Jeremiam (homiliae 12-20) Εἰς τὸ καὶ ἐρεῖς πρὸς τὸν λαόν τοῦτον· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ· πᾶς ἀσκὸς πληρωθήσεται οἴνου μέχρι τοῦ καὶ κατάξο

 οὐκοῦν τὰς κολά σεις ὠνόμασεν ἐνταῦθα οἶνον ἄκρατον, ὃν πίνουσιν οἱ ἀκράτου οἴνου τουτέστιν ἀκράτου κολάσεως ἄξιοι. εἰσὶ δὲ καὶ ἄλλοι οἱ πίνοντες κόλα

 ὑπεροχὴν ὀνόματος ἔχειν τιμιωτέρου παρὰ τὸν λαόν, φείδεται αὐτοῦ ὁ θεὸς ὥστε αὐτὸν μὴ κολασθῆναι ἁμαρτήσαντα. τὰ δὲ περὶ ἐκείνων ἀναγεγραμμένα, φησὶν

 ὅτι πολλῶν φειδόμενος οὐ φείδεται ἑνὸς ὁ θεός. λήψομαι δὲ παράδειγμα καὶ ἰατρόν, δεικνὺς ὅτι φειδόμενος τοῦ ὅλου σώματος οὐ φείδεται μέλους ἑνός. οἷον

 εἶτα μετὰ τοῦτο προστάσσει αὐτοῖς μὴ ἐπαίρεσθαι, καὶ διδάσκει ὃ ποιητέον. τί οὖν τὸ ἀκοῦσαι καὶ τί τὸ ἐνωτίσασθαι, ἀπ' αὐτῆς τῆς λέξεως κατανοήσωμεν.

 συσκοτασμὸς οὐ γίνεται; «ἐργάζεσθε ὡς τὸ φῶς ἐν ὑμῖν ἐστιν». <«τὸ φῶς ἐν» σοί «ἐστιν»>, ἐὰν ἔχῃς ἐν σοὶ τὸν εἰπόντα· «ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου». ὅσο

 δόξαν τῷ θεῷ οἱ τὰ ἐναντία τῇ δόξῃ τοῦ θεοῦ ποιοῦντες διὰ τῶν ἁμαρτημάτων. 12.12 «∆ότε δόξαν κυρίῳ. τῷ θεῷ ἡμῶν πρὸ τοῦ συσκοτάσαι, πρὸ τοῦ προσκόψαι

 τοὺς προφήτας, μήποτε ὑποπέσωμεν τῇ λεγούσῃ προφητείᾳ· «ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως». ὅσοι τὴν νηστείαν

 ψῆφον ἀγαγεῖν κατὰ τοῦ ἡμαρτηκότος, ἕκαστος τῶν ὁρώντων οὐ φείδεται, οὐ σκυθρωπάζει, οὐκ ἐλεεῖ, οὐκ ἐπανέρχεται ὥστε παρακαλέσαι περὶ τῆς πρὸς τὸν τοι

 ἁρμόσει καὶ τὸ ἑξῆς· «σὺ ἀπεστράφης με, λέγει κύριος, ὀπίσω πορεύσῃ». ὅτι ἀπεστράφης τὸν υἱὸν τοῦ θεοῦ, καὶ διὰ τὸ ἀπεστράφθαι τὸν υἱὸν τοῦ θεοῦ ἀπεστ

 οὐχὶ δὲ πόνων φερόντων ἐπὶ ὑγίειαν τοὺς ἰατρευομένους. 14.2 Ὁ λαὸς τοίνυν ἐκεῖνος ἔκαμνε, ποικίλαι νόσοι ἦσαν ἐν τῷ λαῷ τῷ χρηματίσαντι τοῦ θεοῦ. ἔπεμ

 πνευματικὰ χρήματα, οἱ δὲ ἀπεστρέφοντο ἀπὸ τῶν λεγο μένων καὶ οὐ παρεῖχον αὑτοὺς δεκτικοὺς ἵνα ὀφείλωσι· διὰ τοῦτο οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς. τίς γὰρ

 ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου» καὶ τὰ ἑξῆς. σαφῶς δὲ καὶ ταῦτα ὑπὸ τοῦ σωτῆρος λέλεκται ἐν τῷ «οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀ

 διψύχων διακρίνεται. ἐὰν φορέσῃς «τὴν εἰκόνα τοῦ ἐπουρανίου» ἀποθέμενος «τὴν εἰκόνα τοῦ χοϊκοῦ», οὐκ εἶ γῆ καταδικάζουσα αὐτόν, οὐδὲ εἶ γῆ ἐν ᾗ καταδι

 θλίψεως αὐτῶν, φησί, τῆς πρὸς τὸν ἐχθρὸν ἐγὼ παρέστην σοι ὑπὲρ αὐτῶν. τίς δὲ ὁ ἐχθρὸς ἢ «ὁ ἀντίδικος ἡμῶν διάβολος», ὃς ἔθλιψεν ἡμᾶς; καὶ σαφῶς ἐν τῷ

 γῇ ᾗ οὐκ ᾔδει. «ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, ἐφ' ὑμᾶς καυθήσεται». Μετὰ ταῦτα καὶ τοὺς λόγους τῶν ἀπειλῶν τῶν εἰρημένων πρὸς τὸν λαὸν <ὁ> ἀνωτ

 παρόντος ἔδει † γενέσθαι τοιοῦτον εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ. κατεγνώσθη ὁ καταγνωσθείς, ὁ δεῖνα † καθεζόμενος ἐποίει τὰ τοιάδε· ἔδει γενέσθαι ἐκκλη σ

 γένηται δυσμί μητος, ὥστε με τηλικοῦτον γενέσθαι, ὡς μηδένα παραπλήσιον εἶναί μου τῷ ἤθει, τῷ λόγῳ, ταῖς πράξεσι, τῇ σοφίᾳ, τότε δύναμαι λέγειν παρὰ τ

 μέλος, ὁ ἰατρὸς πειρᾶται ἀποκατάστασιν ποιῆσαι τοῦ ἐξάρθρου. ὅταν ἔξω τις γένηται τῆς πατρίδος, εἴτε δι καίως εἴτε ἀδίκως, ἀπολαμβάνῃ δὲ τὸ δύνασθαι π

 ὁ σωτήρ μου καὶ κύριος μέλλει ἐπὶ τοῦ πατρὸς ἑστάναι, κρινόμενος μετὰ πάντων ἡμῶν τῶν ἀνθρώπων. καὶ κρίνεται μετὰ πάντων τῶν ἀνθρώπων. λέγω· κρίνεται,

 οἰκονομία μου ἔπραξε τάδε καὶ τάδε, καὶ τῇ σωτηρίᾳ σου ὑπέμεινα. ταῦτα λέγοντος τοῦ σωτῆρος τί ποιήσωμεν; μέλλει γὰρ διακρίνεσθαι ἐν πάσῃ τῇ γῇ. 15.5

 ἀκαθαρσίαν». νεκρώσας ταῦτα «οὐ στηρίζει σάρκα τοῦ βραχίο νος αὐτοῦ». «ἐπικατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον». ἅμα δὲ πρὸς τοὺς ἐλπίζοντας ἐπὶ

 βάνειν τὰς ψυχὰς τὰς ἐν βουνοῖς, τὰς μὴ κάτω κειμένας; καὶ ὅρα εἰ μὴ κέκραγε μυστικῶς ταῦτα λέγων ὁ προφήτης καὶ τοῦτον παριστὰς τὸν νοῦν ἐν τῷ «ἰδού,

 μου· ψυχή, ἔχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου». ὁρᾷς τὸν κάτω τῶν ὀρέων, τὸν κάτω τῶν βουνῶν, τὸν ἔξω τῶν τρυμαλιῶν τῶν

 τί ἡμᾶς περιμένει, κατανοητέον. Ἆρα ἐὰν ἐξέλθωμεν τὸν βίον ἔχοντες ἁμαρτήματα, ἔχοντες δὲ καὶ ἀνδραγαθήματα, σωθησόμεθα μὲν διὰ τὰ ἀνδραγαθήματα, ἀπο

