Commentarium in evangelium Matthaei

 ἄγγελοι τοῦ θεοῦ ἀναλέξωνται τὰ προσπεφυκότα τῇ ψυχῇ φαῦλα δόγματα καὶ παραδῶσιν αὐτὰ εἰς ἀνάλωσιν, τῷ λεγομένῳ καίειν πυρὶ ἀνατρέποντες αὐτά. Καὶ οὕτ

 οὐκ ἐλάλει αὐτοῖς», οὐ τοῖς ὄχλοις δὲ ἐλθὼν «εἰς τὴν οἰκίαν» διαλέγεται ἀλλὰ τοῖς προσελθοῦσιν αὐτῷ μαθηταῖς ἐν αὐτῇ, δῆλον ὅτι οὔκ εἰσι παραβολαὶ τὰ

 λόγον πεπράκασι τὰ ὑπάρχοντα αὐτῶν, ἵνα, διὰ τοῦ πεπρακέναι καὶ ἀπο<δε>δόσθαι ἐκεῖνα καὶ ἀντ' ἐκείνων καλὴν προαίρεσιν βοηθουμένους αὐτοὺς εἰληφέναι ἀ

 πορθμῷ οὐκ ἐν ταῖς πίναις ὅ ἐστιν ὀστράκων εἶδος μαργαρι τοφόρον, ἀλλ' ἐν τοῖς προσαγορευομένοις μυσί. Τούτοις δέ, λέγω δὴ τοῖς κατὰ Βόσπορον, ἡ νομὴ

 Χριστοῦ» χωρῆσαί τις δυνηθῇ, προεγγυμνασάμενος ταῖς, ἵν' οὕτως ὀνομάσω, ὑπερεχο μέναις γνώσεσιν ὑπὸ τῆς Χριστοῦ γνώσεως. Ἀλλ' οἱ πολλοί, μὴ νοήσαντες

 φαύλων ὡς ἐν ἰχθύσι γενῶν ἐπὶ τὰ ἀστεῖα, ἢ ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ χείρονα, τοὺς δὲ ἐν ἀνθρώποις δικαίους ἢ πονηροὺς ἀεὶ ἔστι θεωρεῖν ἢ ἐπὶ τὴν ἀρετὴ

 τὴν ἀπὸ παντὸς γένους ἐθνῶν κλῆσιν. Οἱ δὲ διακονησάμενοι τῇ βληθείσῃ εἰς τὴν θάλασσαν σαγήνῃ ὁ κύριός ἐστι τῆς σαγήνης Ἰησοῦς Χριστὸς καὶ οἱ προσελθόν

 ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ' ὑμᾶς». 10.14 Συνήκατε ταῦτα πάντα; Λέγουσι ναί (13, 51[52]). Ὁ γινώσκων τὰ ἐν ταῖς καρδίαις τῶν

 τῶν οὐρανῶν «ἐντὸς ὑμῶν ἐστι», καὶ μάλιστα διὰ τὴν ἀπὸ τοῦ γράμματος ἐπὶ τὸ πνεῦμα μετάνοιαν, ὅτι «ἡνίκα ἂν ἐπιστρέψῃ» τις «πρὸς κύριον, περιαιρεῖται

 ποιήσῃ ἑαυτῷ ὅμοιον, ἕως ὁ μαθητὴς «γένηται ὡς ὁ διδάσκαλος», μιμούμενος πρῶτον τὸν μιμητὴν τοῦ Χριστοῦ, μετὰ δὲ τοῦτον καὶ αὐτὸν <τὸν> Χριστὸν κατὰ τ

 μείζους ἐποίει τῶν ἐν Ἠλίᾳ καὶ ἐν Ἐλισσαίῳ καὶ ἔτι πρότερον ἐν Μωσῇ καὶ Ἰησοῦ τοῦ Ναυῆ. Ἔλεγον δὲ οἱ θαυμάζοντες, οὐκ εἰδότες αὐτὸν παρθένου υἱόν, οὐδ

