Jeremiam (homiliae 12-20) Εἰς τὸ καὶ ἐρεῖς πρὸς τὸν λαόν τοῦτον· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ· πᾶς ἀσκὸς πληρωθήσεται οἴνου μέχρι τοῦ καὶ κατάξο

 οὐκοῦν τὰς κολά σεις ὠνόμασεν ἐνταῦθα οἶνον ἄκρατον, ὃν πίνουσιν οἱ ἀκράτου οἴνου τουτέστιν ἀκράτου κολάσεως ἄξιοι. εἰσὶ δὲ καὶ ἄλλοι οἱ πίνοντες κόλα

 ὑπεροχὴν ὀνόματος ἔχειν τιμιωτέρου παρὰ τὸν λαόν, φείδεται αὐτοῦ ὁ θεὸς ὥστε αὐτὸν μὴ κολασθῆναι ἁμαρτήσαντα. τὰ δὲ περὶ ἐκείνων ἀναγεγραμμένα, φησὶν

 ὅτι πολλῶν φειδόμενος οὐ φείδεται ἑνὸς ὁ θεός. λήψομαι δὲ παράδειγμα καὶ ἰατρόν, δεικνὺς ὅτι φειδόμενος τοῦ ὅλου σώματος οὐ φείδεται μέλους ἑνός. οἷον

 εἶτα μετὰ τοῦτο προστάσσει αὐτοῖς μὴ ἐπαίρεσθαι, καὶ διδάσκει ὃ ποιητέον. τί οὖν τὸ ἀκοῦσαι καὶ τί τὸ ἐνωτίσασθαι, ἀπ' αὐτῆς τῆς λέξεως κατανοήσωμεν.

 συσκοτασμὸς οὐ γίνεται; «ἐργάζεσθε ὡς τὸ φῶς ἐν ὑμῖν ἐστιν». <«τὸ φῶς ἐν» σοί «ἐστιν»>, ἐὰν ἔχῃς ἐν σοὶ τὸν εἰπόντα· «ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου». ὅσο

 δόξαν τῷ θεῷ οἱ τὰ ἐναντία τῇ δόξῃ τοῦ θεοῦ ποιοῦντες διὰ τῶν ἁμαρτημάτων. 12.12 «∆ότε δόξαν κυρίῳ. τῷ θεῷ ἡμῶν πρὸ τοῦ συσκοτάσαι, πρὸ τοῦ προσκόψαι

 τοὺς προφήτας, μήποτε ὑποπέσωμεν τῇ λεγούσῃ προφητείᾳ· «ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως». ὅσοι τὴν νηστείαν

 ψῆφον ἀγαγεῖν κατὰ τοῦ ἡμαρτηκότος, ἕκαστος τῶν ὁρώντων οὐ φείδεται, οὐ σκυθρωπάζει, οὐκ ἐλεεῖ, οὐκ ἐπανέρχεται ὥστε παρακαλέσαι περὶ τῆς πρὸς τὸν τοι

 ἁρμόσει καὶ τὸ ἑξῆς· «σὺ ἀπεστράφης με, λέγει κύριος, ὀπίσω πορεύσῃ». ὅτι ἀπεστράφης τὸν υἱὸν τοῦ θεοῦ, καὶ διὰ τὸ ἀπεστράφθαι τὸν υἱὸν τοῦ θεοῦ ἀπεστ

 οὐχὶ δὲ πόνων φερόντων ἐπὶ ὑγίειαν τοὺς ἰατρευομένους. 14.2 Ὁ λαὸς τοίνυν ἐκεῖνος ἔκαμνε, ποικίλαι νόσοι ἦσαν ἐν τῷ λαῷ τῷ χρηματίσαντι τοῦ θεοῦ. ἔπεμ

 πνευματικὰ χρήματα, οἱ δὲ ἀπεστρέφοντο ἀπὸ τῶν λεγο μένων καὶ οὐ παρεῖχον αὑτοὺς δεκτικοὺς ἵνα ὀφείλωσι· διὰ τοῦτο οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς. τίς γὰρ

 ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου» καὶ τὰ ἑξῆς. σαφῶς δὲ καὶ ταῦτα ὑπὸ τοῦ σωτῆρος λέλεκται ἐν τῷ «οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀ

 διψύχων διακρίνεται. ἐὰν φορέσῃς «τὴν εἰκόνα τοῦ ἐπουρανίου» ἀποθέμενος «τὴν εἰκόνα τοῦ χοϊκοῦ», οὐκ εἶ γῆ καταδικάζουσα αὐτόν, οὐδὲ εἶ γῆ ἐν ᾗ καταδι