 τῶν ἐθνῶν ἁμαρτάνοντας ἀπολαμβάνειν αὐτῶν ἁπλᾶ τὰ ἁμαρτήματα, ἡμᾶς δὲ διπλᾶ ἡμῶν ἀπολαμβάνειν τὰ πταίσματα· «ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λα

 γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας»· ἀλλὰ πάλιν οὐκ ἀκολουθεῖ ἐπ' ἐκείνου τὸ «αὐτῶν». μήποτε ο

 ἁπλουστέρους τῶν πιστευόντων. «ἐφώνησεν» οὖν «πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν, ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως». ἐπλούτησεν ὁ πέρδιξ. ἴδε πόσαι αὐτ

 ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς». οὐκοῦν χαίρειν δεῖ, ἐὰν τοιοῦτός τις γένηται, ἵνα τὸ ὄνομα αὐτοῦ ἐγγράφηται ἐν τοῖς οὐρανοῖς. ὡς δὲ τὸ ὄνομα

 ἔσται» γὰρ «μόχθος ἐν Ἰακώβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ». οὐκ ἔστι κόπος ἀκολουθοῦντι Ἰησοῦ, αὐτὸ τὸ ἀκολουθεῖν περιαιρεῖ τὸν κόπον. διὰ τοῦτο αὐτ

 ὑπεραναβέβηκε τὰ πήλινα σκεύη. κάτω ἐστὶ τὰ πήλινα σκεύη, καὶ ἡ διοικοῦσα φύσις τὰ πήλινα σκεύη συγκαταβαίνουσα τοῖς διοικου μένοις κάτω ἐστί· διὰ τοῦ

 εἰς τὸν τοῦ κεραμέως οἶκον καὶ διηγεῖται ἃ ἐθεάσατο λέγων· «καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν χειρῶν αὐτοῦ, καὶ διέπεσε τὸ ἀγγεῖον ὃ αὐτὸς ἐποίει ἐν

 καταφυτεύεσθαι» ὅλον ἔθνος· καὶ ἐπεὶ τοῦτο <τὸ> ἀνοι κοδομούμενον καὶ καταφυτευόμενον ἔθνος ἐπαγγελίαν ἔχει καλήν, δύναται δὲ ἁμαρτάνειν, φησὶ μετὰ τὸ

 τὸν Χριστόν, τὸ μυστήριον τῆς ἐκκλησίας, ὁ ἐρχόμενος ἐπὶ συναγωγὴν καὶ μὴ καρποφορῶν. 18.6 «Πέρας λαλήσω ἐπὶ ἔθνος ἢ καὶ ἐπὶ βασιλείαν». δόξει ἁπλῶς τ

 λαλοῦντι πρὸς τὸ παιδίον παιδικῶς, ἢ ἵνα ἐμφατικώτερον εἴπω βρεφωδῶς, ὅτι ἐτροποφόρησας τὸν υἱόν σου καὶ <τὸν> τρόπον ἐφόρεσας τοῦ βρέφους καὶ τὴν κατ

 τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος· «καὶ ἐλάλησεν αὐτοῖς κύριος». καὶ πρὸς <ἡμᾶς> λέγει νῦν κύριος διὰ τῶν γεγραμμένων τὸ «ἀποστραφήτωσαν ἕκαστος ἀπ

 Ἰουδαῖοι· ἐπειδὴ δὲ οὐκ ἐδίψησαν τὸν Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα, οὐκ ἔχουσι πιεῖν οὐδὲ ἀπὸ τοῦ θεοῦ. ἔδοξαν δεδιψηκέναι οἱ ἀπὸ τῶν αἱρέσεων Χριστὸν Ἰ

 Ἐμμήρ, καὶ ὅτι ἐχρημάτιζεν ἱερεύς, καὶ ποίαν τάξιν εἶχεν ἐν τῷ λαῷ, ὅτι ἦν καθεσταμένος ἡγού μενος οἴκου κυρίου κατὰ τὸν χρόνον Ἱερεμίου προφητεύοντος