 γὰρ πατρίδα νομίζειν αὐτῶν τὴν Ἰουδαίαν καὶ συγγενεῖς τὸν Ἰσραὴλ ἐκεῖνον, οἰκίαν δὲ τάχα τὸ σῶμα· ἠτιμώθησαν γὰρ πάντες ἐν τῇ Ἰουδαίᾳ ὑπὸ τοῦ «κατὰ σά

 προσέχων, εἰ διὰ τὸ πάνυ εὐτόνως βιοῦν καὶ ἐλέγχειν τοὺς ἁμαρτάνοντας μισοῖτο καὶ ἐπι βουλεύοιτο, ὡς διωκόμενος καὶ ὀνειδιζόμενος «ἕνεκεν δικαιοσύνης»

 βαπτιστής (14, 1. 2[-11]). Παρὰ δὲ τῷ Μάρκῳ οὕτως καὶ παρὰ τῷ Λουκᾷ οὕτως. ∆ιαφόρους δόξας εἶχον περὶ τῶν πραγμάτων Ἰουδαῖοι, τινὰς μὲν ψευδεῖς, ὁποία

 παρεσιώπησεν ἱστορίας. 10.21 Ἔχει δὲ οὕτως ἡ τοῦ Ματθαίου λέξις· Ὁ γὰρ Ἡρώδης κρατήσας τὸν Ἰωάννην, ἔδησεν αὐτὸν ἐν τῇ φυλακῇ. Εἰς ταῦτ' οὖν δοκεῖ μοι

 νεκροῖς ἐλεύθερος». «Εἰ γὰρ καὶ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ.» Ἔτι δὲ ὅρα τὸν λαὸν παρ' ᾧ καθαρὰ μὲν καὶ ἀκάθαρτα ἐξετάζεται βρώμα

 εἰς τὴν ἔρημον, ἦν ἐν αὐτῇ, τῷ ἰδιάζοντα εἶναι τὸν λόγον καὶ τὴν διδασκαλίαν αὐτοῦ παρὰ τὰ εἰθισμένα ἐν τοῖς ἔθνεσι γίνεσθαι καὶ νενομισμένα. Καὶ οἱ ἐ

 τῆς εὐλογίας ἄρτους διδόναι τοῖς μαθηταῖς, ἵνα παραθῶσι τοῖς ὄχλοις, «ἐθεράπευσε τοὺς ἀρρώστους», ἵν' ὑγιάναντες τῶν τῆς εὐλογίας μεταλάβωσιν ἄρτων· ο

 πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας οἱ μαθηταὶ λέγουσιν ἔχειν παρὰ τῷ Ματθαίῳ καὶ τῷ Μάρκῳ καὶ τῷ Λουκᾷ, οὔθ' ὅτι πύρινοι οὔθ' ὅτι κρίθινοι ἦσαν ὑποσημει

 «πᾶσα σὰρξ χόρτος», τουτέστιν ὑποκάτω ποιῆσαι τὴν σάρκα καὶ ὑποτάξαι «τὸ φρόνημα τῆς σαρκός», ἵν' οὕτω τις δυνηθῇ ὧν εὐλογεῖ ἄρτων <ὁ> Ἰησοῦς μεταλαβε

 προσερχομένων τῷ ὀνόματι τοῦ Ἰησοῦ οἱ μὲν γινώσκοντες «τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν» μαθηταὶ χρηματίζοιεν ἄν· οἷς δὲ τὸ τοιοῦτον «οὐ δέδοται»

 ἐμβῆναι τοὺς μαθητὰς ὁ Ἰησοῦς, ἢ τάχα ὁ τῶν πειρασμῶν καὶ περιστάσεων ἀγών, εἰς ὃν ἀναγκαζόμενός τις ὑπὸ τοῦ λόγου καὶ οἱονεὶ οὐχ ἑκὼν ἔρχεται, βουλομ

