Jeremiam (homiliae 12-20) Εἰς τὸ καὶ ἐρεῖς πρὸς τὸν λαόν τοῦτον· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ· πᾶς ἀσκὸς πληρωθήσεται οἴνου μέχρι τοῦ καὶ κατάξο

 οὐκοῦν τὰς κολά σεις ὠνόμασεν ἐνταῦθα οἶνον ἄκρατον, ὃν πίνουσιν οἱ ἀκράτου οἴνου τουτέστιν ἀκράτου κολάσεως ἄξιοι. εἰσὶ δὲ καὶ ἄλλοι οἱ πίνοντες κόλα

 ὑπεροχὴν ὀνόματος ἔχειν τιμιωτέρου παρὰ τὸν λαόν, φείδεται αὐτοῦ ὁ θεὸς ὥστε αὐτὸν μὴ κολασθῆναι ἁμαρτήσαντα. τὰ δὲ περὶ ἐκείνων ἀναγεγραμμένα, φησὶν

 ὅτι πολλῶν φειδόμενος οὐ φείδεται ἑνὸς ὁ θεός. λήψομαι δὲ παράδειγμα καὶ ἰατρόν, δεικνὺς ὅτι φειδόμενος τοῦ ὅλου σώματος οὐ φείδεται μέλους ἑνός. οἷον

 εἶτα μετὰ τοῦτο προστάσσει αὐτοῖς μὴ ἐπαίρεσθαι, καὶ διδάσκει ὃ ποιητέον. τί οὖν τὸ ἀκοῦσαι καὶ τί τὸ ἐνωτίσασθαι, ἀπ' αὐτῆς τῆς λέξεως κατανοήσωμεν.

 συσκοτασμὸς οὐ γίνεται; «ἐργάζεσθε ὡς τὸ φῶς ἐν ὑμῖν ἐστιν». <«τὸ φῶς ἐν» σοί «ἐστιν»>, ἐὰν ἔχῃς ἐν σοὶ τὸν εἰπόντα· «ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου». ὅσο

 δόξαν τῷ θεῷ οἱ τὰ ἐναντία τῇ δόξῃ τοῦ θεοῦ ποιοῦντες διὰ τῶν ἁμαρτημάτων. 12.12 «∆ότε δόξαν κυρίῳ. τῷ θεῷ ἡμῶν πρὸ τοῦ συσκοτάσαι, πρὸ τοῦ προσκόψαι

 τοὺς προφήτας, μήποτε ὑποπέσωμεν τῇ λεγούσῃ προφητείᾳ· «ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως». ὅσοι τὴν νηστείαν

 ψῆφον ἀγαγεῖν κατὰ τοῦ ἡμαρτηκότος, ἕκαστος τῶν ὁρώντων οὐ φείδεται, οὐ σκυθρωπάζει, οὐκ ἐλεεῖ, οὐκ ἐπανέρχεται ὥστε παρακαλέσαι περὶ τῆς πρὸς τὸν τοι

 ἁρμόσει καὶ τὸ ἑξῆς· «σὺ ἀπεστράφης με, λέγει κύριος, ὀπίσω πορεύσῃ». ὅτι ἀπεστράφης τὸν υἱὸν τοῦ θεοῦ, καὶ διὰ τὸ ἀπεστράφθαι τὸν υἱὸν τοῦ θεοῦ ἀπεστ

 οὐχὶ δὲ πόνων φερόντων ἐπὶ ὑγίειαν τοὺς ἰατρευομένους. 14.2 Ὁ λαὸς τοίνυν ἐκεῖνος ἔκαμνε, ποικίλαι νόσοι ἦσαν ἐν τῷ λαῷ τῷ χρηματίσαντι τοῦ θεοῦ. ἔπεμ

 πνευματικὰ χρήματα, οἱ δὲ ἀπεστρέφοντο ἀπὸ τῶν λεγο μένων καὶ οὐ παρεῖχον αὑτοὺς δεκτικοὺς ἵνα ὀφείλωσι· διὰ τοῦτο οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς. τίς γὰρ

 ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου» καὶ τὰ ἑξῆς. σαφῶς δὲ καὶ ταῦτα ὑπὸ τοῦ σωτῆρος λέλεκται ἐν τῷ «οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀ

 διψύχων διακρίνεται. ἐὰν φορέσῃς «τὴν εἰκόνα τοῦ ἐπουρανίου» ἀποθέμενος «τὴν εἰκόνα τοῦ χοϊκοῦ», οὐκ εἶ γῆ καταδικάζουσα αὐτόν, οὐδὲ εἶ γῆ ἐν ᾗ καταδι

 θλίψεως αὐτῶν, φησί, τῆς πρὸς τὸν ἐχθρὸν ἐγὼ παρέστην σοι ὑπὲρ αὐτῶν. τίς δὲ ὁ ἐχθρὸς ἢ «ὁ ἀντίδικος ἡμῶν διάβολος», ὃς ἔθλιψεν ἡμᾶς; καὶ σαφῶς ἐν τῷ

 γῇ ᾗ οὐκ ᾔδει. «ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, ἐφ' ὑμᾶς καυθήσεται». Μετὰ ταῦτα καὶ τοὺς λόγους τῶν ἀπειλῶν τῶν εἰρημένων πρὸς τὸν λαὸν <ὁ> ἀνωτ

 παρόντος ἔδει † γενέσθαι τοιοῦτον εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ. κατεγνώσθη ὁ καταγνωσθείς, ὁ δεῖνα † καθεζόμενος ἐποίει τὰ τοιάδε· ἔδει γενέσθαι ἐκκλη σ

 γένηται δυσμί μητος, ὥστε με τηλικοῦτον γενέσθαι, ὡς μηδένα παραπλήσιον εἶναί μου τῷ ἤθει, τῷ λόγῳ, ταῖς πράξεσι, τῇ σοφίᾳ, τότε δύναμαι λέγειν παρὰ τ

 μέλος, ὁ ἰατρὸς πειρᾶται ἀποκατάστασιν ποιῆσαι τοῦ ἐξάρθρου. ὅταν ἔξω τις γένηται τῆς πατρίδος, εἴτε δι καίως εἴτε ἀδίκως, ἀπολαμβάνῃ δὲ τὸ δύνασθαι π

 ὁ σωτήρ μου καὶ κύριος μέλλει ἐπὶ τοῦ πατρὸς ἑστάναι, κρινόμενος μετὰ πάντων ἡμῶν τῶν ἀνθρώπων. καὶ κρίνεται μετὰ πάντων τῶν ἀνθρώπων. λέγω· κρίνεται,

 οἰκονομία μου ἔπραξε τάδε καὶ τάδε, καὶ τῇ σωτηρίᾳ σου ὑπέμεινα. ταῦτα λέγοντος τοῦ σωτῆρος τί ποιήσωμεν; μέλλει γὰρ διακρίνεσθαι ἐν πάσῃ τῇ γῇ. 15.5

 ἀκαθαρσίαν». νεκρώσας ταῦτα «οὐ στηρίζει σάρκα τοῦ βραχίο νος αὐτοῦ». «ἐπικατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον». ἅμα δὲ πρὸς τοὺς ἐλπίζοντας ἐπὶ

 βάνειν τὰς ψυχὰς τὰς ἐν βουνοῖς, τὰς μὴ κάτω κειμένας; καὶ ὅρα εἰ μὴ κέκραγε μυστικῶς ταῦτα λέγων ὁ προφήτης καὶ τοῦτον παριστὰς τὸν νοῦν ἐν τῷ «ἰδού,

 μου· ψυχή, ἔχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου». ὁρᾷς τὸν κάτω τῶν ὀρέων, τὸν κάτω τῶν βουνῶν, τὸν ἔξω τῶν τρυμαλιῶν τῶν