 μέλλει ὁ θεός». καὶ ἔστιν ὁ τοιοῦτος ἀρχιερεὺς ἐξ ἐπιπολῆς ὡραῖος καὶ τοῖχος κεκονιαμένος, «ἔσωθεν γέμων ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας». Τί δὲ λέ

 μαθητῶν, πυνθανο μένων αὐτῶν· «ποῦ θέλεις ἑτοιμάσομέν σοι τὸ πάσχα», εἶπε· «πο ρευομένων ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων, ἐκείνῳ ἀκολ

 ἀπεληλύθασιν οἱ υἱοὶ τῆς Ἱερουσαλὴμ καὶ κατεσκάφη ἡ πόλις. ἐὰν δὲ ἐξετάσῃς τὰ πράγματα καὶ πόλιν βλέπῃς μὴ τοὺς λίθους, ἀλλὰ τοὺς ἀνθρώπους, ὄψει ὅτι

 καῖον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν, ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν», καὶ «λεγόντων» δηλονότι· «ἐ

 «ἔνοχος» γὰρ «εἰς τὴν γέενναν τοῦ πυρὸς» οὐ μόνον ὁ μοιχός, ἀλλὰ καὶ ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ «μωρέ». εἰ δὲ ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ «μωρέ», «ἔνοχος ἔστ

 νομίσῃς συγγένειάν τινα ἔχειν τὴν μεταμέλειαν αὐτοῦ τῇ μεταμελείᾳ τῶν μετα<με>λουμένων. ὡς γὰρ ἐξαίρετόν τι εἶχεν ὁ λόγος αὐτοῦ, ἐξαίρετόν <τι> ἡ ὀργὴ

 τῷ λαῷ, ἀκούει τοῦ θεοῦ κατὰ τὰ γεγραμμένα λέγοντος· «τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον;» ὁ δέ, φησίν, ἀπεκρίνατο· «ἰδοὺ <ἐγώ> ε

 ξύλα δὲ ἔχω τὰς λοιδορίας, ξύλα ἔχω τὰς μέθας, ξύλα τὰς κλοπάς, καὶ ἄλλα μυρία ξύλα ἐπῳκοδόμησά μου τῇ οἰκοδομῇ. ὁρᾷς ὅτι ταῦτα πάντα λανθάνει τοὺς πο

 καταφρονεῖν», ὅρα εἰ μὴ ἀληθῶς διὰ τοῦτο, ἐπεὶ μὴ ἔδοξαν ἠπατῆσθαι, ἐθησαύρισαν αὑτοῖς «ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεο

 γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος»; τί λέγω, Ἱερεμίας; καὶ ὁ ἐμὸς Ἰησοῦς ἐμυκτηρίζετο· «ἤκουον» γάρ φησι «ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυ

 ὁ ἄδικος· «ἔσται γὰρ» φησὶν «ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν». ἐκεῖ μὲν οἱ ἄδικοι· καὶ οἱ δίκαιοι δὲ δῆλον ὅτι ἐπικαλοῦνταί ποτε τὴ

 πιάζειν τὸ σῶμα νηστείαις καὶ δουλαγωγεῖν αὐτὸ» «ἀποχαῖς τοιῶνδε βρωμάτων», καὶ παντὶ τρόπῳ «τῷ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦν». ἆρ' οὖν ὁ

 ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν». ἐγὼ φοβοῦμαι μὴ τοιοῦτόν ἐστι τὸ ἀποκείμενον ἡμῖν, πῦρ γινόμενον, ὡς ἐν τῇ καρδίᾳ γέγονεν Ἱ

 ἐπισυστῶμεν αὐτῷ πάντες ἄνδρες φίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, καὶ ἀπατηθήσεται». ἄλλην ἀπάτην ἐβούλοντο αὐτὸν ἀπατῆσαι ὀλέθριον, ἐναντίαν τ

 ἐξεταζέτω. πλὴν τὰ περιμένοντα ἡμᾶς ἐστι βασανισταὶ καὶ ἐτάζων τὰς καρδίας καὶ νεφροὺς ἐπὶ τοῖς ἁμαρτήμασιν ἡμῶν· ὧν ἁμαρτημάτων ἐὰν μὴ τάχιον ἀπαλλαγ