 θλίψεως αὐτῶν, φησί, τῆς πρὸς τὸν ἐχθρὸν ἐγὼ παρέστην σοι ὑπὲρ αὐτῶν. τίς δὲ ὁ ἐχθρὸς ἢ «ὁ ἀντίδικος ἡμῶν διάβολος», ὃς ἔθλιψεν ἡμᾶς; καὶ σαφῶς ἐν τῷ

 γῇ ᾗ οὐκ ᾔδει. «ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, ἐφ' ὑμᾶς καυθήσεται». Μετὰ ταῦτα καὶ τοὺς λόγους τῶν ἀπειλῶν τῶν εἰρημένων πρὸς τὸν λαὸν <ὁ> ἀνωτ

 παρόντος ἔδει † γενέσθαι τοιοῦτον εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ. κατεγνώσθη ὁ καταγνωσθείς, ὁ δεῖνα † καθεζόμενος ἐποίει τὰ τοιάδε· ἔδει γενέσθαι ἐκκλη σ

 γένηται δυσμί μητος, ὥστε με τηλικοῦτον γενέσθαι, ὡς μηδένα παραπλήσιον εἶναί μου τῷ ἤθει, τῷ λόγῳ, ταῖς πράξεσι, τῇ σοφίᾳ, τότε δύναμαι λέγειν παρὰ τ

 μέλος, ὁ ἰατρὸς πειρᾶται ἀποκατάστασιν ποιῆσαι τοῦ ἐξάρθρου. ὅταν ἔξω τις γένηται τῆς πατρίδος, εἴτε δι καίως εἴτε ἀδίκως, ἀπολαμβάνῃ δὲ τὸ δύνασθαι π

 ὁ σωτήρ μου καὶ κύριος μέλλει ἐπὶ τοῦ πατρὸς ἑστάναι, κρινόμενος μετὰ πάντων ἡμῶν τῶν ἀνθρώπων. καὶ κρίνεται μετὰ πάντων τῶν ἀνθρώπων. λέγω· κρίνεται,

 οἰκονομία μου ἔπραξε τάδε καὶ τάδε, καὶ τῇ σωτηρίᾳ σου ὑπέμεινα. ταῦτα λέγοντος τοῦ σωτῆρος τί ποιήσωμεν; μέλλει γὰρ διακρίνεσθαι ἐν πάσῃ τῇ γῇ. 15.5

 ἀκαθαρσίαν». νεκρώσας ταῦτα «οὐ στηρίζει σάρκα τοῦ βραχίο νος αὐτοῦ». «ἐπικατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον». ἅμα δὲ πρὸς τοὺς ἐλπίζοντας ἐπὶ

 βάνειν τὰς ψυχὰς τὰς ἐν βουνοῖς, τὰς μὴ κάτω κειμένας; καὶ ὅρα εἰ μὴ κέκραγε μυστικῶς ταῦτα λέγων ὁ προφήτης καὶ τοῦτον παριστὰς τὸν νοῦν ἐν τῷ «ἰδού,

 μου· ψυχή, ἔχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου». ὁρᾷς τὸν κάτω τῶν ὀρέων, τὸν κάτω τῶν βουνῶν, τὸν ἔξω τῶν τρυμαλιῶν τῶν

 τί ἡμᾶς περιμένει, κατανοητέον. Ἆρα ἐὰν ἐξέλθωμεν τὸν βίον ἔχοντες ἁμαρτήματα, ἔχοντες δὲ καὶ ἀνδραγαθήματα, σωθησόμεθα μὲν διὰ τὰ ἀνδραγαθήματα, ἀπο

 τῶν ἐθνῶν ἁμαρτάνοντας ἀπολαμβάνειν αὐτῶν ἁπλᾶ τὰ ἁμαρτήματα, ἡμᾶς δὲ διπλᾶ ἡμῶν ἀπολαμβάνειν τὰ πταίσματα· «ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λα

 γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας»· ἀλλὰ πάλιν οὐκ ἀκολουθεῖ ἐπ' ἐκείνου τὸ «αὐτῶν». μήποτε ο

 ἁπλουστέρους τῶν πιστευόντων. «ἐφώνησεν» οὖν «πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν, ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως». ἐπλούτησεν ὁ πέρδιξ. ἴδε πόσαι αὐτ

 ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς». οὐκοῦν χαίρειν δεῖ, ἐὰν τοιοῦτός τις γένηται, ἵνα τὸ ὄνομα αὐτοῦ ἐγγράφηται ἐν τοῖς οὐρανοῖς. ὡς δὲ τὸ ὄνομα

 ἔσται» γὰρ «μόχθος ἐν Ἰακώβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ». οὐκ ἔστι κόπος ἀκολουθοῦντι Ἰησοῦ, αὐτὸ τὸ ἀκολουθεῖν περιαιρεῖ τὸν κόπον. διὰ τοῦτο αὐτ

 ὑπεραναβέβηκε τὰ πήλινα σκεύη. κάτω ἐστὶ τὰ πήλινα σκεύη, καὶ ἡ διοικοῦσα φύσις τὰ πήλινα σκεύη συγκαταβαίνουσα τοῖς διοικου μένοις κάτω ἐστί· διὰ τοῦ

 εἰς τὸν τοῦ κεραμέως οἶκον καὶ διηγεῖται ἃ ἐθεάσατο λέγων· «καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν χειρῶν αὐτοῦ, καὶ διέπεσε τὸ ἀγγεῖον ὃ αὐτὸς ἐποίει ἐν

 καταφυτεύεσθαι» ὅλον ἔθνος· καὶ ἐπεὶ τοῦτο <τὸ> ἀνοι κοδομούμενον καὶ καταφυτευόμενον ἔθνος ἐπαγγελίαν ἔχει καλήν, δύναται δὲ ἁμαρτάνειν, φησὶ μετὰ τὸ

 τὸν Χριστόν, τὸ μυστήριον τῆς ἐκκλησίας, ὁ ἐρχόμενος ἐπὶ συναγωγὴν καὶ μὴ καρποφορῶν. 18.6 «Πέρας λαλήσω ἐπὶ ἔθνος ἢ καὶ ἐπὶ βασιλείαν». δόξει ἁπλῶς τ

 λαλοῦντι πρὸς τὸ παιδίον παιδικῶς, ἢ ἵνα ἐμφατικώτερον εἴπω βρεφωδῶς, ὅτι ἐτροποφόρησας τὸν υἱόν σου καὶ <τὸν> τρόπον ἐφόρεσας τοῦ βρέφους καὶ τὴν κατ

 τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος· «καὶ ἐλάλησεν αὐτοῖς κύριος». καὶ πρὸς <ἡμᾶς> λέγει νῦν κύριος διὰ τῶν γεγραμμένων τὸ «ἀποστραφήτωσαν ἕκαστος ἀπ

 Ἰουδαῖοι· ἐπειδὴ δὲ οὐκ ἐδίψησαν τὸν Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα, οὐκ ἔχουσι πιεῖν οὐδὲ ἀπὸ τοῦ θεοῦ. ἔδοξαν δεδιψηκέναι οἱ ἀπὸ τῶν αἱρέσεων Χριστὸν Ἰ

 Ἐμμήρ, καὶ ὅτι ἐχρημάτιζεν ἱερεύς, καὶ ποίαν τάξιν εἶχεν ἐν τῷ λαῷ, ὅτι ἦν καθεσταμένος ἡγού μενος οἴκου κυρίου κατὰ τὸν χρόνον Ἱερεμίου προφητεύοντος

 μέλλει ὁ θεός». καὶ ἔστιν ὁ τοιοῦτος ἀρχιερεὺς ἐξ ἐπιπολῆς ὡραῖος καὶ τοῖχος κεκονιαμένος, «ἔσωθεν γέμων ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας». Τί δὲ λέ

 μαθητῶν, πυνθανο μένων αὐτῶν· «ποῦ θέλεις ἑτοιμάσομέν σοι τὸ πάσχα», εἶπε· «πο ρευομένων ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων, ἐκείνῳ ἀκολ

 ἀπεληλύθασιν οἱ υἱοὶ τῆς Ἱερουσαλὴμ καὶ κατεσκάφη ἡ πόλις. ἐὰν δὲ ἐξετάσῃς τὰ πράγματα καὶ πόλιν βλέπῃς μὴ τοὺς λίθους, ἀλλὰ τοὺς ἀνθρώπους, ὄψει ὅτι

 καῖον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν, ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν», καὶ «λεγόντων» δηλονότι· «ἐ

 «ἔνοχος» γὰρ «εἰς τὴν γέενναν τοῦ πυρὸς» οὐ μόνον ὁ μοιχός, ἀλλὰ καὶ ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ «μωρέ». εἰ δὲ ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ «μωρέ», «ἔνοχος ἔστ

 νομίσῃς συγγένειάν τινα ἔχειν τὴν μεταμέλειαν αὐτοῦ τῇ μεταμελείᾳ τῶν μετα<με>λουμένων. ὡς γὰρ ἐξαίρετόν τι εἶχεν ὁ λόγος αὐτοῦ, ἐξαίρετόν <τι> ἡ ὀργὴ