 τί ἡμᾶς περιμένει, κατανοητέον. Ἆρα ἐὰν ἐξέλθωμεν τὸν βίον ἔχοντες ἁμαρτήματα, ἔχοντες δὲ καὶ ἀνδραγαθήματα, σωθησόμεθα μὲν διὰ τὰ ἀνδραγαθήματα, ἀπο

 τῶν ἐθνῶν ἁμαρτάνοντας ἀπολαμβάνειν αὐτῶν ἁπλᾶ τὰ ἁμαρτήματα, ἡμᾶς δὲ διπλᾶ ἡμῶν ἀπολαμβάνειν τὰ πταίσματα· «ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λα

 γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας»· ἀλλὰ πάλιν οὐκ ἀκολουθεῖ ἐπ' ἐκείνου τὸ «αὐτῶν». μήποτε ο

 ἁπλουστέρους τῶν πιστευόντων. «ἐφώνησεν» οὖν «πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν, ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως». ἐπλούτησεν ὁ πέρδιξ. ἴδε πόσαι αὐτ

 ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς». οὐκοῦν χαίρειν δεῖ, ἐὰν τοιοῦτός τις γένηται, ἵνα τὸ ὄνομα αὐτοῦ ἐγγράφηται ἐν τοῖς οὐρανοῖς. ὡς δὲ τὸ ὄνομα

 ἔσται» γὰρ «μόχθος ἐν Ἰακώβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ». οὐκ ἔστι κόπος ἀκολουθοῦντι Ἰησοῦ, αὐτὸ τὸ ἀκολουθεῖν περιαιρεῖ τὸν κόπον. διὰ τοῦτο αὐτ

 ὑπεραναβέβηκε τὰ πήλινα σκεύη. κάτω ἐστὶ τὰ πήλινα σκεύη, καὶ ἡ διοικοῦσα φύσις τὰ πήλινα σκεύη συγκαταβαίνουσα τοῖς διοικου μένοις κάτω ἐστί· διὰ τοῦ

 εἰς τὸν τοῦ κεραμέως οἶκον καὶ διηγεῖται ἃ ἐθεάσατο λέγων· «καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν χειρῶν αὐτοῦ, καὶ διέπεσε τὸ ἀγγεῖον ὃ αὐτὸς ἐποίει ἐν

 καταφυτεύεσθαι» ὅλον ἔθνος· καὶ ἐπεὶ τοῦτο <τὸ> ἀνοι κοδομούμενον καὶ καταφυτευόμενον ἔθνος ἐπαγγελίαν ἔχει καλήν, δύναται δὲ ἁμαρτάνειν, φησὶ μετὰ τὸ

 τὸν Χριστόν, τὸ μυστήριον τῆς ἐκκλησίας, ὁ ἐρχόμενος ἐπὶ συναγωγὴν καὶ μὴ καρποφορῶν. 18.6 «Πέρας λαλήσω ἐπὶ ἔθνος ἢ καὶ ἐπὶ βασιλείαν». δόξει ἁπλῶς τ

 λαλοῦντι πρὸς τὸ παιδίον παιδικῶς, ἢ ἵνα ἐμφατικώτερον εἴπω βρεφωδῶς, ὅτι ἐτροποφόρησας τὸν υἱόν σου καὶ <τὸν> τρόπον ἐφόρεσας τοῦ βρέφους καὶ τὴν κατ

 τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος· «καὶ ἐλάλησεν αὐτοῖς κύριος». καὶ πρὸς <ἡμᾶς> λέγει νῦν κύριος διὰ τῶν γεγραμμένων τὸ «ἀποστραφήτωσαν ἕκαστος ἀπ

 Ἰουδαῖοι· ἐπειδὴ δὲ οὐκ ἐδίψησαν τὸν Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα, οὐκ ἔχουσι πιεῖν οὐδὲ ἀπὸ τοῦ θεοῦ. ἔδοξαν δεδιψηκέναι οἱ ἀπὸ τῶν αἱρέσεων Χριστὸν Ἰ

