Commentarium in evangelium Matthaei

 ἄγγελοι τοῦ θεοῦ ἀναλέξωνται τὰ προσπεφυκότα τῇ ψυχῇ φαῦλα δόγματα καὶ παραδῶσιν αὐτὰ εἰς ἀνάλωσιν, τῷ λεγομένῳ καίειν πυρὶ ἀνατρέποντες αὐτά. Καὶ οὕτ

 οὐκ ἐλάλει αὐτοῖς», οὐ τοῖς ὄχλοις δὲ ἐλθὼν «εἰς τὴν οἰκίαν» διαλέγεται ἀλλὰ τοῖς προσελθοῦσιν αὐτῷ μαθηταῖς ἐν αὐτῇ, δῆλον ὅτι οὔκ εἰσι παραβολαὶ τὰ

 λόγον πεπράκασι τὰ ὑπάρχοντα αὐτῶν, ἵνα, διὰ τοῦ πεπρακέναι καὶ ἀπο<δε>δόσθαι ἐκεῖνα καὶ ἀντ' ἐκείνων καλὴν προαίρεσιν βοηθουμένους αὐτοὺς εἰληφέναι ἀ

 πορθμῷ οὐκ ἐν ταῖς πίναις ὅ ἐστιν ὀστράκων εἶδος μαργαρι τοφόρον, ἀλλ' ἐν τοῖς προσαγορευομένοις μυσί. Τούτοις δέ, λέγω δὴ τοῖς κατὰ Βόσπορον, ἡ νομὴ

 Χριστοῦ» χωρῆσαί τις δυνηθῇ, προεγγυμνασάμενος ταῖς, ἵν' οὕτως ὀνομάσω, ὑπερεχο μέναις γνώσεσιν ὑπὸ τῆς Χριστοῦ γνώσεως. Ἀλλ' οἱ πολλοί, μὴ νοήσαντες

 φαύλων ὡς ἐν ἰχθύσι γενῶν ἐπὶ τὰ ἀστεῖα, ἢ ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ χείρονα, τοὺς δὲ ἐν ἀνθρώποις δικαίους ἢ πονηροὺς ἀεὶ ἔστι θεωρεῖν ἢ ἐπὶ τὴν ἀρετὴ

 τὴν ἀπὸ παντὸς γένους ἐθνῶν κλῆσιν. Οἱ δὲ διακονησάμενοι τῇ βληθείσῃ εἰς τὴν θάλασσαν σαγήνῃ ὁ κύριός ἐστι τῆς σαγήνης Ἰησοῦς Χριστὸς καὶ οἱ προσελθόν

 ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ' ὑμᾶς». 10.14 Συνήκατε ταῦτα πάντα; Λέγουσι ναί (13, 51[52]). Ὁ γινώσκων τὰ ἐν ταῖς καρδίαις τῶν

 τῶν οὐρανῶν «ἐντὸς ὑμῶν ἐστι», καὶ μάλιστα διὰ τὴν ἀπὸ τοῦ γράμματος ἐπὶ τὸ πνεῦμα μετάνοιαν, ὅτι «ἡνίκα ἂν ἐπιστρέψῃ» τις «πρὸς κύριον, περιαιρεῖται

 ποιήσῃ ἑαυτῷ ὅμοιον, ἕως ὁ μαθητὴς «γένηται ὡς ὁ διδάσκαλος», μιμούμενος πρῶτον τὸν μιμητὴν τοῦ Χριστοῦ, μετὰ δὲ τοῦτον καὶ αὐτὸν <τὸν> Χριστὸν κατὰ τ

 μείζους ἐποίει τῶν ἐν Ἠλίᾳ καὶ ἐν Ἐλισσαίῳ καὶ ἔτι πρότερον ἐν Μωσῇ καὶ Ἰησοῦ τοῦ Ναυῆ. Ἔλεγον δὲ οἱ θαυμάζοντες, οὐκ εἰδότες αὐτὸν παρθένου υἱόν, οὐδ

