2
ὅτι τὰ πόνου κτηθέντα, ἀγαπητά τε καὶ τίμια. Καὶ ἡ φύσις δὲ τοὺς ὀνείρους διὰ τοῦτο δείκνυσιν ἀσαφεῖς, Θεοῦ γυμνάζοντος τὴν διάνοιαν, ὡς ἔσθ' ὅτε δεῖσθαι θείου χαρίσματος πρὸς διάκρισιν, τῶν ἡμετέρων ἐννοιῶν οὐκ ἀρκουσῶν τῆς ἀληθείας πρὸς θήραν. ∆ιὸ ταῦτα κρίνουσιν Ἰωσήφ τε καὶ ∆ανιήλ. Ἅμα δὲ καὶ διὰ τῆς συνεχοῦς μελέτης ἐντυποῦται τὰ θεῖα λόγια τῇ ψυχῇ, καὶ σεμνότερα καθίσταται. ∆εῖ γὰρ τὸν πάντα· βίον μαθεῖν καὶ γνώσει καὶ πράξει. Ὡς ὁ Μωϋσῆς ἐπ' ἔτη τεσσαράκοντα τὴν τῶν Αἰγυπτίων σοφίαν μαθὼν, προφάσει τῆς ποιμενικῆς εἰς τὰς ἐρήμους ἰὼν, τῇ θεω 1821 ρίᾳ τῶν ὄντων ἐσχόλαζεν, καὶ μὴ βουληθεὶς πρὸς ἐπιμέλειαν ἀνθρώπων ἐκπέμπεται, μηδὲ τότε μόνῃ τῇ πράξει προσκείμενος, ἐπανιὼν δὲ πρὸς ἐποπτείαν πολλάκις, ὅτε καὶ πρὸς τὴν μοσχοποιίαν ἐτράποντο. Τοιοῦτος Ἠλίας τῶν ἀνθρωπίνων ἀποδιδράσκων τὸν ὄχλον. Εἰ τοίνυν τοῖς ἁγίοις πόνῳ προσεγίνετο τῆς ἀληθείας ἡ κτῆσις, καὶ μετὰ μυρίας ἀναχωρήσεις Ἠλίας ἠξίωτο τοῦ Θεοῦ, πῶς εἰκὸς ἡμᾶς ἀκονιτὶ καὶ ποσὶν ἀνίπτοις ἐμβατεύειν τοῖς κρείττοσι; ∆εῖ δὲ τὰς κοινὰς καὶ ἀξιολόγους αἰτίας ἔχειν περὶ Θεοῦ ταῖς λέξεσιν ἐντυγχάνοντας. Ἀνθρώποις γὰρ οὖσιν ἀνθρωπίνως ἡ Γραφὴ διαλέγεται. Ὥστε κἂν ὀργιζόμενον, ἢ λυπούμενον, ἢ μεταμελόμενον λέγῃ τὸν Θεὸν ἡ Γραφὴ, ζητεῖν προσήκει τὸ τῆς λέξεως βούλημα ταῖς περὶ Θεοῦ προσηκούσαις ἐννοίαις ἁρμόττον. Τῶν δὲ προφητειῶν, ἐπειδὴ περὶ μελλόντων εἰσὶν, οἱ ἀπὸ τῶν βασιλέων προγράφονται χρόνοι. Ἐπεὶ περὶ ἑτέρους ἦν ἡ τότε κατάστασις τῶν παρ' Ἰουδαίοις πραγμάτων, ἤμελλεν δὲ τὰ μηδὲ πρὸς νοῦν ἐλθόντα μακροῖς ὕστερον χρόνοις γενήσεσθαι· ὡς ἂν γνωσθῇ πρὸ πόσου χρόνου ῥηθέντα μηδὲ πρὸς νοῦν ἐλθόντα μακροῖς ὕστερον χρόνοις γενήσεσθαι· ὡς ἂν γνωσθῇ πρὸ πόσου χρόνου ῥηθέντα μετὰ πόσον ἀπήντηκεν. Καὶ ὅτι, Ὅτε πεπλεόνακεν ἡ ἀσθένεια, ὑπερεπερίσσευσεν ἡ δύναμις. Σχεδὸν γὰρ οἱ πλεῖστοι συνέδραμον ἀλλήλοις κατὰ τὸν χρόνον. Ὠσηὲ ἐν ἡμέραις Ὀζίου, καὶ ἐν ἡμέραις Ἱεροβοάμ. Μιχαίας ἐν ἡμέραις Ἰωὰβ καὶ Ἀχάζ. Σοφονίας