 Ἐμμήρ, καὶ ὅτι ἐχρημάτιζεν ἱερεύς, καὶ ποίαν τάξιν εἶχεν ἐν τῷ λαῷ, ὅτι ἦν καθεσταμένος ἡγού μενος οἴκου κυρίου κατὰ τὸν χρόνον Ἱερεμίου προφητεύοντος

 μέλλει ὁ θεός». καὶ ἔστιν ὁ τοιοῦτος ἀρχιερεὺς ἐξ ἐπιπολῆς ὡραῖος καὶ τοῖχος κεκονιαμένος, «ἔσωθεν γέμων ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας». Τί δὲ λέ

 μαθητῶν, πυνθανο μένων αὐτῶν· «ποῦ θέλεις ἑτοιμάσομέν σοι τὸ πάσχα», εἶπε· «πο ρευομένων ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων, ἐκείνῳ ἀκολ

 ἀπεληλύθασιν οἱ υἱοὶ τῆς Ἱερουσαλὴμ καὶ κατεσκάφη ἡ πόλις. ἐὰν δὲ ἐξετάσῃς τὰ πράγματα καὶ πόλιν βλέπῃς μὴ τοὺς λίθους, ἀλλὰ τοὺς ἀνθρώπους, ὄψει ὅτι

 καῖον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν, ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν», καὶ «λεγόντων» δηλονότι· «ἐ

 «ἔνοχος» γὰρ «εἰς τὴν γέενναν τοῦ πυρὸς» οὐ μόνον ὁ μοιχός, ἀλλὰ καὶ ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ «μωρέ». εἰ δὲ ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ «μωρέ», «ἔνοχος ἔστ

 νομίσῃς συγγένειάν τινα ἔχειν τὴν μεταμέλειαν αὐτοῦ τῇ μεταμελείᾳ τῶν μετα<με>λουμένων. ὡς γὰρ ἐξαίρετόν τι εἶχεν ὁ λόγος αὐτοῦ, ἐξαίρετόν <τι> ἡ ὀργὴ

 τῷ λαῷ, ἀκούει τοῦ θεοῦ κατὰ τὰ γεγραμμένα λέγοντος· «τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον;» ὁ δέ, φησίν, ἀπεκρίνατο· «ἰδοὺ <ἐγώ> ε

 ξύλα δὲ ἔχω τὰς λοιδορίας, ξύλα ἔχω τὰς μέθας, ξύλα τὰς κλοπάς, καὶ ἄλλα μυρία ξύλα ἐπῳκοδόμησά μου τῇ οἰκοδομῇ. ὁρᾷς ὅτι ταῦτα πάντα λανθάνει τοὺς πο

 καταφρονεῖν», ὅρα εἰ μὴ ἀληθῶς διὰ τοῦτο, ἐπεὶ μὴ ἔδοξαν ἠπατῆσθαι, ἐθησαύρισαν αὑτοῖς «ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεο

 γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος»; τί λέγω, Ἱερεμίας; καὶ ὁ ἐμὸς Ἰησοῦς ἐμυκτηρίζετο· «ἤκουον» γάρ φησι «ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυ

 ὁ ἄδικος· «ἔσται γὰρ» φησὶν «ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν». ἐκεῖ μὲν οἱ ἄδικοι· καὶ οἱ δίκαιοι δὲ δῆλον ὅτι ἐπικαλοῦνταί ποτε τὴ

 πιάζειν τὸ σῶμα νηστείαις καὶ δουλαγωγεῖν αὐτὸ» «ἀποχαῖς τοιῶνδε βρωμάτων», καὶ παντὶ τρόπῳ «τῷ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦν». ἆρ' οὖν ὁ

 ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν». ἐγὼ φοβοῦμαι μὴ τοιοῦτόν ἐστι τὸ ἀποκείμενον ἡμῖν, πῦρ γινόμενον, ὡς ἐν τῇ καρδίᾳ γέγονεν Ἱ