 γὰρ πατρίδα νομίζειν αὐτῶν τὴν Ἰουδαίαν καὶ συγγενεῖς τὸν Ἰσραὴλ ἐκεῖνον, οἰκίαν δὲ τάχα τὸ σῶμα· ἠτιμώθησαν γὰρ πάντες ἐν τῇ Ἰουδαίᾳ ὑπὸ τοῦ «κατὰ σά

 προσέχων, εἰ διὰ τὸ πάνυ εὐτόνως βιοῦν καὶ ἐλέγχειν τοὺς ἁμαρτάνοντας μισοῖτο καὶ ἐπι βουλεύοιτο, ὡς διωκόμενος καὶ ὀνειδιζόμενος «ἕνεκεν δικαιοσύνης»

 βαπτιστής (14, 1. 2[-11]). Παρὰ δὲ τῷ Μάρκῳ οὕτως καὶ παρὰ τῷ Λουκᾷ οὕτως. ∆ιαφόρους δόξας εἶχον περὶ τῶν πραγμάτων Ἰουδαῖοι, τινὰς μὲν ψευδεῖς, ὁποία

 παρεσιώπησεν ἱστορίας. 10.21 Ἔχει δὲ οὕτως ἡ τοῦ Ματθαίου λέξις· Ὁ γὰρ Ἡρώδης κρατήσας τὸν Ἰωάννην, ἔδησεν αὐτὸν ἐν τῇ φυλακῇ. Εἰς ταῦτ' οὖν δοκεῖ μοι

 νεκροῖς ἐλεύθερος». «Εἰ γὰρ καὶ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ.» Ἔτι δὲ ὅρα τὸν λαὸν παρ' ᾧ καθαρὰ μὲν καὶ ἀκάθαρτα ἐξετάζεται βρώμα

 εἰς τὴν ἔρημον, ἦν ἐν αὐτῇ, τῷ ἰδιάζοντα εἶναι τὸν λόγον καὶ τὴν διδασκαλίαν αὐτοῦ παρὰ τὰ εἰθισμένα ἐν τοῖς ἔθνεσι γίνεσθαι καὶ νενομισμένα. Καὶ οἱ ἐ

 τῆς εὐλογίας ἄρτους διδόναι τοῖς μαθηταῖς, ἵνα παραθῶσι τοῖς ὄχλοις, «ἐθεράπευσε τοὺς ἀρρώστους», ἵν' ὑγιάναντες τῶν τῆς εὐλογίας μεταλάβωσιν ἄρτων· ο

 πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας οἱ μαθηταὶ λέγουσιν ἔχειν παρὰ τῷ Ματθαίῳ καὶ τῷ Μάρκῳ καὶ τῷ Λουκᾷ, οὔθ' ὅτι πύρινοι οὔθ' ὅτι κρίθινοι ἦσαν ὑποσημει

 «πᾶσα σὰρξ χόρτος», τουτέστιν ὑποκάτω ποιῆσαι τὴν σάρκα καὶ ὑποτάξαι «τὸ φρόνημα τῆς σαρκός», ἵν' οὕτω τις δυνηθῇ ὧν εὐλογεῖ ἄρτων <ὁ> Ἰησοῦς μεταλαβε

 προσερχομένων τῷ ὀνόματι τοῦ Ἰησοῦ οἱ μὲν γινώσκοντες «τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν» μαθηταὶ χρηματίζοιεν ἄν· οἷς δὲ τὸ τοιοῦτον «οὐ δέδοται»

 ἐμβῆναι τοὺς μαθητὰς ὁ Ἰησοῦς, ἢ τάχα ὁ τῶν πειρασμῶν καὶ περιστάσεων ἀγών, εἰς ὃν ἀναγκαζόμενός τις ὑπὸ τοῦ λόγου καὶ οἱονεὶ οὐχ ἑκὼν ἔρχεται, βουλομ

 ἡμᾶς προάγειν εἰς τὸ πέραν. Οὐ γὰρ δυνατὸν μὴ πειρασμοὺς ὑπομείναντας κυμάτων καὶ ἀνέμου ἐναντίου εἰς τὸ πέραν φθάσαι. Εἶτ' ἐπειδὰν ἴδωμεν πολλὰ τὰ πε

 ἀποστειλάντων, ἅτε μὴ δυνάμενοι διὰ τὸ σφόδρα κακῶς ἔχειν προσελθεῖν ἀφ' ἑαυτῶν, καὶ οὐδὲ μόνοι ἥψαντο τοῦ κρασπέδου, ὡς ἡ αἱμορροοῦσα, ἀλλὰ παρακαλεσ

 Ἰησοὺς οὐκ ἐγκαλεῖ περὶ παραδόσεως αὐτοῖς πρεσβυτέρων Ἰουδαίων, ἀλλὰ περὶ τῶν ἐντολῶν θεοῦ ἀναγκαιοτάτων δύο, ὧν ἡ μὲν ἑτέρα πέμπτη ἦν τῆς δεκαλόγου ο

 τῷ ὀνόματι τοῦ κοινοῦ βούλεται διδόναι τοῖς πένησιν ἤπερ τοῖς οἰκείοις τῶν διδόντων, εἰ τύχοιεν τῶν ἀναγκαίων χρῄζοντες καὶ μὴ δύναιντο οἱ διδόντες ἀμ

 τὰ κρυπτά. Καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα πάντα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες· ἀνάγ

 ἐφ' οἷς ὡς παρανομοῦσιν ἐγκαλοῦσιν ἡμῖν οἱ σωματικοὶ Ἰουδαῖοι καὶ οἱ ὀλίγῳ διαφέροντες αὐτῶν Ἐβιωναῖοι, μὴ νομίζειν τὸν σκοπὸν εἶναι τῇ γραφῇ τὸν πρόχ

 πόσει» καὶ τὰ ἑξῆς, διδάσκων ἡμᾶς ὅτι τὰ μὲν κατὰ τὸ γράμμα σκιά ἐστι, τὰ δ' ἀληθῆ τοῦ νόμου ἐναποκείμενα τούτοις νοήματα μέλλοντά ἐστιν ἀγαθά, ἐν οἷς

 ὁδηγοὶ τυφλῶν. Τίνες δή; οἱ Φαρισαῖοι, ὧν «ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα», ὄντων «ἀπίστων» παρὰ τὸ μὴ πεπιστευκέναι εἰς Ἰησοῦν Χριστόν,

 εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται, καὶ τὸ ἁγιαζόμενον βρῶμα «διὰ λόγου θεοῦ καὶ ἐντεύξεως» κατ' αὐτὸ μὲν τ

 ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος, καὶ ἰδοὺ γυνὴ Χαναναία (15, 21. 22 [-28]). Πόθεν ἐκεῖθεν ἢ ἀπὸ γῆς Γενησαρέτ, περὶ

 πρὸς τὸ ἰδεῖν τὴν διαφορὰν τῶν προσιόντων, τίνες μὲν οἱονεὶ τῷ γενομένῳ «ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα» προσίασι, τίνες δὲ τῷ ὁρισθέντι υἱῷ θεοῦ «ἐν δ

 ἀποκριθεὶς εἶπεν· οὐκ ἔξεστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυνα ρίοις. Ζητήσαι δ' ἄν τις τὸ βούλημα καὶ ταύτης τῆς λέξεως, ἐπεὶ μέτρου μ

 τυφλοὺς τὴν ψυχὴν καὶ μὴ βλέποντας «τὸ ἀληθινὸν φῶς», καὶ ἄλλους χωλοὺς καὶ μὴ δυναμένους κατὰ λόγον πορεύεσθαι, καὶ ἄλλους κυλλοὺς καὶ μὴ δυναμένους