 τῷ λαῷ, ἀκούει τοῦ θεοῦ κατὰ τὰ γεγραμμένα λέγοντος· «τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον;» ὁ δέ, φησίν, ἀπεκρίνατο· «ἰδοὺ <ἐγώ> ε

 ξύλα δὲ ἔχω τὰς λοιδορίας, ξύλα ἔχω τὰς μέθας, ξύλα τὰς κλοπάς, καὶ ἄλλα μυρία ξύλα ἐπῳκοδόμησά μου τῇ οἰκοδομῇ. ὁρᾷς ὅτι ταῦτα πάντα λανθάνει τοὺς πο

 καταφρονεῖν», ὅρα εἰ μὴ ἀληθῶς διὰ τοῦτο, ἐπεὶ μὴ ἔδοξαν ἠπατῆσθαι, ἐθησαύρισαν αὑτοῖς «ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεο

 γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος»; τί λέγω, Ἱερεμίας; καὶ ὁ ἐμὸς Ἰησοῦς ἐμυκτηρίζετο· «ἤκουον» γάρ φησι «ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυ

 ὁ ἄδικος· «ἔσται γὰρ» φησὶν «ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν». ἐκεῖ μὲν οἱ ἄδικοι· καὶ οἱ δίκαιοι δὲ δῆλον ὅτι ἐπικαλοῦνταί ποτε τὴ

 πιάζειν τὸ σῶμα νηστείαις καὶ δουλαγωγεῖν αὐτὸ» «ἀποχαῖς τοιῶνδε βρωμάτων», καὶ παντὶ τρόπῳ «τῷ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦν». ἆρ' οὖν ὁ

 ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν». ἐγὼ φοβοῦμαι μὴ τοιοῦτόν ἐστι τὸ ἀποκείμενον ἡμῖν, πῦρ γινόμενον, ὡς ἐν τῇ καρδίᾳ γέγονεν Ἱ

 ἐπισυστῶμεν αὐτῷ πάντες ἄνδρες φίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, καὶ ἀπατηθήσεται». ἄλλην ἀπάτην ἐβούλοντο αὐτὸν ἀπατῆσαι ὀλέθριον, ἐναντίαν τ

 ἐξεταζέτω. πλὴν τὰ περιμένοντα ἡμᾶς ἐστι βασανισταὶ καὶ ἐτάζων τὰς καρδίας καὶ νεφροὺς ἐπὶ τοῖς ἁμαρτήμασιν ἡμῶν· ὧν ἁμαρτημάτων ἐὰν μὴ τάχιον ἀπαλλαγ

