα πέμπτη ἦν τῆς δεκαλόγου ο

 τῷ ὀνόματι τοῦ κοινοῦ βούλεται διδόναι τοῖς πένησιν ἤπερ τοῖς οἰκείοις τῶν διδόντων, εἰ τύχοιεν τῶν ἀναγκαίων χρῄζοντες καὶ μὴ δύναιντο οἱ διδόντες ἀμ

 τὰ κρυπτά. Καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα πάντα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες· ἀνάγ

 ἐφ' οἷς ὡς παρανομοῦσιν ἐγκαλοῦσιν ἡμῖν οἱ σωματικοὶ Ἰουδαῖοι καὶ οἱ ὀλίγῳ διαφέροντες αὐτῶν Ἐβιωναῖοι, μὴ νομίζειν τὸν σκοπὸν εἶναι τῇ γραφῇ τὸν πρόχ

 πόσει» καὶ τὰ ἑξῆς, διδάσκων ἡμᾶς ὅτι τὰ μὲν κατὰ τὸ γράμμα σκιά ἐστι, τὰ δ' ἀληθῆ τοῦ νόμου ἐναποκείμενα τούτοις νοήματα μέλλοντά ἐστιν ἀγαθά, ἐν οἷς

 ὁδηγοὶ τυφλῶν. Τίνες δή; οἱ Φαρισαῖοι, ὧν «ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα», ὄντων «ἀπίστων» παρὰ τὸ μὴ πεπιστευκέναι εἰς Ἰησοῦν Χριστόν,

 εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται, καὶ τὸ ἁγιαζόμενον βρῶμα «διὰ λόγου θεοῦ καὶ ἐντεύξεως» κατ' αὐτὸ μὲν τ

 ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος, καὶ ἰδοὺ γυνὴ Χαναναία (15, 21. 22 [-28]). Πόθεν ἐκεῖθεν ἢ ἀπὸ γῆς Γενησαρέτ, περὶ

 πρὸς τὸ ἰδεῖν τὴν διαφορὰν τῶν προσιόντων, τίνες μὲν οἱονεὶ τῷ γενομένῳ «ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα» προσίασι, τίνες δὲ τῷ ὁρισθέντι υἱῷ θεοῦ «ἐν δ

 ἀποκριθεὶς εἶπεν· οὐκ ἔξεστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυνα ρίοις. Ζητήσαι δ' ἄν τις τὸ βούλημα καὶ ταύτης τῆς λέξεως, ἐπεὶ μέτρου μ

 τυφλοὺς τὴν ψυχὴν καὶ μὴ βλέποντας «τὸ ἀληθινὸν φῶς», καὶ ἄλλους χωλοὺς καὶ μὴ δυναμένους κατὰ λόγον πορεύεσθαι, καὶ ἄλλους κυλλοὺς καὶ μὴ δυναμένους

 ἄρτων «ἐξελθὼν (ὁ Ἰησοῦς) εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτὸν καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. Καὶ ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μ

 αὐτῇ· «Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις», ἰάσατο μὲν τὴν θυγατέρα αὐτῆς «ἀπὸ τῆς ὥρας ἐκείνης», οὐ μέντοι γέγραπται ὅτι ἀπέλυσεν α

