οὐκοῦν τὰς κολά σεις ὠνόμασεν ἐνταῦθα οἶνον ἄκρατον, ὃν πίνουσιν οἱ ἀκράτου οἴνου τουτέστιν ἀκράτου κολάσεως ἄξιοι. εἰσὶ δὲ καὶ ἄλλοι οἱ πίνοντες κόλασιν οὐκ ἄκρατον, ἀλλὰ κεκερασμένην· «ποτήριον» γὰρ «ἐν χειρὶ κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος, <καὶ> ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς». εἰ θέλεις καὶ ποτήριον εὐλογίας ἰδεῖν, ὃ πίνουσιν οἱ δίκαιοι, ἤρκει μὲν οὖν καὶ τὸ τῆς σοφίας, ἐφ' ᾧ ἔλεγε· «πίετε οἶνον ὃν ἐκέρασα ὑμῖν», ἴδε δέ μοι καὶ τὸν σωτῆρα πρὸς τὸ πάσχα ἀναβαίνοντα εἰς «ἀνάγαιον μέγα ἐστρωμένον καὶ κεκοσμημένον» καὶ ἑορτάζοντα μετὰ τῶν μαθητῶν καὶ διδόντα αὐτοῖς ποτήριον, περὶ οὗ γέγραπται οὐχ ὅτι ἐκέρασεν· ὁ Ἰησοῦς γὰρ εὐφραίνων τοὺς μαθητὰς ἀκράτῳ εὐφραίνει καὶ λέγει αὐτοῖς· «λάβετε, πίετε, τοῦτό μού ἐστι τὸ αἷμα, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε, ὁσάκις ἐὰν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν», καί· «ἀμὴν λέγω ὑμῖν, οὐ μὴ πίω αὐτὸ ἀπὸ τοῦ νῦν, ἕως αὐτὸ πίω μεθ' ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ». Ὁρᾷς τὴν ἐπαγγελίαν τὸ ποτήριον «τῆς καινῆς διαθήκης» οὖσαν, ὁρᾷς τὰς κολάσεις ποτήριον οἴνου ἀκράτου, καὶ ἄλλο εἶδος κολάσεως ποτήριον κεκερασμένον· ὥστε ἑκάστῳ κίρνασθαι κατὰ τὴν ἀξίαν τῆς χρηστῆς πράξεως ἀναμεμιγμένης μοχθηρᾷ πράξει ἃ πίεται. νόει δέ μοι τοὺς μὲν πάντῃ ἀλλοτρίους τῆς θεοσεβείας καὶ μηδα μῶς προσέχοντας αὑτοῖς, ἀλλ' ὡς ἔτυχε ζῶντας, πίνοντας τὸν ἄκρατον οἶνον περὶ οὗ παρεθέμεθα τὰ ἀπὸ τοῦ Ἱερεμίου, τοὺς δὲ μὴ πάντῃ ἀποστάντας καὶ ἁμαρτωλούς, ἀλλ' ἀ<να>ξίους τοῦ ποτηρίου «τῆς καινῆς διαθήκης», ποιοῦντας ὁτὲ μὲν χρηστοτέρας ὁτὲ δὲ ἐναντίας <πράξεις>, οἶνον πίνοντας «ἀκράτου κεράσματος»· «ἔκλινε» γὰρ ὁ θεὸς «ἐκ τούτου εἰς τοῦτο». τίνος «τούτου»; δύο ποτήρια βλέπω κατὰ τὸ λεγόμενον· «ἔκλινεν ἐκ τούτου εἰς τοῦτο πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη». νόει μοι τὸ ποτήριον τῶν ἀγαθῶν σου ἔργων ἐν τῇ μιᾷ χειρὶ τοῦ θεοῦ· εἰ δὲ βούλει τολμηρότερόν με εἰπεῖν, ἔστω ἐν τῇ δεξιᾷ χειρὶ τοῦ θεοῦ τὸ ποτήριον τῶν ἔργων σου τῶν ἀγαθῶν, εἶτα ἔστω τὸ ποτήριόν σου τῶν ἁμαρτημάτων ἐν τῇ ἀριστερᾷ χειρὶ τοῦ θεοῦ. ὅταν οὖν μέλλῃς κολάζεσθαι διὰ τὰ ἁμαρτήματα, ἐπεὶ καὶ χρηστότερά σοι ἔργα γεγένηται, ποτήριον «ἐν χειρὶ κυρίου ἐστὶν οἴνου ἀκράτου πλῆρες κεράσματος· καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο», ἐκ τοῦ ἐν τῇ ἀριστερᾷ εἰς τὸ ἐν τῇ δεξιᾷ. οὔτε γὰρ μόνον δύνασαι πιεῖν τὸ τῶν ἀγαθῶν ποτήριον, ὡς οὐ μόνον ἀγαθὰ ἔργα πεποιηκώς, οὔτε δύνασαι πιεῖν μόνον τὸ τῶν ἁμαρτημάτων ποτήριον, χρηστὰ γάρ σοι πέπρακταί τινα. διὰ τοῦτο «ἔκλινεν ἐκ τούτου εἰς τοῦτο». κατὰ τὴν ἀναλογίαν τῶν ἔργων σου κίρναταί σοι ὁ θυμὸς καὶ ἡ κόλασις, ἵνα ἤτοι ὑδαρέστερον τὸ τῆς κολάσεως ᾖ σοι σοι ἢ δριμύ τερον καὶ ἐπιπονώτερον. κατὰ τὴν ἀναλογίαν γάρ, ὡς προεῖπον, τῶν ἁμαρτημάτων συγκρινομένων τοῖς ἀγαθοῖς ἀμβλύνεταί πως ἢ οὐκ ἀμβλύνεται ὁ ἀπὸ τοῦ ποτηρίου τῆς ὀργῆς † ποσῶς διδομένης ἑκάστῳ τῶν ἁμαρτημάτων. ἐὰν δὲ καλὸς καὶ ἀγαθὸς ᾖς ὅλος, λέγεις· «ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι». «πᾶς» οὖν «ἀσκός», εἴτε καλὸς εἴτε μοχθηρός, «πληρωθήσεται οἴνου», καὶ κατὰ τὴν ἐπιτηδειότητα τοῦ ἀσκοῦ οἶνος βληθήσεται εἰς τὸν ἀσκὸν κατὰ τὸν λόγον τῶν ἐνταῦθα ὀνομαζομένων ἀσκῶν. ἔλαιον οὖν οὐ βάλλεται εἰς τοὺς ἀσκοὺς οὐδὲ ἄλλη τις ὑγρὰ ὕλη, ἀλλὰ πάντα ἀσκὸν δεῖ οἴνου πληρωθῆναι. 12.3 Εἶτα διδάσκει διὰ τοὺς ἁμαρτήσαντας, ὅσον κατὰ τὸ ῥητόν, ἐν τῇ Ἱερουσαλὴμ τότε καὶ ἐν τῇ Ἰουδαίᾳ, ποταποῦ οἴνου μέλλει πληροῦν ὁ θεὸς τοὺς ἀσκοὺς τούτους, τοὺς ἁμαρτωλούς. γέγραπται γάρ· «ἐὰν εἴπωσι πρός σε· μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου; καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει κύριος· ἰδοὺ ἐγὼ πληρῶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην καὶ τοὺς βασιλεῖς τοὺς καθημένους υἱοὺς τοῦ ∆αβὶδ ἐπὶ θρόνου αὐτοῦ καὶ τοὺς ἱερεῖς». οὐδενὸς φείδεται ὁ μέλλων κολάζειν. οὐκ ἐπεὶ προ φήτης τις ἐχρημάτισεν, ἔχει δὲ ἁμαρτήματα, οὐ πληρωθήσεται τῶν λεγομένων ἀπειλῶν. οὐκ ἐπεὶ ἱερεύς τις ἐχρημάτισεν καὶ ἔδοξεν