διψύχων διακρίνεται. ἐὰν φορέσῃς «τὴν εἰκόνα τοῦ ἐπουρανίου» ἀποθέμενος «τὴν εἰκόνα τοῦ χοϊκοῦ», οὐκ εἶ γῆ καταδικάζουσα αὐτόν, οὐδὲ εἶ γῆ ἐν ᾗ καταδικάζεται, οὐκέτι γῆ εἶ διακρίνουσα αὐτόν. 14.9 «Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με». ὁ ἀπό στολος λέγει περὶ τοῦ σωτῆρος ὅτι «ἐσταυρώθη ἐξ ἀσθενείας». καὶ ὁ προφήτης δὲ παραπλήσια τούτοις λέγει ἐν τῷ «κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ· εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. ἄνθρωπος ἐν πληγῇ ὢν καὶ ἐν πόνῳ καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ ἀπὸ ἀτιμίας, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. οὗτος τὰς ἀνομίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει. αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν». οὐκοῦν ἀνέλαβε τὴν ἀσθένειαν τῶν ἁμαρτημάτων ἡμῶν καὶ ἐφόρεσεν ἡμᾶς καὶ ἦλθε πρὸς τοὺς καταρωμένους αὐτόν, καὶ ἡ ἰσχὺς αὐτοῦ ἐξέλιπεν ἀπὸ τῶν καταρωμένων ἀπ' οὐρανῶν καταβαίνοντος. ἅμα γὰρ ἀνέλαβε τὴν τοῦ δούλου μορφὴν καὶ ἑαυτὸν ἐκένωσεν, ὡς ὁ ἀπόστολος εἶπεν ὅτι «ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών». «ἐξέλιπεν» οὖν φησιν «ἡ ἰσχύς μου ἐν τοῖς καταρωμένοις με». 14.10 Ἴδωμεν εἰ αὐτοῦ διδόντος τοῦ λόγου δυνάμεθα καὶ ἄλλο σαφέστερόν τι παρὰ τὰ εἰρημένα εἰπεῖν εἰς τὸ «ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με». «ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον». <«τὸ φῶς τὸ ἀληθινὸν» ὁ υἱός ἐστι τοῦ θεοῦ, «ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον».> καὶ ὅς ἐστι λογικός, μετέχει τοῦ ἀληθινοῦ φωτός, λογικὸς δέ ἐστι πᾶς ἄνθρωπος. τῶν οὖν μετεχόντων λόγου πάντων ἀνθρώ πων ἐν τισὶ μὲν ἡ ἰσχὺς τοῦ λόγου ηὔξησεν, ἐν τισὶ δὲ ἐκλείπει. ἐὰν μὲν ἴδῃς ψυχὴν ἐμπαθῆ καὶ ἁμαρτωλόν, ὄψει ἐκεῖ τὴν ἰσχὺν τοῦ λόγου ἐπιλείπουσαν· ἐὰν δὲ ἴδῃς ψυχὴν ἁγίαν καὶ δικαίαν, ὄψει τὴν ἰσχὺν τοῦ λόγου ὁσημέραι καρποφοροῦσαν, καὶ τὸ εἰρημένον περὶ Ἰησοῦ ἐφαρμόσεις τοῖς δικαίοις. οὐ γὰρ καθ' αὑτὸν μόνον «ὁ Ἰησοῦς προέκοπτεν ἐν τῇ σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώ ποις», ἀλλὰ καὶ ἐν ἑκάστῳ τῶν τὴν προκοπὴν ἐν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παραδεχομένων προκόπτει «Ἰησοῦς ἐν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις». λέγει οὖν ὁ λόγος, ὁ υἱὸς τοῦ θεοῦ, <ὁ> ὢν ἐν τῷ εἰπόντι «οἴμοι ἐγώ, μῆτερ» καὶ τὰ ἑξῆς, ὅτι «ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με». ὃς ἂν καταράσηται τῷ λόγῳ, οὗτος εὐθέως λαμβάνει τὴν κόλασιν ἐπὶ τῷ καταράσασθαι τῷ λόγῳ, ἐπὶ τῷ μέμψασθαι τῇ διδασκαλίᾳ Ἰησοῦ· ἡ γὰρ ἰσχὺς τοῦ Ἰησοῦ ἐκλείπει ἐν τῷ τοιούτῳ, καὶ οὐκ ἔστιν ἰσχὺς λόγου ἐν αὐτῷ. ὡς πάλιν ἐκ τοῦ ἐναντίου, ἐὰν εὐλογήσῃς Ἰησοῦν καὶ παραδέξῃ αὐτόν, ἡ ἰσχὺς <αὐτοῦ> τὸ ἐναντίον πάσχει οὗ πέπονθεν ἐν τοῖς καταρωμένοις αὐτόν· ὡς γὰρ ἐκεῖ ἐξέλιπεν ἐν τοῖς καταρωμένοις, οὕτως ἐνταῦθα αὔξει ἐν τοῖς εὐλογοῦσι. 14.11 «Γένοιτο, κύριε, κατευθυνάντων αὐτῶν· εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν». τί «γένοιτο, κύριε»; ὁ δυνάμενος ἀφ' ἑαυτοῦ συναγαγέτω τὸ τοιοῦτον. [τὸ γένοιτο] «δέσποτα κύριε, κατευθυνάντων αὐτῶν» γένοιτο ἰσχὺς ἐκλείπουσα ἐν τοῖς καταρω μένοις, ὅταν <μετανοήσαντες> μετὰ τὸ κακῶς με εἰπεῖν τραπῶσι τὴν εὐθεῖαν καὶ αὐτὴν ὁδεύσωσι. «γένοιτο, δέσποτα, κατευθυνάντων αὐτῶν· εἰ μὴ παρέστην σοι». εἶτα δικαιολογεῖται περὶ τῶν κακολο γούντων αὐτὸν λέγων· «εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν». παρέστη τῷ πατρὶ «ἱλασμὸς ὢν περὶ τῶν ἁμαρτιῶν ἡμῶν» καὶ παρεκάλεσε περὶ αὐτῶν ἐν αὐτῷ τῷ καιρῷ τῶν κακῶν ἡμῶν. οὐδὲ γὰρ παρέστη μετὰ τὸν καιρὸν τῶν κακῶν ἡμῶν, ἀλλ' «ἔτι ὄντων ἁμαρ τωλῶν ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν». «εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν, ἐν καιρῷ τῶν θλίψεων αὐτῶν, εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν». καὶ ἐν τῷ καιρῷ τῆς