«πᾶσα σὰρξ χόρτος», τουτέστιν ὑποκάτω ποιῆσαι τὴν σάρκα καὶ ὑποτάξαι «τὸ φρόνημα τῆς σαρκός», ἵν' οὕτω τις δυνηθῇ ὧν εὐλογεῖ ἄρτων <ὁ> Ἰησοῦς μεταλαβεῖν. Εἶτα ἐπεὶ τάγματα διάφορά ἐστι τῶν δεομένων τῆς ἀπὸ Ἰησοῦ τροφῆς, μὴ πάντων τοῖς ἴσοις λόγοις τρεφομένων, διὰ τοῦτο οἶμαι τὸν μὲν Μᾶρκον πεποιηκέναι· «Καὶ ἐπέταξεν αὐτοῖς πᾶσιν ἀνακλιθῆναι συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. Καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν καὶ πεντήκοντα», τὸν δὲ Λουκᾶν· «Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα.» Ἔδει γὰρ τοὺς ἀναπαυσομένους ἐπὶ ταῖς Ἰησοῦ τροφαῖς ἤτοι ἐν τάγματι εἶναι τῶν ἑκατόν, <ὄντος> ἱεροῦ ἀριθμοῦ καὶ τῷ θεῷ διὰ τὴν μονάδα ἀνακει μένου, ἢ ἐν τάγματι τῶν πεντήκοντα, ἀριθμῷ περιέχοντι τὴν ἄφεσιν κατὰ τὸ μυστήριον τοῦ Ἰωβηλαίου γινομένου διὰ πεντηκονταετίας, καὶ τῆς κατὰ τὴν Πεντηκοστὴν ἑορτῆς. Οἶμαι δὲ ὅτι οἱ δώδεκα κόφινοι ἦσαν παρὰ τοῖς μαθηταῖς πρὸς οὓς εἴρηται· «Καθήσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.» Καὶ ὥσπερ λέγοιτο ἂν μυστήριον εἶναι θρόνος κρίνοντος φυλὴν Ῥουβεὶμ καὶ θρόνος κρίνοντος φυλὴν Συμεὼν καὶ ἄλλος φυλὴν Ἰούδα καὶ οὕτω καθεξῆς, οὕτως εἴη ἂν καὶ κόφινος τροφῆς Ῥουβεὶμ καὶ ἄλλος Συμεὼν καὶ ἄλλος Λευΐ. Οὐ κατὰ τὸν παρόντα δέ ἐστι λόγον νῦν τοσοῦτον ἐκβῆναι τοῦ προκειμένου, ὡς συναγαγεῖν τὰ περὶ τῶν δώδεκα φυλῶν καὶ ἰδίᾳ τὰ περὶ ἑκάστης αὐτῶν καὶ εἰπεῖν τίς ἑκάστη τοῦ Ἰσραὴλ φυλή. 11.4 Καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσει τοὺς ὄχλους (14, 22[-36]). Παρατηρητέον ποσάκις εἴρηται κατὰ τοὺς αὐτοὺς τόπους τὸ ὄνομα οἱ ὄχλοι καὶ ἄλλο ὄνομα οἱ μαθηταί, ἵν' ἐκ τῆς παρατηρήσεως καὶ τῆς περὶ τούτου συναγωγῆς θεωρηθῇ ὅτι τὸ προκείμενον τοῖς εὐαγγελισταῖς ἦν διὰ τῆς εὐαγγελι κῆς ἱστορίας παραστῆσαι διαφορὰς τῶν προσερχομένων τῷ Ἰησοῦ· ὧν οἱ μέν εἰσιν ὄχλοι καὶ οὐ χρηματίζουσι μαθηταί, ἕτεροι δὲ οἱ μαθηταὶ κρείττους τυγχάνοντες τῶν ὄχλων. Ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος ὀλίγα ῥητὰ ἡμᾶς παραθέσθαι, ἵνα ἀπὸ τούτων κινηθείς τις τὸ ὅμοιον ποιήσῃ ἐπὶ ὅλων τῶν εὐαγγελίων. Γέγραπται τοίνυν, ὡς κάτω τῶν ὄχλων τυγχανόντων, τῶν δὲ μαθητῶν ἀναβάντι εἰς τὸ ὄρος τῷ Ἰησοῦ δυναμένων προσελθεῖν ἔνθα οὐχ οἷοί τε ἦσαν οἱ ὄχλοι γενέσθαι, τοιαῦτα· «Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι» καὶ τὰ ἑξῆς. Καὶ πάλιν ἐν ἄλλῳ τόπῳ, ὡς τῶν ὄχλων δεομένων θεραπείας, λέλεκται· «Ἠκολού θησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτούς.» Οὐχ εὕρομεν δὲ περὶ τῶν μαθητῶν ἀναγεγραμμένην θεραπείαν· ἐπεὶ εἴ τίς ἐστιν ἤδη μαθητὴς τοῦ Ἰησοῦ, ὑγιαίνει ἐκεῖνος καὶ καλῶς ἔχων δεῖται τοῦ Ἰησοῦ οὐχ ᾗ ἰατροῦ, ἀλλὰ κατὰ τὰς ἄλλας αὐτοῦ δυνάμεις. Πάλιν ἐν ἄλλῳ τόπῳ· «Λαλοῦν τος αὐτοῦ τοῖς ὄχλοις, ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ εἱστήκεσαν ἔξω ζητοῦντες λαλῆσαι αὐτῷ»· ὅπερ αὐτῷ ἐδηλώθη, πρὸς ὃν ἀπεκρίνατο «ἐκτείνας τὴν χεῖρα», οὐκ ἐπὶ τοὺς ὄχλους ἀλλ' «ἐπὶ τοὺς μαθητάς, καὶ εἶπεν· ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου», καὶ μαρτυρῶν τοῖς μαθηταῖς ὡς ποιοῦσι τὸ θέλημα τοῦ ἐν οὐρανοῖς πατρὸς καὶ διὰ τοῦτο ἀξιωθεῖσι τῶν συγγενῶν καὶ οἰκειοτάτων ὀνομάτων πρὸς τὸν Ἰησοῦν, ἐπιφέρει τῷ «ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου»· «Ὅστις ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός <μου> τοῦ ἐν τοῖς οὐρανοῖς, αὐτός μου καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστί.» Καὶ πάλιν ἐν ἄλλῳ τόπῳ γέγραπ ται ὅτι «πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει, καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς»· εἶτα μετὰ τὴν τοῦ σπόρου παραβολὴν «προσελθόντες», οὐκέτι οἱ ὄχλοι ἀλλ' «οἱ μαθηταί, εἶπον αὐτῷ», οὐχὶ «διὰ τί ἐν παρα βολαῖς» ἡμῖν «λαλεῖς;» ἀλλὰ «διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;» Ὅτε καὶ «ἀποκριθεὶς εἶπεν», οὐ τοῖς ὄχλοις ἀλλὰ τοῖς μαθηταῖς τὸ «ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν», «τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς». Οὐκοῦν τῶν