 ἄρτων «ἐξελθὼν (ὁ Ἰησοῦς) εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτὸν καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. Καὶ ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μ

 αὐτῇ· «Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις», ἰάσατο μὲν τὴν θυγατέρα αὐτῆς «ἀπὸ τῆς ὥρας ἐκείνης», οὐ μέντοι γέγραπται ὅτι ἀπέλυσεν α

τῶν οὐρανῶν «ἐντὸς ὑμῶν ἐστι», καὶ μάλιστα διὰ τὴν ἀπὸ τοῦ γράμματος ἐπὶ τὸ πνεῦμα μετάνοιαν, ὅτι «ἡνίκα ἂν ἐπιστρέψῃ» τις «πρὸς κύριον, περιαιρεῖται τὸ» ἐπὶ τῷ γράμματι «κάλυμμα· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν». Ὁ δὲ ἀληθῶς οἰκοδεσπότης καὶ ἐλεύθερός ἐστι καὶ πλούσιος· πλουτῶν διὰ τὸ ἀπὸ γραμματείας μεμαθητεῦ<σ>θαι τῇ βασιλείᾳ τῶν οὐρανῶν «ἐν παντὶ λόγῳ» τῷ παρὰ τῆς παλαιᾶς διαθήκης «καὶ ἐν πάσῃ γνώσει» τῇ περὶ τῆς καινῆς Χριστοῦ Ἰησοῦ διδασ καλίας, καὶ τὸν πλοῦτον τοῦτον ἔχων ἀποκείμενον ἐν τῷ αὐτοῦ θησαυρῷ, ᾧ θησαυρίζει ὡς βασιλείᾳ μαθητευθεὶς τῶν οὐρανῶν «ἐν οὐρανῷ, ὅπου οὔτε σὴς ἀφανίζει, οὔτε κλέπται διορύσσουσι». Καὶ ἔστι γε ἀληθῶς ὁρίσασθαι περὶ τοῦ -ὡς ἀποδεδώκαμεν-ἐν οὐρανοῖς θησαυρίζοντος, ὅτι οὐδὲ εἷς σὴς τῶν παθῶν ἅψασθαι αὐτοῦ τῶν πνευματικῶν καὶ οὐρανίων δύναται χρημάτων. Σὴς δὲ τῶν παθῶν εἶπον λαβὼν ἀφορμὴν ἀπὸ τῶν Παροιμιῶν, ἐν αἷς γέγραπται· «Ὥσπερ <σὴς ἐν ἱματίῳ καὶ> ἐν ξύλῳ σκώληξ, οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν»· σκώληξ γὰρ καὶ σής ἐστιν ἡ λύπη βλάπτουσα καρδίαν τὴν μὴ ἐν οὐρανοῖς καὶ τοῖς πνευματικοῖς ἔχουσαν τοὺς θησαυρούς, ἐν οἷς ἐάν τις θησαυρίζῃ, ἐπεὶ «ὅπου ὁ θησαυρός, ἐκεῖ καὶ ἡ καρδία», ἐν οὐρανοῖς ἔχει τὴν καρδίαν καὶ δι' αὐτὴν λέγει· «Ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου.» Οὕτω δὲ οὐδὲ κλέπται, περὶ ὧν εἶπεν ὁ σωτὴρ ὅτι «πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶ καὶ λῃσταί», διορύσσειν δύνανται τὰ ἐν οὐρανοῖς τεθησαυρισμένα καὶ τὴν παροῦσαν αὐτοῖς καρδίαν καὶ διὰ τοῦτο λέγουσαν· «Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ» καὶ «ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει». 