 ἐπισυστῶμεν αὐτῷ πάντες ἄνδρες φίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, καὶ ἀπατηθήσεται». ἄλλην ἀπάτην ἐβούλοντο αὐτὸν ἀπατῆσαι ὀλέθριον, ἐναντίαν τ

 ἐξεταζέτω. πλὴν τὰ περιμένοντα ἡμᾶς ἐστι βασανισταὶ καὶ ἐτάζων τὰς καρδίας καὶ νεφροὺς ἐπὶ τοῖς ἁμαρτήμασιν ἡμῶν· ὧν ἁμαρτημάτων ἐὰν μὴ τάχιον ἀπαλλαγ

ὑπεραναβέβηκε τὰ πήλινα σκεύη. κάτω ἐστὶ τὰ πήλινα σκεύη, καὶ ἡ διοικοῦσα φύσις τὰ πήλινα σκεύη συγκαταβαίνουσα τοῖς διοικου μένοις κάτω ἐστί· διὰ τοῦτο ὁ λεγόμενος λόγος πρὸς Ἱερεμίαν παρὰ κυρίου φησὶν αὐτῷ· «ἀνάστηθι καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου». Μωσεῖ λέγεται· «ἀνάβηθι εἰς τὸ ὄρος καὶ ἄκουσον», Ἱερεμίᾳ λέγεται· «κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως καὶ ἄκουσον»· ἕκαστος γὰρ τῶν ἀκουόντων λόγον ἤτοι περὶ τῶν ἀνωτέρω διδάσκεται ἢ μανθάνει περὶ τῶν κατωτέρω. <εἰ μὲν τὰ κατώτερα> διδάσκομαι, καταβαίνω τῷ λόγῳ, ἵνα ἴδω τὰ κατώτερα· εἰ δὲ τὰ ἀνώτερα μανθάνω, ἀναβαίνω τῷ λόγῳ ἐπὶ τὰ ἀνώτερα, ἵνα θεάσωμαι τὰ ἐκεῖ. Ἵνα δὲ πάντες κατὰ τὸ δυνατὸν ἑαυτοῖς παρακολουθήσητε τῷ λεγομένῳ, χρήσομαι παραδείγματι καὶ ἀπὸ τῆς γραφῆς, καὶ πρὸς τῷ παραδείγματι καὶ σαφήνειαν προσάγουσαν τῇ δεδομένῃ ἑρμηνείᾳ παρα στήσω. «ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός». ἔστι δέ τις σοφία περὶ ἑκάστου τούτων· σοφία περὶ τῶν οὐρανίων, πῶς διατέτακται τὰ οὐράνια· σοφία περὶ τῶν καταχθονίων, ἐπεὶ σοφία θεοῦ ἐστι καὶ περὶ τῆς διατάξεως τῶν καταχθονίων, ὁμοίως καὶ περὶ τῶν ἐπιγείων. ἐὰν μέλλω χωρεῖν τὴν σοφίαν τὴν περὶ τῶν ἐπουρανίων, ἀναβαίνω ἐπὶ τὰ οὐράνια, ὡς Μωσῆς ἀναβέβηκεν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, ἵνα ἀκουστὴ γένηται αὐτῷ ἡ φωνὴ <ἡ> ἐκ τοῦ οὐρανοῦ κατὰ τὸ γεγραμ μένον. ἔμελλε γὰρ διδάσκεσθαι λατρείας ἐπουρανίους· σκιὰ γὰρ καὶ ὑπόδειγμα ἐπουρανίων μυστηρίων ἐν τοῖς νόμοις τοῖς ἀναγεγραμμένοις, ὡς ἐδίδασκεν ὁ ἀπόστολος εἰπών· «οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων». ὥσπερ οὖν μέλλων διδάσκεσθαι περὶ τῶν ἐπουρανίων ἀναβαίνω, οὕτως ἐὰν χρεία μοι ᾖ μανθάνειν περὶ τῶν καταχθονίων, κἂν προφήτης γένωμαι, καταβαίνω. καὶ τάχα διὰ τοῦτο