 ἡμᾶς προάγειν εἰς τὸ πέραν. Οὐ γὰρ δυνατὸν μὴ πειρασμοὺς ὑπομείναντας κυμάτων καὶ ἀνέμου ἐναντίου εἰς τὸ πέραν φθάσαι. Εἶτ' ἐπειδὰν ἴδωμεν πολλὰ τὰ πε

 ἀποστειλάντων, ἅτε μὴ δυνάμενοι διὰ τὸ σφόδρα κακῶς ἔχειν προσελθεῖν ἀφ' ἑαυτῶν, καὶ οὐδὲ μόνοι ἥψαντο τοῦ κρασπέδου, ὡς ἡ αἱμορροοῦσα, ἀλλὰ παρακαλεσ

 Ἰησοὺς οὐκ ἐγκαλεῖ περὶ παραδόσεως αὐτοῖς πρεσβυτέρων Ἰουδαίων, ἀλλὰ περὶ τῶν ἐντολῶν θεοῦ ἀναγκαιοτάτων δύο, ὧν ἡ μὲν ἑτέρα πέμπτη ἦν τῆς δεκαλόγου ο

 τῷ ὀνόματι τοῦ κοινοῦ βούλεται διδόναι τοῖς πένησιν ἤπερ τοῖς οἰκείοις τῶν διδόντων, εἰ τύχοιεν τῶν ἀναγκαίων χρῄζοντες καὶ μὴ δύναιντο οἱ διδόντες ἀμ

 τὰ κρυπτά. Καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα πάντα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες· ἀνάγ

 ἐφ' οἷς ὡς παρανομοῦσιν ἐγκαλοῦσιν ἡμῖν οἱ σωματικοὶ Ἰουδαῖοι καὶ οἱ ὀλίγῳ διαφέροντες αὐτῶν Ἐβιωναῖοι, μὴ νομίζειν τὸν σκοπὸν εἶναι τῇ γραφῇ τὸν πρόχ

 πόσει» καὶ τὰ ἑξῆς, διδάσκων ἡμᾶς ὅτι τὰ μὲν κατὰ τὸ γράμμα σκιά ἐστι, τὰ δ' ἀληθῆ τοῦ νόμου ἐναποκείμενα τούτοις νοήματα μέλλοντά ἐστιν ἀγαθά, ἐν οἷς

 ὁδηγοὶ τυφλῶν. Τίνες δή; οἱ Φαρισαῖοι, ὧν «ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα», ὄντων «ἀπίστων» παρὰ τὸ μὴ πεπιστευκέναι εἰς Ἰησοῦν Χριστόν,

 εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται, καὶ τὸ ἁγιαζόμενον βρῶμα «διὰ λόγου θεοῦ καὶ ἐντεύξεως» κατ' αὐτὸ μὲν τ

 ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος, καὶ ἰδοὺ γυνὴ Χαναναία (15, 21. 22 [-28]). Πόθεν ἐκεῖθεν ἢ ἀπὸ γῆς Γενησαρέτ, περὶ

 πρὸς τὸ ἰδεῖν τὴν διαφορὰν τῶν προσιόντων, τίνες μὲν οἱονεὶ τῷ γενομένῳ «ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα» προσίασι, τίνες δὲ τῷ ὁρισθέντι υἱῷ θεοῦ «ἐν δ

 ἀποκριθεὶς εἶπεν· οὐκ ἔξεστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυνα ρίοις. Ζητήσαι δ' ἄν τις τὸ βούλημα καὶ ταύτης τῆς λέξεως, ἐπεὶ μέτρου μ

 τυφλοὺς τὴν ψυχὴν καὶ μὴ βλέποντας «τὸ ἀληθινὸν φῶς», καὶ ἄλλους χωλοὺς καὶ μὴ δυναμένους κατὰ λόγον πορεύεσθαι, καὶ ἄλλους κυλλοὺς καὶ μὴ δυναμένους

 ἄρτων «ἐξελθὼν (ὁ Ἰησοῦς) εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτὸν καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. Καὶ ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μ