10.15 Ἐπεὶ δὲ πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις προφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά, δῆλον ὅτι καί, κατὰ τὴν καλουμένην τῆς προτάσεως ἀντιστροφήν, πᾶς ὅστις μὴ προφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιὰ οὐκ ἔστι γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν. Συνάγειν οὖν παντὶ τρόπῳ πειρατέον ἐν τῇ καρδίᾳ ἡμῶν, διὰ τοῦ προσέχειν «τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ» καὶ «ἐν τῷ νόμῳ κυρίου μελετᾶν ἡμέρας καὶ νυκτός», οὐ μόνον τὰ καινὰ τῶν εὐαγγελίων καὶ τῶν ἀποστόλων καὶ τῆς ἀποκαλύψεως αὐτῶν λόγια, ἀλλὰ καὶ παλαιὰ τοῦ «σκιὰν» ἔχοντος «τῶν μελλόντων ἀγαθῶν» νόμου καὶ τῶν ἀκολούθως αὐτοῖς προφητευσάντων προφητῶν. Συναχθήσεται δὲ ταῦτα, ἐπὰν καὶ ἀναγινώσκωμεν καὶ γινώσκωμεν καὶ μεμνημένοι τούτων «πνευματικὰ πνευμα τικοῖς» εὐκαίρως συγκρίνωμεν, οὐ τὰ ἀσύγκριτα πρὸς ἄλληλα συγκρίνοντες, ἀλλὰ συγκριτὰ καὶ ὁμοιότητά τινα ἔχοντα, λέξεως ταὐτὸν ταὐτὸν σημαινούσης καὶ νοημάτων καὶ δογμάτων, ἵν' «ἐπὶ στόματος δύο ἢ τριῶν» ἢ καὶ πλειόνων «μαρτύρων» τῶν ἀπὸ τῆς γραφῆς στήσωμεν καὶ βεβαιώσωμεν «πᾶν ῥῆμα» τοῦ θεοῦ. Καὶ διὰ τούτων δὲ δυσωπητέον τοὺς ὅσον ἐφ' ἑαυτοῖς τὴν θεότητα διαιροῦντας καὶ διακόπτοντας ἀπὸ τῶν παλαιῶν τὰ καινά, ὡς μακρὰν τυγχάνοντας τῆς πρὸς τὸν οἰκοδεσπότην ὁμοιώ σεως, προφέροντα ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Ἐπεὶ δὲ ὁ ὁμοιούμενός τινι ἕτερός ἐστι παρ' ἐκεῖνον ᾧ ὁμοιοῦται, ἔσται ὁ μὲν μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν γραμματεὺς ὁ ὁμοιούμενος, ἕτερος δὲ παρὰ τοῦτον ὁ οἰκοδεσπότης, ὃς προφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά· ὁ δὲ ὁμοιούμενος αὐτῷ, ὡς τοῦτον μιμούμενος, τὸ παραπλήσιον ποιεῖν βούλεται. Μήποτε οὖν ὁ μὲν οἰκοδεσ πότης ἄνθρωπος αὐτός ἐστιν ὁ Ἰησοῦς προφέρων ἐκ τοῦ θησαυροῦ αὐτοῦ, κατὰ τὸν καιρὸν τῆς διδασκαλίας, καινὰ μὲν τὰ πνευματικὰ καὶ ἀεὶ ἀνακαινούμενα ὑπ' αὐτοῦ ἐν τῷ ἔσω τῶν δικαίων ἀνθρώπῳ καὶ ἀεὶ ἀνακαινουμένῳ «ἡμέρᾳ καὶ ἡμέρᾳ», παλαιὰ δὲ τὰ «ἐν γράμμασιν ἐντετυπωμένα λίθοις» καὶ λιθίναις καρδίαις τοῦ παλαιοῦ ἀνθρώπου, ἵνα τῇ συγκρίσει τοῦ γράμματος καὶ τῇ παρα στάσει τοῦ πνεύματος πλουτίσῃ τὸν μαθητευθέντα τῇ βασιλείᾳ τῶν οὐρανῶν γραμματέα καὶ