Σαμουήλ, ἡνίκα ἐδιδάχθη τὰ καταχθόνια, καταβέβηκε κάτω καὶ γέγονεν ἐν ᾅδου, οὐ δικαζόμενος ἵνα ἐν ᾅδου γένηται, ἀλλ' ἵνα γένηται κατάσκοπος καὶ θεωρητὴς τῶν μυστηρίων τῶν καταχθονίων. δύναται τοιαῦτα εἶναι καὶ τὰ παρὰ τῷ ἀποστόλῳ περὶ τῆς σοφίας λεγόμενα, διαστελλόμενα τῷ γνῶναι «τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος». μέλλεις γινώσκειν <τὸ> ὕψος, ἀναβαίνεις τῷ λόγῳ ἐπὶ τὸ ὕψος· μέλλεις γινώσκειν τὰ μεταξὺ τοῦ ὕψους καὶ τοῦ βάθους, γινώσκεις τὸ πλάτος καὶ τὸ μῆκος. πανταχοῦ φθάνει ὑπὸ τοῦ λόγου ὁδηγού μενος τοῦ διδάσκοντος περὶ πάντων ὁ δυνάμενος ἀκολουθεῖν νοῦς τῷ υἱῷ τοῦ θεοῦ. ἀκολουθεῖ δὲ ἀποταξάμενος τῷ κόσμῳ καὶ αἴρων τὸν σταυρόν· οὗτος γὰρ δύναται ἀκολουθεῖν τῷ Ἰησοῦ ὁ δυνάμενος εἰπεῖν· «ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ». Ἔδει παραμυθήσασθαι τὸ «κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, κἀκεῖ ἀκούσεις τοὺς λόγους μου». ἔδει γὰρ αὐτὸ συγκρῖναι τῷ «ἀνάβηθι καὶ ἀκούσεις τοὺς λόγους μου». τῶν γὰρ ἀκουόντων οἱ μὲν ἀναβαί νουσιν ἵνα διδαχθῶσιν, ἀναβαίνουσιν <δὲ> οὐ πάντως σωματικῶς· <οἱ δὲ> καταβαίνουσι καὶ τὴν ψυχὴν ἔχουσιν ἄνω, ὑπὲρ τοῦ ἰδεῖν τὸν λόγον τὸν ἀνωτάτω περὶ τῶν κατωτάτω. αὐτὸς ὁ κύριός μου Ἰησοῦς Χριστὸς ἀναβέβηκε καὶ καταβέβηκεν· «ὁ γὰρ ἀναβὰς αὐτός ἐστι καὶ ὁ καταβὰς αὐτός ἐστιν ὑπεράνω πάντων τῶν οὐρανῶν». ἐάνπερ οὖν καὶ σὺ μέλλῃς τὸν ἀναβάντα ἀνωτάτω νοεῖν τὸν λόγον τὸν περὶ τῶν ἀνωτάτω, τὸν καταβάντα εἰς τὰ κατώτατα συνιέναι τὸν περὶ τῶν κατωτάτω διδάσκοντα, «μὴ εἴπῃς· τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν· ἤ· τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν [ἀναγαγεῖν. ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν] ἐκ νεκρῶν ἀναγαγεῖν. ἀλλὰ τί λέγει ἡ γραφή; ἐγγύς σου τὸ ῥῆμα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου», δι' οὗ ἀναβαίνεις εἰς τὸν οὐρανόν. καὶ περὶ τῆς ἀνόδου «ἐγγύς σού ἐστι τὸ ῥῆμα», καὶ περὶ τῶν κατωτάτω «ἐγγύς σού ἐστι τὸ ῥῆμα»· καὶ τί γὰρ ἀλλ' ἢ τὸν λόγον τὸν πανταχοῦ ὁ ἅγιος δύναται ἔχειν ἐν ἑαυτῷ; «ἡ» γὰρ «βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι». 18.3 Καταβαίνει οὖν ὁ προφήτης