 αὐτῇ· «Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις», ἰάσατο μὲν τὴν θυγατέρα αὐτῆς «ἀπὸ τῆς ὥρας ἐκείνης», οὐ μέντοι γέγραπται ὅτι ἀπέλυσεν α

προσερχομένων τῷ ὀνόματι τοῦ Ἰησοῦ οἱ μὲν γινώσκοντες «τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν» μαθηταὶ χρηματίζοιεν ἄν· οἷς δὲ τὸ τοιοῦτον «οὐ δέδοται», ὄχλοι οἱ τῶν μαθητῶν ἥττους λέγοιντ' ἄν. Πρόσχες γὰρ ἐπιμελῶς ὅτι τοῖς μαθηταῖς εἶπε τὸ «ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν», περὶ δὲ τῶν ὄχλων τὸ «ἐκείνοις δὲ οὐ δέδοται». Καὶ ἐν ἄλλῳ τόπῳ ἀφίησι μὲν «τοὺς ὄχλους», οὐχὶ δὲ τοὺς μαθητάς, καὶ ἔρχεται «εἰς τὴν οἰκίαν»· καὶ «εἰς τὴν οἰκίαν» αὐτοῦ «προσῆλθον αὐτῷ», οὐχὶ οἱ ὄχλοι ἀλλ' «οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ». Ἀλλὰ καὶ ἐν ἄλλῳ τόπῳ, ἡνίκα «ἀκούσας» τὰ περὶ Ἰωάννου «ὁ Ἰησοῦς ἀνεχώρησεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ' ἰδίαν», «οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ», ὅτε «ἐξελθὼν εἶδε πολὺν ὄχλον καὶ σπλαγχνισθεὶς ἐπ' αὐτοῖς ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν», τῶν ὄχλων οὐχὶ τῶν μαθητῶν· «ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ», οὐχ οἱ ὄχλοι ἀλλ' «οἱ μαθηταί, λέγοντες», ὡς ἕτεροι τῶν ὄχλων, «ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα». Ἀλλὰ καὶ ἡνίκα «λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε καὶ κλάσας τοὺς ἄρτους» οὐ τοῖς ὄχλοις ἀλλὰ «τοῖς μαθηταῖς ἔδωκεν», ἵνα οἱ μαθηταὶ δῶσι «τοῖς ὄχλοις», μὴ χωροῦσιν ἀπ' αὐτοῦ λαβεῖν ἀλλὰ μόγις διὰ τῶν μαθητῶν δεχομένοις τοὺς τῆς εὐλογίας Ἰησοῦ ἄρτους· καὶ οὐδὲ τούτους πάντας ἐσθίουσι, χορτασθέντες γὰρ οἱ ὄχλοι καταλελοίπασι «τὸ περισσεῦον» ἐν κοφίνοις οὖσι πλήρεσι δώδεκα ***. 11.5 Οὗ δὲ ἕνεκεν ταῦτα παρειλήφαμεν, ἐστὶ τὸ προκείμενον ὅτι χωρίσας ὁ Ἰησοῦς τῶν ὄχλων τοὺς μαθητὰς ἠνάγκασεν αὐτοὺς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσει αὐτὸς τοὺς ὄχλους. Οὐ γὰρ ἠδύναντο οἱ ὄχλοι εἰς τὸ πέραν ἀπελθεῖν, ὡς οὐ μυστικῶς Ἑβραῖοι οἵτινες ἑρμηνεύονται περατικοί· ἀλλὰ τοῦτο ἔργον ἦν τῶν Ἰησοῦ μαθητῶν, λέγω δὲ <τὸ> εἰς τὸ πέραν ἀπελθεῖν καὶ ὑπερβῆναι «τὰ βλεπόμενα» καὶ σωματικὰ ὡς «πρόσ καιρα», φθάσαι δὲ ἐπὶ «τὰ μὴ βλεπόμενα καὶ αἰώνια». Εὐεργεσία οὖν αὐτάρκης ἦν τοῖς ὄχλοις ἀπὸ τοῦ Ἰησοῦ αὐτοῖς διδομένη, μὴ δυναμένοις διὰ τὸ ὄχλους εἶναι ἀπελθεῖν εἰς τὸ πέραν, ἀπολυθῆναι ἀπὸ τοῦ Ἰησοῦ. Ἥντινα ἀπόλυσιν οὐδεὶς ἔχει ἐξουσίαν ἀπολύειν ἢ ὁ Χριστὸς μόνος, καὶ οὐχ οἷόν τέ ἐστιν ἀπολυθῆναί τινα μὴ πρότερον φαγόντα ἄρτων ὧν ὁ Ἰησοῦς εὐλογεῖ, οὐχ οἷόν τε δὲ φαγεῖν <τινα> τῶν ἄρτων τῆς εὐλογίας Ἰησοῦ εἰ μὴ ὡς ἐκέλευσεν ὁ Ἰησοῦς ποιήσαντα καὶ ἀνακλιθέντα «ἐπὶ τοῦ χόρτου», ὡς ἀποδε δώκαμεν. Ἀλλ' οὐδὲ τοῦτο οἷόν τε ποιῆσαι τοὺς ὄχλους μὴ ἀκολουθήσαντας τῷ Ἰησοῦ ἀπὸ τῶν ἰδίων πόλεων «ἀναχωρήσαντι εἰς ἔρημον τόπον κατ' ἰδίαν». Καὶ πρότερον μὲν ἀξιούμενος ὑπὸ τῶν μαθητῶν ἀπολῦσαι «τοὺς ὄχλους», οὐκ ἀπέλυσεν, ἕως ἔθρεψε τοῖς ἄρτοις τῆς εὐλογίας· νῦν δὲ ἀπολύει, τῶν μαθητῶν πρότερον ἀναγκασθέντων ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ ἀπολύει αὐτοὺς κάτω που τυγχάνοντας, κάτω γὰρ ἡ ἔρημος· αὐτὸς δὲ ἀνέβη εἰς τὸ ὄρος προσεύ ξασθαι. Καὶ τοῦτο δὲ παρατηρητέον, ὅτι εὐθέως μετὰ τὸ τραφῆναι τοὺς πεντακισχιλίους ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν. Πλὴν οὐ δεδύνηνται οἱ μαθηταὶ προάγειν τὸν Ἰησοῦν εἰς τὸ πέραν, ἀλλὰ μέχρι τοῦ μέσου τῆς θαλάσσης φθάσαντες, βασανιζο μένου τοῦ πλοίου τῷ τὸν ἄνεμον αὐτοῖς εἶναι ἐναντίον, ἐφοβήθησαν, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἐλθόντος πρὸς αὐτοὺς τοῦ Ἰησοῦ. Καὶ εἰ μὴ ἀναβεβήκει εἰς τὸ πλοῖον ὁ Ἰησοῦς, οὔτ' ἂν ὁ τοῖς πλέουσι μαθηταῖς ἐναντιούμενος ἐπαύσατο ἄνεμος, οὔτ' ἂν «διαπεράσαντες ἦλθον» εἰς τὸ πέραν οἱ πλέοντες. Καὶ τάχα βουλόμενος τῇ πείρᾳ αὐτοὺς διδάξαι ὅτι οὐχ οἷόν τέ ἐστι χωρὶς αὐτοῦ ἀπελθεῖν εἰς τὸ πέραν, ἠνάγκασε μὲν ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν· μὴ δυνηθεῖσι δ' αὐτοῖς πλέον τοῦ μέσου τῆς θαλάσσης διελθεῖν ἐπιφανεὶς καὶ ποιήσας τὰ γεγραμμένα, ἔδειξεν ὅτι ὁ εἰς τὸ πέραν γιγνόμενος Ἰησοῦ αὐτῷ συμπλέοντος φθάνει ἐκεῖ. Τί δὲ τὸ πλοῖον εἰς ὃ ἠνάγκασεν