θλίψεως αὐτῶν, φησί, τῆς πρὸς τὸν ἐχθρὸν ἐγὼ παρέστην σοι ὑπὲρ αὐτῶν. τίς δὲ ὁ ἐχθρὸς ἢ «ὁ ἀντίδικος ἡμῶν διάβολος», ὃς ἔθλιψεν ἡμᾶς; καὶ σαφῶς ἐν τῷ καιρῷ τῆς ἔχθρας ἐκείνου τῆς κατὰ τῶν ἀνθρώπων παρέστη τῷ πατρὶ ὁ σωτὴρ ἡμῶν καὶ ἐδεήθη περὶ τῆς ἡμετέρας αἰχμαλωσίας, ἵνα λυτρωθῶμεν καὶ ῥυσθῶμεν ἀπὸ τοῦ ἐχθροῦ. ταῦτα μὲν ὁ σωτὴρ ἢ ὁ προφήτης εἰρηκέτω· καὶ γὰρ ὁ προφήτης δύναται τὰ τοιαῦτα εἰρηκέναι καὶ ηὖχθαι περὶ τοῦ λαοῦ ἐν τῷ «καιρῷ τῶν κακῶν αὐτῶν». 14.12 Ἐπὶ τούτοις [τί] ἀποκρίνεται ὁ θεὸς πρὸς τὸν λαὸν τὸν κατη γορηθέντα ὑπὸ τοῦ προφήτου ἢ ὑπὸ τοῦ Χριστοῦ καὶ ταῦτα λέγει πρὸς αὐτόν· «σίδηρος καὶ περιβόλαιον χαλκοῦν ἡ ἰσχύς σου», σκλη ρά, ἀνένδοτος, οὐκ ἐλαυνομένη. <«σίδηρος καὶ περιβόλαιον χαλκοῦν ἡ ἰσχύς σου»,> οἷον τμητική τις καὶ διαιροῦσα ἡ ἰσχύς σου, οὐκ ἐπ' ἀγαθῷ οὖσα ἰσχύς. «καὶ θησαυρούς σου εἰς προνομὴν δώσω, ἀντάλ λαγμα <διὰ> πάσας τὰς ἁμαρτίας σου». τίνας «θησαυροὺς» τῶν ἁμαρ τανόντων δίδωσιν «εἰς προνομὴν» ὁ θεός, καὶ δίδωσιν αὐτοὺς «ἀντάλ λαγμα διὰ πάσας τὰς ἁμαρτίας» αὐτῶν; πότερόν ποτε τοὺς ἐπὶ γῆς θησαυριζομένους αὑτοῖς; ἕκαστος γὰρ τῶν ἀνθρώπων θησαυ ρίζει· εἰ μὲν φαῦλός ἐστιν, ἐπὶ γῆς, εἰ δὲ ἀστεῖος, ἐν οὐρανῷ, ὡς ἐδιδάχθημεν ἀπὸ τοῦ εὐαγγελίου. ἢ λέγει τῷ λαῷ ἐκείνῳ, ὅτι μέλλω διὰ τὰ ἁμαρτήματά σου τοὺς θησαυρούς σου διδόναι εἰς προνομήν; ποῖοι θησαυροὶ ἐκείνου τοῦ λαοῦ ἐδόθησαν εἰς προνομήν; ἴδε εἷς τῶν θησαυρῶν Ἱερεμίας, ἄλλος θησαυρὸς Ἡσαΐας, θησαυρὸς ἦν καὶ Μωσῆς. τούτους τοὺς θησαυροὺς ἔλαβεν ὁ θεὸς ἀπ' ἐκείνου τοῦ λαοῦ καὶ διὰ Χριστοῦ, εἰπόντος· «ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς», ἔδω κεν ἡμῖν. «∆ώσω» οὖν «διὰ τὰς ἁμαρτίας σου τοὺς θησαυρούς σου εἰς προ νομήν». καὶ ἔδωκεν τοὺς θησαυροὺς τοῦ λαοῦ ἐκείνου ἡμῖν· «πρῶτοι γὰρ ἐκεῖνοι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ», εἶτα μετ' ἐκείνους ἡμεῖς ἐπιστεύθημεν, ἀρθέντων τῶν λογίων τοῦ θεοῦ ἀπ' ἐκείνων καὶ δοθέντων ἡμῖν. καὶ λέγομεν τὸ «ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς» εἰρῆσθαι ὑπὸ τοῦ σωτῆρος καὶ πεπληρῶσθαι. οὐχ ὅτι ἤρθη ἀπ' αὐτῶν ἡ γραφή, ἀλλὰ νῦν οὐκέτι ἔχουσι τὸν νόμον καὶ τοὺς προφήτας τῷ μὴ θεωρεῖν τὸν ἐν αὐτοῖς νοῦν. ἔχουσι γὰρ τὰ βιβλία, ἀλλὰ πῶς ἤρθη ἀπ' αὐτῶν ἡ βασιλεία τοῦ θεοῦ; ὁ νοῦς τῶν γραφῶν ἤρθη ἀπ' αὐτῶν. οὐκέτι σῴζεται διήγησις παρ' αὐτοῖς νομικὴ ἢ προφη τική, ἀλλ' εἰσὶν ἀναγινώσκοντες καὶ μὴ νοοῦντες· πεπλήρωται γὰρ διὰ τὴν Χριστοῦ ἐπιδημίαν τὸ «εἶπον τῷ λαῷ ἐκείνῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου». πεπλήρωται καὶ τὸ εἰρημένον ὑπὸ τοῦ Ἡσαΐου ὅτι «ἀφελεῖ κύριος ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ τῆς Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, γίγαντα καὶ πολεμιστὴν ἄνθρωπον, δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν». ταῦτα πάντα ἀφεῖλεν ὁ θεὸς ἀπ' ἐκείνων καὶ ἔδωκεν, ἐάν γε ἡμεῖς δεξώμεθα, ἡμῖν τοῖς ἀπὸ τῶν ἐθνῶν. ταῦτα διὰ τὸ «καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω». «Ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πᾶσι τοῖς ὁρίοις σου». ὡσεὶ ἔλεγε· διὰ τὰς ἁμαρτίας σου τὰς ἐπὶ πάντα τὰ ὅριά σου ἐφθακυίας· οὐδὲν γὰρ ὅριον ἐκείνου τοῦ λαοῦ ἐστιν, ὃ ἁμαρτίας οὐ πεπλήρωται. καὶ πῶς πᾶν ὅριον αὐτῶν οὐκ ἔμελλεν ἁμαρτίας πληροῦσθαι [ἐπ' αὐτοῖς], τὸ ὅσον ἐπ' αὐτοῖς ἀποκτεινάντων δικαιοσύνην, εἰ Χριστὸς δικαιοσύνη, ἀποκτεινάντων [τὴν] σοφίαν, εἰ Χριστὸς σοφία, ἀποκτεινάντων ἀλήθειαν, εἰ Χριστὸς ἀλήθεια; διὰ γὰρ τοῦ καταδεδικακέναι τὴν ἐπὶ θανάτῳ τὸν υἱὸν τοῦ θεοῦ ταῦτα πάντα ἀπέβαλον καὶ ἀπώλεσαν. καὶ ἀναστάς μου ὁ κύριος Ἰησοῦς ἐκ νεκρῶν οὐκέτι ἐφάνη τοῖς ἀποκτείνασιν αὐτόν· οὐ γὰρ ἔχομεν ἐν τῇ ἱστορίᾳ ὅτι ἐφάνη τοῖς ἀποκτείνασιν αὐτόν, ἀλλὰ μόνοις τοῖς πι στεύουσιν ἐφάνη ἀναστὰς ἀπὸ τῶν νεκρῶν. 14.13 «καὶ καταδουλώσω σε ἐν πᾶσι τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ ᾗ οὐκ ᾔδεις». καταδεδούλωται ὁ λαὸς ἐκεῖνος ἐν τοῖς ἐχθροῖς, καὶ γέγονεν ἐν τῇ