ἐνἡμέραις Ἰωσίου υἱοῦ Ἀμώς. Πρόκεινται δὲ νῦν βασιλεῖς, Ὀζίας, Ἰωὰς, Ἀχὰζ, Ἐζεκίας· καὶ δείκνυσιοὐκ ἐφ' ἐνὸς μόνου βασιλέως, ἐπὶ δὲ τῶν τεσσάρων, ἑωρακέναι τὰ κατὰ τῆς Ἰουδαίας καὶ τῆς Ἰερουσαλὴμ θεσπιζόμενα. Εὕροις γὰρ ἂν αὐτὸν ἐφ' ἑκάστης βασιλείας τοὺς Ἰουδαίους ἐλέγχοντα, προλέγοντά τε τὰ κατ' αὐτῶν μετὰ χρόνους κείμενα, μέχρι τέλους τῆς Βίβλου, ὡς εἶναι τὴν πᾶσαν ὑπόθεσιν, ὥς φησι, κατὰ τῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλὴμ ὅρασιν, ἣν ὡς ἐν κατόπτρῳ παρέδειξεν αὐτῷ τὸ Πνεῦμα τὸ ἅγιον. Ἰουδαίαν δὲ τὸ Ἰουδαίων ἔθνος ἐνταῦθα δηλοῖ, ἢ τὴν χώραν αὐτήν. Ἱερουσαλὴμ δὲ τὴν πόλιν, ἢ τὴν ἐν αὐτῇ τότε κατὰ τὸν νόμον λατρείαν· ὧν τὴν καθαίρεσιν, καὶ τὴν καινὴν τοῦ Χριστοῦ πολιτείαν προέδειξεν. Ἀπηλάθησαν γὰρ Ἰουδαῖοι διὰ τὸ ταῖς συνεχέσιν ἀπειθεῖν προτροπαῖς· ἐκλήθη δὲ τὰ ἔθνη τῆς τῶν εἰδώλων πλάνης παυσάμενα. Μέλλων δὲ ὁράσεις κατ' Αἰγύπτου, καὶ ∆αμασκοῦ, καὶ Βαβυλῶνος εἰπεῖν, καὶ πλείστων ἅλλων μεμνῆσθαι, ταῦτα μὲν ἐν δευτέρῳ πάντα πεποίηται. Ἐκ δὲ τῶν ἀφιερωμένων Θεῷ τὴν ἀρχὴν ἐποιήσατο, κατὰ τὸ εἰρημένον· "Ἀπὸ τῶν ἁγίων μου ἄρξασθε." Καὶ, "∆υνατοὶ δυνατῶς ἐτασθήσονται." Καὶ, "Οἷς τὸ πολὺ δέδοται, τὸ πολὺ ἀπαιτηθήσονται." Πλείστας γὰρ ἐκ Θεοῦ λαβόντες εὐεργεσίας, ἀνάξιοι τούτων ἐγένοντο. Καὶ σφοδρῶς ἐπιφέρεται ἄρχουσί τε καὶ ἑπομένοις, παραστήματι θείῳ παντὸς κινδύνου καὶ δέους ὑπερορῶν. Μία μὲν οὖν ἡ βίβλος. Εἴρηται δὲ 1824 κατὰ μέρος ἐν διαφόροις καὶ μακροῖς καιρῶν διαστήμασι. Καὶ δυσχερὲς τοῖς λόγοις ἐφαρμόσαι τοὺς χρόνους, καὶ ταῖς κατὰ βασιλείαν πράξεσιν ἀποδιδόναι τὴν πολιτείαν. Ἐφ' ὅλοις γοῦν ἔτεσιν ὁ τῶν προκειμένων βασιλέων ἀπαρτίζεται χρόνος πεντήκοντα, ᾧ περιέκλεισε τὴν προφητείαν ὁ λόγος. Φασὶ δὲ, ὡς τοῦ προφήτου τοὺς παρὰ τοῦ Θεοῦ λόγους κηρύττοντος παρῆσάν τινες οἱ λεγόμενοι ὑπομνηματογράφοι τὰ λεγόμενα σημειούμενοι, ἔν τε τῷ οἴκῳ τοῦ Θεοῦ, καὶ ἐν ταῖς πύλαις. Ἐκεῖ γὰρ τοὺς λόγους ἐποιοῦντο, διὰ τὰ ἐπεισιόντα πλήθη. Μετὰ γοῦν τὴν